ΕΣΘΗΡ,
κεφαλίς 8
1 καὶ ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ὁ βασιλεὺς 'Αρταξέρξης ἐδωρήσατο Εσθηρ ὅσα ὑπη̃ρχεν Αμαν τω̨̃ διαβόλω̨ καὶ Μαρδοχαι̃ος προσεκλήθη ὑπὸ του̃ βασιλέως ὑπέδειξεν γὰρ Εσθηρ ὅτι ἐνοικείωται αὐτη̨̃ |
2 ἔλαβεν δὲ ὁ βασιλεὺς τὸν δακτύλιον ὃν ἀφείλατο Αμαν καὶ ἔδωκεν αὐτὸν Μαρδοχαίω̨ καὶ κατέστησεν Εσθηρ Μαρδοχαι̃ον ἐπὶ πάντων τω̃ν Αμαν |
3 καὶ προσθει̃σα ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ προσέπεσεν πρὸς τοὺς πόδας αὐτου̃ καὶ ἠξίου ἀφελει̃ν τὴν Αμαν κακίαν καὶ ὅσα ἐποίησεν τοι̃ς Ιουδαίοις |
4 ἐξέτεινεν δὲ ὁ βασιλεὺς Εσθηρ τὴν ῥάβδον τὴν χρυση̃ν ἐξηγέρθη δὲ Εσθηρ παρεστηκέναι τω̨̃ βασιλει̃ |
5 καὶ εἰ̃πεν Εσθηρ εἰ δοκει̃ σοι καὶ εὑ̃ρον χάριν πεμφθήτω ἀποστραφη̃ναι τὰ γράμματα τὰ ἀπεσταλμένα ὑπὸ Αμαν τὰ γραφέντα ἀπολέσθαι τοὺς Ιουδαίους οἵ εἰσιν ἐν τη̨̃ βασιλεία̨ σου |
6 πω̃ς γὰρ δυνήσομαι ἰδει̃ν τὴν κάκωσιν του̃ λαου̃ μου καὶ πω̃ς δυνήσομαι σωθη̃ναι ἐν τη̨̃ ἀπωλεία̨ τη̃ς πατρίδος μου |
7 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Εσθηρ εἰ πάντα τὰ ὑπάρχοντα Αμαν ἔδωκα καὶ ἐχαρισάμην σοι καὶ αὐτὸν ἐκρέμασα ἐπὶ ξύλου ὅτι τὰς χει̃ρας ἐπήνεγκε τοι̃ς Ιουδαίοις τί ἔτι ἐπιζητει̃ς |
8 γράψατε καὶ ὑμει̃ς ἐκ του̃ ὀνόματός μου ὡς δοκει̃ ὑμι̃ν καὶ σφραγίσατε τω̨̃ δακτυλίω̨ μου ὅσα γὰρ γράφεται του̃ βασιλέως ἐπιτάξαντος καὶ σφραγισθη̨̃ τω̨̃ δακτυλίω̨ μου οὐκ ἔστιν αὐτοι̃ς ἀντειπει̃ν |
9 ἐκλήθησαν δὲ οἱ γραμματει̃ς ἐν τω̨̃ πρώτω̨ μηνί ὅς ἐστι Νισα τρίτη̨ καὶ εἰκάδι του̃ αὐτου̃ ἔτους καὶ ἐγράφη τοι̃ς Ιουδαίοις ὅσα ἐνετείλατο τοι̃ς οἰκονόμοις καὶ τοι̃ς ἄρχουσιν τω̃ν σατραπω̃ν ἀπὸ τη̃ς 'Ινδικη̃ς ἕως τη̃ς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις κατὰ χώραν καὶ χώραν κατὰ τὴν ἑαυτω̃ν λέξιν |
10 ἐγράφη δὲ διὰ του̃ βασιλέως καὶ ἐσφραγίσθη τω̨̃ δακτυλίω̨ αὐτου̃ καὶ ἐξαπέστειλαν τὰ γράμματα διὰ βιβλιαφόρων |
11 ὡς ἐπέταξεν αὐτοι̃ς χρη̃σθαι τοι̃ς νόμοις αὐτω̃ν ἐν πάση̨ πόλει βοηθη̃σαί τε αὑτοι̃ς καὶ χρη̃σθαι τοι̃ς ἀντιδίκοις αὐτω̃ν καὶ τοι̃ς ἀντικειμένοις αὐτω̃ν ὡς βούλονται |
12 ἐν ἡμέρα̨ μια̨̃ ἐν πάση̨ τη̨̃ βασιλεία̨ 'Αρταξέρξου τη̨̃ τρισκαιδεκάτη̨ του̃ δωδεκάτου μηνός ὅς ἐστιν Αδαρ |
13 τὰ δὲ ἀντίγραφα ἐκτιθέσθωσαν ὀφθαλμοφανω̃ς ἐν πάση̨ τη̨̃ βασιλεία̨ ἑτοίμους τε εἰ̃ναι πάντας τοὺς Ιουδαίους εἰς ταύτην τὴν ἡμέραν πολεμη̃σαι αὐτω̃ν τοὺς ὑπεναντίους |
14 οἱ μὲν οὐ̃ν ἱππει̃ς ἐξη̃λθον σπεύδοντες τὰ ὑπὸ του̃ βασιλέως λεγόμενα ἐπιτελει̃ν ἐξετέθη δὲ τὸ πρόσταγμα καὶ ἐν Σούσοις |
15 ὁ δὲ Μαρδοχαι̃ος ἐξη̃λθεν ἐστολισμένος τὴν βασιλικὴν στολὴν καὶ στέφανον ἔχων χρυσου̃ν καὶ διάδημα βύσσινον πορφυρου̃ν ἰδόντες δὲ οἱ ἐν Σούσοις ἐχάρησαν |
16 τοι̃ς δὲ Ιουδαίοις ἐγένετο φω̃ς καὶ εὐφροσύνη |
17 κατὰ πόλιν καὶ χώραν οὑ̃ ἂν ἐξετέθη τὸ πρόσταγμα οὑ̃ ἂν ἐξετέθη τὸ ἔκθεμα χαρὰ καὶ εὐφροσύνη τοι̃ς Ιουδαίοις κώθων καὶ εὐφροσύνη καὶ πολλοὶ τω̃ν ἐθνω̃ν περιετέμοντο καὶ ιουδάιζον διὰ τὸν φόβον τω̃ν Ιουδαίων |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.