Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΣΘΗΡ, κεφαλίς 9

ἐν γὰρ τω̨̃ δωδεκάτω̨ μηνὶ τρισκαιδεκάτη̨ του̃ μηνός ὅς ἐστιν Αδαρ παρη̃ν τὰ γράμματα τὰ γραφέντα ὑπὸ του̃ βασιλέως
ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ἀπώλοντο οἱ ἀντικείμενοι τοι̃ς Ιουδαίοις οὐδεὶς γὰρ ἀντέστη φοβούμενος αὐτούς
οἱ γὰρ ἄρχοντες τω̃ν σατραπω̃ν καὶ οἱ τύραννοι καὶ οἱ βασιλικοὶ γραμματει̃ς ἐτίμων τοὺς Ιουδαίους ὁ γὰρ φόβος Μαρδοχαίου ἐνέκειτο αὐτοι̃ς
προσέπεσεν γὰρ τὸ πρόσταγμα του̃ βασιλέως ὀνομασθη̃ναι ἐν πάση̨ τη̨̃ βασιλεία̨
...
καὶ ἐν Σούσοις τη̨̃ πόλει ἀπέκτειναν οἱ Ιουδαι̃οι ἄνδρας πεντακοσίους
τόν τε Φαρσαννεσταιν καὶ Δελφων καὶ Φασγα
καὶ Φαρδαθα καὶ Βαρεα καὶ Σαρβαχα
καὶ Μαρμασιμα καὶ Αρουφαιον καὶ Αρσαιον καὶ Ζαβουθαιθαν
10 τοὺς δέκα υἱοὺς Αμαν Αμαδαθου Βουγαίου του̃ ἐχθρου̃ τω̃ν Ιουδαίων καὶ διήρπασαν
11 ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ἐπεδόθη ὁ ἀριθμὸς τω̨̃ βασιλει̃ τω̃ν ἀπολωλότων ἐν Σούσοις
12 εἰ̃πεν δὲ ὁ βασιλεὺς πρὸς Εσθηρ ἀπώλεσαν οἱ Ιουδαι̃οι ἐν Σούσοις τη̨̃ πόλει ἄνδρας πεντακοσίους ἐν δὲ τη̨̃ περιχώρω̨ πω̃ς οἴει ἐχρήσαντο τί οὐ̃ν ἀξιοι̃ς ἔτι καὶ ἔσται σοι
13 καὶ εἰ̃πεν Εσθηρ τω̨̃ βασιλει̃ δοθήτω τοι̃ς Ιουδαίοις χρη̃σθαι ὡσαύτως τὴν αὔριον ὥστε τοὺς δέκα υἱοὺς κρεμάσαι Αμαν
14 καὶ ἐπέτρεψεν οὕτως γενέσθαι καὶ ἐξέθηκε τοι̃ς Ιουδαίοις τη̃ς πόλεως τὰ σώματα τω̃ν υἱω̃ν Αμαν κρεμάσαι
15 καὶ συνήχθησαν οἱ Ιουδαι̃οι ἐν Σούσοις τη̨̃ τεσσαρεσκαιδεκάτη̨ του̃ Αδαρ καὶ ἀπέκτειναν ἄνδρας τριακοσίους καὶ οὐδὲν διήρπασαν
16 οἱ δὲ λοιποὶ τω̃ν Ιουδαίων οἱ ἐν τη̨̃ βασιλεία̨ συνήχθησαν καὶ ἑαυτοι̃ς ἐβοήθουν καὶ ἀνεπαύσαντο ἀπὸ τω̃ν πολεμίων ἀπώλεσαν γὰρ αὐτω̃ν μυρίους πεντακισχιλίους τη̨̃ τρισκαιδεκάτη̨ του̃ Αδαρ καὶ οὐδὲν διήρπασαν
17 καὶ ἀνεπαύσαντο τη̨̃ τεσσαρεσκαιδεκάτη̨ του̃ αὐτου̃ μηνὸς καὶ ἠ̃γον αὐτὴν ἡμέραν ἀναπαύσεως μετὰ χαρα̃ς καὶ εὐφροσύνης
18 οἱ δὲ Ιουδαι̃οι οἱ ἐν Σούσοις τη̨̃ πόλει συνήχθησαν καὶ τη̨̃ τεσσαρεσκαιδεκάτη̨ καὶ οὐκ ἀνεπαύσαντο ἠ̃γον δὲ καὶ τὴν πεντεκαιδεκάτην μετὰ χαρα̃ς καὶ εὐφροσύνης
19 διὰ του̃το οὐ̃ν οἱ Ιουδαι̃οι οἱ διεσπαρμένοι ἐν πάση̨ χώρα̨ τη̨̃ ἔξω ἄγουσιν τὴν τεσσαρεσκαιδεκάτην του̃ Αδαρ ἡμέραν ἀγαθὴν μετ' εὐφροσύνης ἀποστέλλοντες μερίδας ἕκαστος τω̨̃ πλησίον οἱ δὲ κατοικου̃ντες ἐν ται̃ς μητροπόλεσιν καὶ τὴν πεντεκαιδεκάτην του̃ Αδαρ ἡμέραν εὐφροσύνην ἀγαθὴν ἄγουσιν ἐξαποστέλλοντες μερίδας τοι̃ς πλησίον
20 ἔγραψεν δὲ Μαρδοχαι̃ος τοὺς λόγους τούτους εἰς βιβλίον καὶ ἐξαπέστειλεν τοι̃ς Ιουδαίοις ὅσοι ἠ̃σαν ἐν τη̨̃ 'Αρταξέρξου βασιλεία̨ τοι̃ς ἐγγὺς καὶ τοι̃ς μακράν
21 στη̃σαι τὰς ἡμέρας ταύτας ἀγαθὰς ἄγειν τε τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην του̃ Αδαρ
22 ἐν γὰρ ταύταις ται̃ς ἡμέραις ἀνεπαύσαντο οἱ Ιουδαι̃οι ἀπὸ τω̃ν ἐχθρω̃ν αὐτω̃ν καὶ τὸν μη̃να ἐν ὡ̨̃ ἐστράφη αὐτοι̃ς ὃς ἠ̃ν Αδαρ ἀπὸ πένθους εἰς χαρὰν καὶ ἀπὸ ὀδύνης εἰς ἀγαθὴν ἡμέραν ἄγειν ὅλον ἀγαθὰς ἡμέρας γάμων καὶ εὐφροσύνης ἐξαποστέλλοντας μερίδας τοι̃ς φίλοις καὶ τοι̃ς πτωχοι̃ς
23 καὶ προσεδέξαντο οἱ Ιουδαι̃οι καθὼς ἔγραψεν αὐτοι̃ς ὁ Μαρδοχαι̃ος
24 πω̃ς Αμαν Αμαδαθου ὁ Μακεδὼν ἐπολέμει αὐτούς καθὼς ἔθετο ψήφισμα καὶ κλη̃ρον ἀφανίσαι αὐτούς
25 καὶ ὡς εἰση̃λθεν πρὸς τὸν βασιλέα λέγων κρεμάσαι τὸν Μαρδοχαι̃ον ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς Ιουδαίους κακά ἐπ' αὐτὸν ἐγένοντο καὶ ἐκρεμάσθη αὐτὸς καὶ τὰ τέκνα αὐτου̃
26 διὰ του̃το ἐπεκλήθησαν αἱ ἡμέραι αὑ̃ται Φρουραι διὰ τοὺς κλήρους ὅτι τη̨̃ διαλέκτω̨ αὐτω̃ν καλου̃νται Φρουραι διὰ τοὺς λόγους τη̃ς ἐπιστολη̃ς ταύτης καὶ ὅσα πεπόνθασιν διὰ ταυ̃τα καὶ ὅσα αὐτοι̃ς ἐγένετο
27 καὶ ἔστησεν καὶ προσεδέχοντο οἱ Ιουδαι̃οι ἐφ' ἑαυτοι̃ς καὶ ἐπὶ τω̨̃ σπέρματι αὐτω̃ν καὶ ἐπὶ τοι̃ς προστεθειμένοις ἐπ' αὐτω̃ν οὐδὲ μὴν ἄλλως χρήσονται αἱ δὲ ἡμέραι αὑ̃ται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν καὶ πόλιν καὶ πατριὰν καὶ χώραν
28 αἱ δὲ ἡμέραι αὑ̃ται τω̃ν Φρουραι ἀχθήσονται εἰς τὸν ἅπαντα χρόνον καὶ τὸ μνημόσυνον αὐτω̃ν οὐ μὴ ἐκλίπη̨ ἐκ τω̃ν γενεω̃ν
29 καὶ ἔγραψεν Εσθηρ ἡ βασίλισσα θυγάτηρ Αμιναδαβ καὶ Μαρδοχαι̃ος ὁ Ιουδαι̃ος ὅσα ἐποίησαν τό τε στερέωμα τη̃ς ἐπιστολη̃ς τω̃ν Φρουραι
30 ...
31 καὶ Μαρδοχαι̃ος καὶ Εσθηρ ἡ βασίλισσα ἔστησαν ἑαυτοι̃ς καθ' ἑαυτω̃ν καὶ τότε στήσαντες κατὰ τη̃ς ὑγιείας αὐτω̃ν καὶ τὴν βουλὴν αὐτω̃ν
32 καὶ Εσθηρ λόγω̨ ἔστησεν εἰς τὸν αἰω̃να καὶ ἐγράφη εἰς μνημόσυνον
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.