ΕΣΘΗΡ,
κεφαλίς 5
1 καὶ ἐγενήθη ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ὡς ἐπαύσατο προσευχομένη ἐξεδύσατο τὰ ἱμάτια τη̃ς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτη̃ς |
2 καὶ ἄρας τὴν χρυση̃ν ῥάβδον ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτη̃ς καὶ ἠσπάσατο αὐτὴν καὶ εἰ̃πεν λάλησόν μοι |
3 καὶ εἰ̃πεν ὁ βασιλεύς τί θέλεις Εσθηρ καὶ τί σού ἐστιν τὸ ἀξίωμα ἕως του̃ ἡμίσους τη̃ς βασιλείας μου καὶ ἔσται σοι |
4 εἰ̃πεν δὲ Εσθηρ ἡμέρα μου ἐπίσημος σήμερόν ἐστιν εἰ οὐ̃ν δοκει̃ τω̨̃ βασιλει̃ ἐλθάτω καὶ αὐτὸς καὶ Αμαν εἰς τὴν δοχήν ἣν ποιήσω σήμερον |
5 καὶ εἰ̃πεν ὁ βασιλεύς κατασπεύσατε Αμαν ὅπως ποιήσωμεν τὸν λόγον Εσθηρ καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχήν ἣν εἰ̃πεν Εσθηρ |
6 ἐν δὲ τω̨̃ πότω̨ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Εσθηρ τί ἐστιν βασίλισσα Εσθηρ καὶ ἔσται σοι ὅσα ἀξιοι̃ς |
7 καὶ εἰ̃πεν τὸ αἴτημά μου καὶ τὸ ἀξίωμά μου |
8 εἰ εὑ̃ρον χάριν ἐνώπιον του̃ βασιλέως ἐλθάτω ὁ βασιλεὺς καὶ Αμαν ἐπὶ τὴν αὔριον εἰς τὴν δοχήν ἣν ποιήσω αὐτοι̃ς καὶ αὔριον ποιήσω τὰ αὐτά |
9 καὶ ἐξη̃λθεν ὁ Αμαν ἀπὸ του̃ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος ἐν δὲ τω̨̃ ἰδει̃ν Αμαν Μαρδοχαι̃ον τὸν Ιουδαι̃ον ἐν τη̨̃ αὐλη̨̃ ἐθυμώθη σφόδρα |
10 καὶ εἰσελθὼν εἰς τὰ ἴδια ἐκάλεσεν τοὺς φίλους καὶ Ζωσαραν τὴν γυναι̃κα αὐτου̃ |
11 καὶ ὑπέδειξεν αὐτοι̃ς τὸν πλου̃τον αὐτου̃ καὶ τὴν δόξαν ἣν ὁ βασιλεὺς αὐτω̨̃ περιέθηκεν καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγει̃σθαι τη̃ς βασιλείας |
12 καὶ εἰ̃πεν Αμαν οὐ κέκληκεν ἡ βασίλισσα μετὰ του̃ βασιλέως οὐδένα εἰς τὴν δοχὴν ἀλλ' ἢ ἐμέ καὶ εἰς τὴν αὔριον κέκλημαι |
13 καὶ ταυ̃τά μοι οὐκ ἀρέσκει ὅταν ἴδω Μαρδοχαι̃ον τὸν Ιουδαι̃ον ἐν τη̨̃ αὐλη̨̃ |
14 καὶ εἰ̃πεν πρὸς αὐτὸν Ζωσαρα ἡ γυνὴ αὐτου̃ καὶ οἱ φίλοι κοπήτω σοι ξύλον πηχω̃ν πεντήκοντα ὄρθρου δὲ εἰπὸν τω̨̃ βασιλει̃ καὶ κρεμασθήτω Μαρδοχαι̃ος ἐπὶ του̃ ξύλου σὺ δὲ εἴσελθε εἰς τὴν δοχὴν σὺν τω̨̃ βασιλει̃ καὶ εὐφραίνου καὶ ἤρεσεν τὸ ῥη̃μα τω̨̃ Αμαν καὶ ἡτοιμάσθη τὸ ξύλον |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.