1 τὰ τέκνα ὑπακούετε τοι̃ς γονευ̃σιν ὑμω̃ν ἐν κυρίω̨ του̃το γάρ ἐστιν δίκαιον |
2 τίμα τòν πατέρα σου καὶ τὴν μητέρα ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελία̨ |
3 ἵνα εὐ̃ σοι γένηται καὶ ἔση̨ μακροχρόνιος ἐπὶ τη̃ς γη̃ς |
4 καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμω̃ν ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδεία̨ καὶ νουθεσία̨ κυρίου |
5 οἱ δου̃λοι ὑπακούετε τοι̃ς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τη̃ς καρδίας ὑμω̃ν ὡς τω̨̃ Χριστω̨̃ |
6 μὴ κατ' ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλ' ὡς δου̃λοι Χριστου̃ ποιου̃ντες τò θέλημα του̃ θεου̃ ἐκ ψυχη̃ς |
7 μετ' εὐνοίας δουλεύοντες ὡς τω̨̃ κυρίω̨ καὶ οὐκ ἀνθρώποις |
8 εἰδότες ὅτι ἕκαστος ἐάν τι ποιήση̨ ἀγαθόν του̃το κομίσεται παρὰ κυρίου εἴτε δου̃λος εἴτε ἐλεύθερος |
9 καὶ οἱ κύριοι τὰ αὐτὰ ποιει̃τε πρòς αὐτούς ἀνιέντες τὴν ἀπειλήν εἰδότες ὅτι καὶ αὐτω̃ν καὶ ὑμω̃ν ὁ κύριός ἐστιν ἐν οὐρανοι̃ς καὶ προσωπολημψία οὐκ ἔστιν παρ' αὐτω̨̃ |
10 του̃ λοιπου̃ ἐνδυναμου̃σθε ἐν κυρίω̨ καὶ ἐν τω̨̃ κράτει τη̃ς ἰσχύος αὐτου̃ |
11 ἐνδύσασθε τὴν πανοπλίαν του̃ θεου̃ πρòς τò δύνασθαι ὑμα̃ς στη̃ναι πρòς τὰς μεθοδείας του̃ διαβόλου |
12 ὅτι οὐκ ἔστιν ἡμι̃ν ἡ πάλη πρòς αἱ̃μα καὶ σάρκα ἀλλὰ πρòς τὰς ἀρχάς πρòς τὰς ἐξουσίας πρòς τοὺς κοσμοκράτορας του̃ σκότους τούτου πρòς τὰ πνευματικὰ τη̃ς πονηρίας ἐν τοι̃ς ἐπουρανίοις |
13 διὰ του̃το ἀναλάβετε τὴν πανοπλίαν του̃ θεου̃ ἵνα δυνηθη̃τε ἀντιστη̃ναι ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ πονηρα̨̃ καὶ ἅπαντα κατεργασάμενοι στη̃ναι |
14 στη̃τε οὐ̃ν περιζωσάμενοι τὴν ὀσφὺν ὑμω̃ν ἐν ἀληθεία̨ καὶ ἐνδυσάμενοι τòν θώρακα τη̃ς δικαιοσύνης |
15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασία̨ του̃ εὐαγγελίου τη̃ς εἰρήνης |
16 ἐν πα̃σιν ἀναλαβόντες τòν θυρεòν τη̃ς πίστεως ἐν ὡ̨̃ δυνήσεσθε πάντα τὰ βέλη του̃ πονηρου̃ τὰ πεπυρωμένα σβέσαι |
17 καὶ τὴν περικεφαλαίαν του̃ σωτηρίου δέξασθε καὶ τὴν μάχαιραν του̃ πνεύματος ὅ ἐστιν ῥη̃μα θεου̃ |
18 διὰ πάσης προσευχη̃ς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρω̨̃ ἐν πνεύματι καὶ εἰς αὐτò ἀγρυπνου̃ντες ἐν πάση̨ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τω̃ν ἁγίων |
19 καὶ ὑπὲρ ἐμου̃ ἵνα μοι δοθη̨̃ λόγος ἐν ἀνοίξει του̃ στόματός μου ἐν παρρησία̨ γνωρίσαι τò μυστήριον του̃ εὐαγγελίου |
20 ὑπὲρ οὑ̃ πρεσβεύω ἐν ἁλύσει ἵνα ἐν αὐτω̨̃ παρρησιάσωμαι ὡς δει̃ με λαλη̃σαι |
21 ἵνα δὲ εἰδη̃τε καὶ ὑμει̃ς τὰ κατ' ἐμέ τί πράσσω πάντα γνωρίσει ὑμι̃ν τυχικòς ὁ ἀγαπητòς ἀδελφòς καὶ πιστòς διάκονος ἐν κυρίω̨ |
22 ὃν ἔπεμψα πρòς ὑμα̃ς εἰς αὐτò του̃το ἵνα γνω̃τε τὰ περὶ ἡμω̃ν καὶ παρακαλέση̨ τὰς καρδίας ὑμω̃ν |
23 εἰρήνη τοι̃ς ἀδελφοι̃ς καὶ ἀγάπη μετὰ πίστεως ἀπò θεου̃ πατρòς καὶ κυρίου ’Ιησου̃ Χριστου̃ |
24 ἡ χάρις μετὰ πάντων τω̃ν ἀγαπώντων τòν κύριον ἡμω̃ν ’Ιησου̃ν Χριστòν ἐν ἀφθαρσία̨ |