1 παρακαλω̃ οὐ̃ν ὑμα̃ς ἐγὼ ὁ δέσμιος ἐν κυρίω̨ ἀξίως περιπατη̃σαι τη̃ς κλήσεως ἡ̃ς ἐκλήθητε |
2 μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπη̨ |
3 σπουδάζοντες τηρει̃ν τὴν ἑνότητα του̃ πνεύματος ἐν τω̨̃ συνδέσμω̨ τη̃ς εἰρήνης |
4 ἓν σω̃μα καὶ ἓν πνευ̃μα καθὼς καὶ ἐκλήθητε ἐν μια̨̃ ἐλπίδι τη̃ς κλήσεως ὑμω̃ν |
5 εἱ̃ς κύριος μία πίστις ἓν βάπτισμα |
6 εἱ̃ς θεòς καὶ πατὴρ πάντων ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πα̃σιν |
7 ἑνὶ δὲ ἑκάστω̨ ἡμω̃ν ἐδόθη ἡ χάρις κατὰ τò μέτρον τη̃ς δωρεα̃ς του̃ Χριστου̃ |
8 διò λέγει ἀναβὰς εἰς ὕψος ἠ̨χμαλώτευσεν αἰχμαλωσίαν ἔδωκεν δόματα τοι̃ς ἀνθρώποις |
9 τò δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τη̃ς γη̃ς |
10 ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τω̃ν οὐρανω̃ν ἵνα πληρώση̨ τὰ πάντα |
11 καὶ αὐτòς ἔδωκεν τοὺς μὲν ἀποστόλους τοὺς δὲ προφήτας τοὺς δὲ εὐαγγελιστάς τοὺς δὲ ποιμένας καὶ διδασκάλους |
12 πρòς τòν καταρτισμòν τω̃ν ἁγίων εἰς ἔργον διακονίας εἰς οἰκοδομὴν του̃ σώματος του̃ Χριστου̃ |
13 μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τη̃ς πίστεως καὶ τη̃ς ἐπιγνώσεως του̃ υἱου̃ του̃ θεου̃ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας του̃ πληρώματος του̃ Χριστου̃ |
14 ἵνα μηκέτι ὠ̃μεν νήπιοι κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμω̨ τη̃ς διδασκαλίας ἐν τη̨̃ κυβεία̨ τω̃ν ἀνθρώπων ἐν πανουργία̨ πρòς τὴν μεθοδείαν τη̃ς πλάνης |
15 ἀληθεύοντες δὲ ἐν ἀγάπη̨ αὐξήσωμεν εἰς αὐτòν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλή Χριστός |
16 ἐξ οὑ̃ πα̃ν τò σω̃μα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφη̃ς τη̃ς ἐπιχορηγίας κατ' ἐνέργειαν ἐν μέτρω̨ ἑνòς ἑκάστου μέρους τὴν αὔξησιν του̃ σώματος ποιει̃ται εἰς οἰκοδομὴν ἑαυτου̃ ἐν ἀγάπη̨ |
17 του̃το οὐ̃ν λέγω καὶ μαρτύρομαι ἐν κυρίω̨ μηκέτι ὑμα̃ς περιπατει̃ν καθὼς καὶ τὰ ἔθνη περιπατει̃ ἐν ματαιότητι του̃ νοòς αὐτω̃ν |
18 ἐσκοτωμένοι τη̨̃ διανοία̨ ὄντες ἀπηλλοτριωμένοι τη̃ς ζωη̃ς του̃ θεου̃ διὰ τὴν ἄγνοιαν τὴν οὐ̃σαν ἐν αὐτοι̃ς διὰ τὴν πώρωσιν τη̃ς καρδίας αὐτω̃ν |
19 οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τη̨̃ ἀσελγεία̨ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξία̨ |
20 ὑμει̃ς δὲ οὐχ οὕτως ἐμάθετε τòν Χριστόν |
21 εἴ γε αὐτòν ἠκούσατε καὶ ἐν αὐτω̨̃ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τω̨̃ ’Ιησου̃ |
22 ἀποθέσθαι ὑμα̃ς κατὰ τὴν προτέραν ἀναστροφὴν τòν παλαιòν ἄνθρωπον τòν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τη̃ς ἀπάτης |
23 ἀνανεου̃σθαι δὲ τω̨̃ πνεύματι του̃ νοòς ὑμω̃ν |
24 καὶ ἐνδύσασθαι τòν καινòν ἄνθρωπον τòν κατὰ θεòν κτισθέντα ἐν δικαιοσύνη̨ καὶ ὁσιότητι τη̃ς ἀληθείας |
25 διò ἀποθέμενοι τò ψευ̃δος λαλει̃τε ἀλήθειαν ἕκαστος μετὰ του̃ πλησίον αὐτου̃ ὅτι ἐσμὲν ἀλλήλων μέλη |
26 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τω̨̃ παροργισμω̨̃ ὑμω̃ν |
27 μηδὲ δίδοτε τόπον τω̨̃ διαβόλω̨ |
28 ὁ κλέπτων μηκέτι κλεπτέτω μα̃λλον δὲ κοπιάτω ἐργαζόμενος ται̃ς ἰδίαις χερσὶν τò ἀγαθόν ἵνα ἔχη̨ μεταδιδόναι τω̨̃ χρείαν ἔχοντι |
29 πα̃ς λόγος σαπρòς ἐκ του̃ στόματος ὑμω̃ν μὴ ἐκπορευέσθω ἀλλὰ εἴ τις ἀγαθòς πρòς οἰκοδομὴν τη̃ς χρείας ἵνα δω̨̃ χάριν τοι̃ς ἀκούουσιν |
30 καὶ μὴ λυπει̃τε τò πνευ̃μα τò ἅγιον του̃ θεου̃ ἐν ὡ̨̃ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως |
31 πα̃σα πικρία καὶ θυμòς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμω̃ν σὺν πάση̨ κακία̨ |
32 γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί εὔσπλαγχνοι χαριζόμενοι ἑαυτοι̃ς καθὼς καὶ ὁ θεòς ἐν Χριστω̨̃ ἐχαρίσατο ὑμι̃ν |