Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ, κεφαλίς 2

καὶ ὑμα̃ς ὄντας νεκροὺς τοι̃ς παραπτώμασιν καὶ ται̃ς ἁμαρτίαις ὑμω̃ν
ἐν αἱ̃ς ποτε περιεπατήσατε κατὰ τòν αἰω̃να του̃ κόσμου τούτου κατὰ τòν ἄρχοντα τη̃ς ἐξουσίας του̃ ἀέρος του̃ πνεύματος του̃ νυ̃ν ἐνεργου̃ντος ἐν τοι̃ς υἱοι̃ς τη̃ς ἀπειθείας
ἐν οἱ̃ς καὶ ἡμει̃ς πάντες ἀνεστράφημέν ποτε ἐν ται̃ς ἐπιθυμίαις τη̃ς σαρκòς ἡμω̃ν ποιου̃ντες τὰ θελήματα τη̃ς σαρκòς καὶ τω̃ν διανοιω̃ν καὶ ἤμεθα τέκνα φύσει ὀργη̃ς ὡς καὶ οἱ λοιποί
ὁ δὲ θεòς πλούσιος ὢν ἐν ἐλέει διὰ τὴν πολλὴν ἀγάπην αὐτου̃ ἣν ἠγάπησεν ἡμα̃ς
καὶ ὄντας ἡμα̃ς νεκροὺς τοι̃ς παραπτώμασιν συνεζωοποίησεν τω̨̃ Χριστω̨̃ χάριτί ἐστε σεσω̨σμένοι
καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοι̃ς ἐπουρανίοις ἐν Χριστω̨̃ ’Ιησου̃
ἵνα ἐνδείξηται ἐν τοι̃ς αἰω̃σιν τοι̃ς ἐπερχομένοις τò ὑπερβάλλον πλου̃τος τη̃ς χάριτος αὐτου̃ ἐν χρηστότητι ἐφ' ἡμα̃ς ἐν Χριστω̨̃ ’Ιησου̃
τη̨̃ γὰρ χάριτί ἐστε σεσω̨σμένοι διὰ πίστεως καὶ του̃το οὐκ ἐξ ὑμω̃ν θεου̃ τò δω̃ρον
οὐκ ἐξ ἔργων ἵνα μή τις καυχήσηται
10 αὐτου̃ γάρ ἐσμεν ποίημα κτισθέντες ἐν Χριστω̨̃ ’Ιησου̃ ἐπὶ ἔργοις ἀγαθοι̃ς οἱ̃ς προητοίμασεν ὁ θεòς ἵνα ἐν αὐτοι̃ς περιπατήσωμεν
11 διò μνημονεύετε ὅτι ποτὲ ὑμει̃ς τὰ ἔθνη ἐν σαρκί οἱ λεγόμενοι ἀκροβυστία ὑπò τη̃ς λεγομένης περιτομη̃ς ἐν σαρκὶ χειροποιήτου
12 ὅτι ἠ̃τε τω̨̃ καιρω̨̃ ἐκείνω̨ χωρὶς Χριστου̃ ἀπηλλοτριωμένοι τη̃ς πολιτείας του̃ ’Ισραὴλ καὶ ξένοι τω̃ν διαθηκω̃ν τη̃ς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τω̨̃ κόσμω̨
13 νυνὶ δὲ ἐν Χριστω̨̃ ’Ιησου̃ ὑμει̃ς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τω̨̃ αἵματι του̃ Χριστου̃
14 αὐτòς γάρ ἐστιν ἡ εἰρήνη ἡμω̃ν ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τò μεσότοιχον του̃ φραγμου̃ λύσας τὴν ἔχθραν ἐν τη̨̃ σαρκὶ αὐτου̃
15 τòν νόμον τω̃ν ἐντολω̃ν ἐν δόγμασιν καταργήσας ἵνα τοὺς δύο κτίση̨ ἐν αὐτω̨̃ εἰς ἕνα καινòν ἄνθρωπον ποιω̃ν εἰρήνην
16 καὶ ἀποκαταλλάξη̨ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τω̨̃ θεω̨̃ διὰ του̃ σταυρου̃ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτω̨̃
17 καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμι̃ν τοι̃ς μακρὰν καὶ εἰρήνην τοι̃ς ἐγγύς
18 ὅτι δι' αὐτου̃ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρòς τòν πατέρα
19 ἄρα οὐ̃ν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ ἐστὲ συμπολι̃ται τω̃ν ἁγίων καὶ οἰκει̃οι του̃ θεου̃
20 ἐποικοδομηθέντες ἐπὶ τω̨̃ θεμελίω̨ τω̃ν ἀποστόλων καὶ προφητω̃ν ὄντος ἀκρογωνιαίου αὐτου̃ Χριστου̃ ’Ιησου̃
21 ἐν ὡ̨̃ πα̃σα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναòν ἅγιον ἐν κυρίω̨
22 ἐν ὡ̨̃ καὶ ὑμει̃ς συνοικοδομει̃σθε εἰς κατοικητήριον του̃ θεου̃ ἐν πνεύματι
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.