Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΚΚΛΗΣΙΑΣΤΗΣ, κεφαλίς 3

1 τοι̃ς πα̃σιν χρόνος καὶ καιρὸς τω̨̃ παντὶ πράγματι ὑπὸ τὸν οὐρανόν
2 καιρὸς του̃ τεκει̃ν καὶ καιρὸς του̃ ἀποθανει̃ν καιρὸς του̃ φυτευ̃σαι καὶ καιρὸς του̃ ἐκτι̃λαι πεφυτευμένον
3 καιρὸς του̃ ἀποκτει̃ναι καὶ καιρὸς του̃ ἰάσασθαι καιρὸς του̃ καθελει̃ν καὶ καιρὸς του̃ οἰκοδομη̃σαι
4 καιρὸς του̃ κλαυ̃σαι καὶ καιρὸς του̃ γελάσαι καιρὸς του̃ κόψασθαι καὶ καιρὸς του̃ ὀρχήσασθαι
5 καιρὸς του̃ βαλει̃ν λίθους καὶ καιρὸς του̃ συναγαγει̃ν λίθους καιρὸς του̃ περιλαβει̃ν καὶ καιρὸς του̃ μακρυνθη̃ναι ἀπὸ περιλήμψεως
6 καιρὸς του̃ ζητη̃σαι καὶ καιρὸς του̃ ἀπολέσαι καιρὸς του̃ φυλάξαι καὶ καιρὸς του̃ ἐκβαλει̃ν
7 καιρὸς του̃ ῥη̃ξαι καὶ καιρὸς του̃ ῥάψαι καιρὸς του̃ σιγα̃ν καὶ καιρὸς του̃ λαλει̃ν
8 καιρὸς του̃ φιλη̃σαι καὶ καιρὸς του̃ μιση̃σαι καιρὸς πολέμου καὶ καιρὸς εἰρήνης
9 τίς περισσεία του̃ ποιου̃ντος ἐν οἱ̃ς αὐτὸς μοχθει̃
10 εἰ̃δον σὺν τὸν περισπασμόν ὃν ἔδωκεν ὁ θεὸς τοι̃ς υἱοι̃ς του̃ ἀνθρώπου του̃ περισπα̃σθαι ἐν αὐτω̨̃
11 σὺν τὰ πάντα ἐποίησεν καλὰ ἐν καιρω̨̃ αὐτου̃ καί γε σὺν τὸν αἰω̃να ἔδωκεν ἐν καρδία̨ αὐτω̃ν ὅπως μὴ εὕρη̨ ὁ ἄνθρωπος τὸ ποίημα ὃ ἐποίησεν ὁ θεός ἀπ' ἀρχη̃ς καὶ μέχρι τέλους
12 ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοι̃ς εἰ μὴ του̃ εὐφρανθη̃ναι καὶ του̃ ποιει̃ν ἀγαθὸν ἐν ζωη̨̃ αὐτου̃
13 καί γε πα̃ς ὁ ἄνθρωπος ὃς φάγεται καὶ πίεται καὶ ἴδη̨ ἀγαθὸν ἐν παντὶ μόχθω̨ αὐτου̃ δόμα θεου̃ ἐστιν
14 ἔγνων ὅτι πάντα ὅσα ἐποίησεν ὁ θεός αὐτὰ ἔσται εἰς τὸν αἰω̃να ἐπ' αὐτω̨̃ οὐκ ἔστιν προσθει̃ναι καὶ ἀπ' αὐτου̃ οὐκ ἔστιν ἀφελει̃ν καὶ ὁ θεὸς ἐποίησεν ἵνα φοβηθω̃σιν ἀπὸ προσώπου αὐτου̃
15 τὸ γενόμενον ἤδη ἐστίν καὶ ὅσα του̃ γίνεσθαι ἤδη γέγονεν καὶ ὁ θεὸς ζητήσει τὸν διωκόμενον
16 καὶ ἔτι εἰ̃δον ὑπὸ τὸν ἥλιον τόπον τη̃ς κρίσεως ἐκει̃ ὁ ἀσεβής καὶ τόπον του̃ δικαίου ἐκει̃ ὁ ἀσεβής
17 εἰ̃πα ἐγὼ ἐν καρδία̨ μου σὺν τὸν δίκαιον καὶ σὺν τὸν ἀσεβη̃ κρινει̃ ὁ θεός ὅτι καιρὸς τω̨̃ παντὶ πράγματι καὶ ἐπὶ παντὶ τω̨̃ ποιήματι
18 ἐκει̃ εἰ̃πα ἐγὼ ἐν καρδία̨ μου περὶ λαλια̃ς υἱω̃ν του̃ ἀνθρώπου ὅτι διακρινει̃ αὐτοὺς ὁ θεός καὶ του̃ δει̃ξαι ὅτι αὐτοὶ κτήνη εἰσὶν καί γε αὐτοι̃ς
19 ὅτι συνάντημα υἱω̃ν του̃ ἀνθρώπου καὶ συνάντημα του̃ κτήνους συνάντημα ἓν αὐτοι̃ς ὡς ὁ θάνατος τούτου οὕτως ὁ θάνατος τούτου καὶ πνευ̃μα ἓν τοι̃ς πα̃σιν καὶ τί ἐπερίσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτη̃νος οὐδέν ὅτι τὰ πάντα ματαιότης
20 τὰ πάντα πορεύεται εἰς τόπον ἕνα τὰ πάντα ἐγένετο ἀπὸ του̃ χοός καὶ τὰ πάντα ἐπιστρέφει εἰς τὸν χου̃ν
21 καὶ τίς οἰ̃δεν πνευ̃μα υἱω̃ν του̃ ἀνθρώπου εἰ ἀναβαίνει αὐτὸ εἰς ἄνω καὶ πνευ̃μα του̃ κτήνους εἰ καταβαίνει αὐτὸ κάτω εἰς γη̃ν
22 καὶ εἰ̃δον ὅτι οὐκ ἔστιν ἀγαθὸν εἰ μὴ ὃ εὐφρανθήσεται ὁ ἄνθρωπος ἐν ποιήμασιν αὐτου̃ ὅτι αὐτὸ μερὶς αὐτου̃ ὅτι τίς ἄξει αὐτὸν του̃ ἰδει̃ν ἐν ὡ̨̃ ἐὰν γένηται μετ' αὐτόν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.