Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΚΚΛΗΣΙΑΣΤΗΣ, κεφαλίς 2,  στἰχοι 3-11

3 κατεσκεψάμην ἐν καρδία̨ μου του̃ ἑλκύσαι εἰς οἰ̃νον τὴν σάρκα μου καὶ καρδία μου ὡδήγησεν ἐν σοφία̨ καὶ του̃ κρατη̃σαι ἐπ' ἀφροσύνη̨ ἕως οὑ̃ ἴδω ποι̃ον τὸ ἀγαθὸν τοι̃ς υἱοι̃ς του̃ ἀνθρώπου ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερω̃ν ζωη̃ς αὐτω̃ν
4 ἐμεγάλυνα ποίημά μου ὠ̨κοδόμησά μοι οἴκους ἐφύτευσά μοι ἀμπελω̃νας
5 ἐποίησά μοι κήπους καὶ παραδείσους καὶ ἐφύτευσα ἐν αὐτοι̃ς ξύλον πα̃ν καρπου̃
6 ἐποίησά μοι κολυμβήθρας ὑδάτων του̃ ποτίσαι ἀπ' αὐτω̃ν δρυμὸν βλαστω̃ντα ξύλα
7 ἐκτησάμην δούλους καὶ παιδίσκας καὶ οἰκογενει̃ς ἐγένοντό μοι καί γε κτη̃σις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ιερουσαλημ
8 συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον καὶ περιουσιασμοὺς βασιλέων καὶ τω̃ν χωρω̃ν ἐποίησά μοι ἄ̨δοντας καὶ ἀ̨δούσας καὶ ἐντρυφήματα υἱω̃ν του̃ ἀνθρώπου οἰνοχόον καὶ οἰνοχόας
9 καὶ ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ιερουσαλημ καί γε σοφία μου ἐστάθη μοι
10 καὶ πα̃ν ὃ ἤ̨τησαν οἱ ὀφθαλμοί μου οὐχ ὑφει̃λον ἀπ' αὐτω̃ν οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθω̨ μου καὶ του̃το ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου
11 καὶ ἐπέβλεψα ἐγὼ ἐν πα̃σιν ποιήμασίν μου οἱ̃ς ἐποίησαν αἱ χει̃ρές μου καὶ ἐν μόχθω̨ ὡ̨̃ ἐμόχθησα του̃ ποιει̃ν καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος καὶ οὐκ ἔστιν περισσεία ὑπὸ τὸν ἥλιον
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.