Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΚΚΛΗΣΙΑΣΤΗΣ, κεφαλίς 2

1 εἰ̃πον ἐγὼ ἐν καρδία̨ μου δευ̃ρο δὴ πειράσω σε ἐν εὐφροσύνη̨ καὶ ἰδὲ ἐν ἀγαθω̨̃ καὶ ἰδοὺ καί γε του̃το ματαιότης
2 τω̨̃ γέλωτι εἰ̃πα περιφορὰν καὶ τη̨̃ εὐφροσύνη̨ τί του̃το ποιει̃ς
3 κατεσκεψάμην ἐν καρδία̨ μου του̃ ἑλκύσαι εἰς οἰ̃νον τὴν σάρκα μου καὶ καρδία μου ὡδήγησεν ἐν σοφία̨ καὶ του̃ κρατη̃σαι ἐπ' ἀφροσύνη̨ ἕως οὑ̃ ἴδω ποι̃ον τὸ ἀγαθὸν τοι̃ς υἱοι̃ς του̃ ἀνθρώπου ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερω̃ν ζωη̃ς αὐτω̃ν
4 ἐμεγάλυνα ποίημά μου ὠ̨κοδόμησά μοι οἴκους ἐφύτευσά μοι ἀμπελω̃νας
5 ἐποίησά μοι κήπους καὶ παραδείσους καὶ ἐφύτευσα ἐν αὐτοι̃ς ξύλον πα̃ν καρπου̃
6 ἐποίησά μοι κολυμβήθρας ὑδάτων του̃ ποτίσαι ἀπ' αὐτω̃ν δρυμὸν βλαστω̃ντα ξύλα
7 ἐκτησάμην δούλους καὶ παιδίσκας καὶ οἰκογενει̃ς ἐγένοντό μοι καί γε κτη̃σις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ιερουσαλημ
8 συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον καὶ περιουσιασμοὺς βασιλέων καὶ τω̃ν χωρω̃ν ἐποίησά μοι ἄ̨δοντας καὶ ἀ̨δούσας καὶ ἐντρυφήματα υἱω̃ν του̃ ἀνθρώπου οἰνοχόον καὶ οἰνοχόας
9 καὶ ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ιερουσαλημ καί γε σοφία μου ἐστάθη μοι
10 καὶ πα̃ν ὃ ἤ̨τησαν οἱ ὀφθαλμοί μου οὐχ ὑφει̃λον ἀπ' αὐτω̃ν οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθω̨ μου καὶ του̃το ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου
11 καὶ ἐπέβλεψα ἐγὼ ἐν πα̃σιν ποιήμασίν μου οἱ̃ς ἐποίησαν αἱ χει̃ρές μου καὶ ἐν μόχθω̨ ὡ̨̃ ἐμόχθησα του̃ ποιει̃ν καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος καὶ οὐκ ἔστιν περισσεία ὑπὸ τὸν ἥλιον
12 καὶ ἐπέβλεψα ἐγὼ του̃ ἰδει̃ν σοφίαν καὶ περιφορὰν καὶ ἀφροσύνην ὅτι τίς ὁ ἄνθρωπος ὃς ἐπελεύσεται ὀπίσω τη̃ς βουλη̃ς τὰ ὅσα ἐποίησεν αὐτήν
13 καὶ εἰ̃δον ἐγὼ ὅτι ἔστιν περισσεία τη̨̃ σοφία̨ ὑπὲρ τὴν ἀφροσύνην ὡς περισσεία του̃ φωτὸς ὑπὲρ τὸ σκότος
14 του̃ σοφου̃ οἱ ὀφθαλμοὶ αὐτου̃ ἐν κεφαλη̨̃ αὐτου̃ καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται καὶ ἔγνων καί γε ἐγὼ ὅτι συνάντημα ἓν συναντήσεται τοι̃ς πα̃σιν αὐτοι̃ς
15 καὶ εἰ̃πα ἐγὼ ἐν καρδία̨ μου ὡς συνάντημα του̃ ἄφρονος καί γε ἐμοὶ συναντήσεταί μοι καὶ ἵνα τί ἐσοφισάμην ἐγὼ τότε περισσὸν ἐλάλησα ἐν καρδία̨ μου διότι ἄφρων ἐκ περισσεύματος λαλει̃ ὅτι καί γε του̃το ματαιότης
16 ὅτι οὐκ ἔστιν μνήμη του̃ σοφου̃ μετὰ του̃ ἄφρονος εἰς αἰω̃να καθότι ἤδη αἱ ἡμέραι αἱ ἐρχόμεναι τὰ πάντα ἐπελήσθη καὶ πω̃ς ἀποθανει̃ται ὁ σοφὸς μετὰ του̃ ἄφρονος
17 καὶ ἐμίσησα σὺν τὴν ζωήν ὅτι πονηρὸν ἐπ' ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον ὅτι τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος
18 καὶ ἐμίσησα ἐγὼ σὺν πάντα μόχθον μου ὃν ἐγὼ μοχθω̃ ὑπὸ τὸν ἥλιον ὅτι ἀφίω αὐτὸν τω̨̃ ἀνθρώπω̨ τω̨̃ γινομένω̨ μετ' ἐμέ
19 καὶ τίς οἰ̃δεν εἰ σοφὸς ἔσται ἢ ἄφρων καὶ ἐξουσιάζεται ἐν παντὶ μόχθω̨ μου ὡ̨̃ ἐμόχθησα καὶ ὡ̨̃ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον καί γε του̃το ματαιότης
20 καὶ ἐπέστρεψα ἐγὼ του̃ ἀποτάξασθαι τη̨̃ καρδία̨ μου ἐπὶ παντὶ τω̨̃ μόχθω̨ ὡ̨̃ ἐμόχθησα ὑπὸ τὸν ἥλιον
21 ὅτι ἔστιν ἄνθρωπος οὑ̃ μόχθος αὐτου̃ ἐν σοφία̨ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρεία̨ καὶ ἄνθρωπος ὃς οὐκ ἐμόχθησεν ἐν αὐτω̨̃ δώσει αὐτω̨̃ μερίδα αὐτου̃ καί γε του̃το ματαιότης καὶ πονηρία μεγάλη
22 ὅτι τί γίνεται τω̨̃ ἀνθρώπω̨ ἐν παντὶ μόχθω̨ αὐτου̃ καὶ ἐν προαιρέσει καρδίας αὐτου̃ ὡ̨̃ αὐτὸς μοχθει̃ ὑπὸ τὸν ἥλιον
23 ὅτι πα̃σαι αἱ ἡμέραι αὐτου̃ ἀλγημάτων καὶ θυμου̃ περισπασμὸς αὐτου̃ καί γε ἐν νυκτὶ οὐ κοιμα̃ται ἡ καρδία αὐτου̃ καί γε του̃το ματαιότης ἐστίν
24 οὐκ ἔστιν ἀγαθὸν ἐν ἀνθρώπω̨ ὃ φάγεται καὶ ὃ πίεται καὶ ὃ δείξει τη̨̃ ψυχη̨̃ αὐτου̃ ἀγαθὸν ἐν μόχθω̨ αὐτου̃ καί γε του̃το εἰ̃δον ἐγὼ ὅτι ἀπὸ χειρὸς του̃ θεου̃ ἐστιν
25 ὅτι τίς φάγεται καὶ τίς φείσεται πάρεξ αὐτου̃
26 ὅτι τω̨̃ ἀνθρώπω̨ τω̨̃ ἀγαθω̨̃ πρὸ προσώπου αὐτου̃ ἔδωκεν σοφίαν καὶ γνω̃σιν καὶ εὐφροσύνην καὶ τω̨̃ ἁμαρτάνοντι ἔδωκεν περισπασμὸν του̃ προσθει̃ναι καὶ του̃ συναγαγει̃ν του̃ δου̃ναι τω̨̃ ἀγαθω̨̃ πρὸ προσώπου του̃ θεου̃ ὅτι καί γε του̃το ματαιότης καὶ προαίρεσις πνεύματος
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.