1 καὶ ἔσται ὡς ἂν ἔλθωσιν ἐπὶ σὲ πάντα τὰ ῥήματα ταυ̃τα ἡ εὐλογία καὶ ἡ κατάρα ἣν ἔδωκα πρὸ προσώπου σου καὶ δέξη̨ εἰς τὴν καρδίαν σου ἐν πα̃σιν τοι̃ς ἔθνεσιν οὑ̃ ἐάν σε διασκορπίση̨ κύριος ἐκει̃ |
2 καὶ ἐπιστραφήση̨ ἐπὶ κύριον τὸν θεόν σου καὶ ὑπακούση̨ τη̃ς φωνη̃ς αὐτου̃ κατὰ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐξ ὅλης τη̃ς καρδίας σου καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς σου |
3 καὶ ἰάσεται κύριος τὰς ἁμαρτίας σου καὶ ἐλεήσει σε καὶ πάλιν συνάξει σε ἐκ πάντων τω̃ν ἐθνω̃ν εἰς οὓς διεσκόρπισέν σε κύριος ἐκει̃ |
4 ἐὰν ἠ̨̃ ἡ διασπορά σου ἀπ' ἄκρου του̃ οὐρανου̃ ἕως ἄκρου του̃ οὐρανου̃ ἐκει̃θεν συνάξει σε κύριος ὁ θεός σου καὶ ἐκει̃θεν λήμψεταί σε κύριος ὁ θεός σου |
5 καὶ εἰσάξει σε κύριος ὁ θεός σου εἰς τὴν γη̃ν ἣν ἐκληρονόμησαν οἱ πατέρες σου καὶ κληρονομήσεις αὐτήν καὶ εὐ̃ σε ποιήσει καὶ πλεοναστόν σε ποιήσει ὑπὲρ τοὺς πατέρας σου |
6 καὶ περικαθαριει̃ κύριος τὴν καρδίαν σου καὶ τὴν καρδίαν του̃ σπέρματός σου ἀγαπα̃ν κύριον τὸν θεόν σου ἐξ ὅλης τη̃ς καρδίας σου καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς σου ἵνα ζη̨̃ς σύ |
7 καὶ δώσει κύριος ὁ θεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἐπὶ τοὺς μισου̃ντάς σε οἳ ἐδίωξάν σε |
8 καὶ σὺ ἐπιστραφήση̨ καὶ εἰσακούση̨ τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου καὶ ποιήσεις τὰς ἐντολὰς αὐτου̃ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον |
9 καὶ πολυωρήσει σε κύριος ὁ θεός σου ἐν παντὶ ἔργω̨ τω̃ν χειρω̃ν σου ἐν τοι̃ς ἐκγόνοις τη̃ς κοιλίας σου καὶ ἐν τοι̃ς γενήμασιν τη̃ς γη̃ς σου καὶ ἐν τοι̃ς ἐκγόνοις τω̃ν κτηνω̃ν σου ὅτι ἐπιστρέψει κύριος ὁ θεός σου εὐφρανθη̃ναι ἐπὶ σὲ εἰς ἀγαθά καθότι ηὐφράνθη ἐπὶ τοι̃ς πατράσιν σου |
10 ἐὰν εἰσακούση̨ς τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου φυλάσσεσθαι καὶ ποιει̃ν πάσας τὰς ἐντολὰς αὐτου̃ καὶ τὰ δικαιώματα αὐτου̃ καὶ τὰς κρίσεις αὐτου̃ τὰς γεγραμμένας ἐν τω̨̃ βιβλίω̨ του̃ νόμου τούτου ἐὰν ἐπιστραφη̨̃ς ἐπὶ κύριον τὸν θεόν σου ἐξ ὅλης τη̃ς καρδίας σου καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς σου |
11 ὅτι ἡ ἐντολὴ αὕτη ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον οὐχ ὑπέρογκός ἐστιν οὐδὲ μακρὰν ἀπὸ σου̃ |
12 οὐκ ἐν τω̨̃ οὐρανω̨̃ ἄνω ἐστὶν λέγων τίς ἀναβήσεται ἡμι̃ν εἰς τὸν οὐρανὸν καὶ λήμψεται αὐτὴν ἡμι̃ν καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν |
13 οὐδὲ πέραν τη̃ς θαλάσσης ἐστὶν λέγων τίς διαπεράσει ἡμι̃ν εἰς τὸ πέραν τη̃ς θαλάσσης καὶ λήμψεται ἡμι̃ν αὐτήν καὶ ἀκουστὴν ἡμι̃ν ποιήσει αὐτήν καὶ ποιήσομεν |
14 ἔστιν σου ἐγγὺς τὸ ῥη̃μα σφόδρα ἐν τω̨̃ στόματί σου καὶ ἐν τη̨̃ καρδία̨ σου καὶ ἐν ται̃ς χερσίν σου αὐτὸ ποιει̃ν |
15 ἰδοὺ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον τὸ ἀγαθὸν καὶ τὸ κακόν |
16 ἐὰν εἰσακούση̨ς τὰς ἐντολὰς κυρίου του̃ θεου̃ σου ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἀγαπα̃ν κύριον τὸν θεόν σου πορεύεσθαι ἐν πάσαις ται̃ς ὁδοι̃ς αὐτου̃ φυλάσσεσθαι τὰ δικαιώματα αὐτου̃ καὶ τὰς κρίσεις αὐτου̃ καὶ ζήσεσθε καὶ πολλοὶ ἔσεσθε καὶ εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πάση̨ τη̨̃ γη̨̃ εἰς ἣν εἰσπορεύη̨ ἐκει̃ κληρονομη̃σαι αὐτήν |
17 καὶ ἐὰν μεταστη̨̃ ἡ καρδία σου καὶ μὴ εἰσακούση̨ς καὶ πλανηθεὶς προσκυνήση̨ς θεοι̃ς ἑτέροις καὶ λατρεύση̨ς αὐτοι̃ς |
18 ἀναγγέλλω σοι σήμερον ὅτι ἀπωλεία̨ ἀπολει̃σθε καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι εἰς ἣν ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην ἐκει̃ κληρονομη̃σαι αὐτήν |
19 διαμαρτύρομαι ὑμι̃ν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γη̃ν τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμω̃ν τὴν εὐλογίαν καὶ τὴν κατάραν ἔκλεξαι τὴν ζωήν ἵνα ζη̨̃ς σὺ καὶ τὸ σπέρμα σου |
20 ἀγαπα̃ν κύριον τὸν θεόν σου εἰσακούειν τη̃ς φωνη̃ς αὐτου̃ καὶ ἔχεσθαι αὐτου̃ ὅτι του̃το ἡ ζωή σου καὶ ἡ μακρότης τω̃ν ἡμερω̃ν σου κατοικει̃ν σε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ὤμοσεν κύριος τοι̃ς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δου̃ναι αὐτοι̃ς |