1 οὑ̃τοι οἱ λόγοι τη̃ς διαθήκης οὓς ἐνετείλατο κύριος Μωυση̨̃ στη̃σαι τοι̃ς υἱοι̃ς Ισραηλ ἐν γη̨̃ Μωαβ πλὴν τη̃ς διαθήκης ἡ̃ς διέθετο αὐτοι̃ς ἐν Χωρηβ |
2 καὶ ἐκάλεσεν Μωυση̃ς πάντας τοὺς υἱοὺς Ισραηλ καὶ εἰ̃πεν πρὸς αὐτούς ὑμει̃ς ἑωράκατε πάντα ὅσα ἐποίησεν κύριος ἐν γη̨̃ Αἰγύπτω̨ ἐνώπιον ὑμω̃ν Φαραω καὶ τοι̃ς θεράπουσιν αὐτου̃ καὶ πάση̨ τη̨̃ γη̨̃ αὐτου̃ |
3 τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου τὰ σημει̃α καὶ τὰ τέρατα τὰ μεγάλα ἐκει̃να |
4 καὶ οὐκ ἔδωκεν κύριος ὁ θεὸς ὑμι̃ν καρδίαν εἰδέναι καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὠ̃τα ἀκούειν ἕως τη̃ς ἡμέρας ταύτης |
5 καὶ ἤγαγεν ὑμα̃ς τεσσαράκοντα ἔτη ἐν τη̨̃ ἐρήμω̨ οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμω̃ν καὶ τὰ ὑποδήματα ὑμω̃ν οὐ κατετρίβη ἀπὸ τω̃ν ποδω̃ν ὑμω̃ν |
6 ἄρτον οὐκ ἐφάγετε οἰ̃νον καὶ σικερα οὐκ ἐπίετε ἵνα γνω̃τε ὅτι οὑ̃τος κύριος ὁ θεὸς ὑμω̃ν |
7 καὶ ἤλθετε ἕως του̃ τόπου τούτου καὶ ἐξη̃λθεν Σηων βασιλεὺς Εσεβων καὶ Ωγ βασιλεὺς τη̃ς Βασαν εἰς συνάντησιν ἡμι̃ν ἐν πολέμω̨ καὶ ἐπατάξαμεν αὐτοὺς |
8 καὶ ἐλάβομεν τὴν γη̃ν αὐτω̃ν καὶ ἔδωκα αὐτὴν ἐν κλήρω̨ τω̨̃ Ρουβην καὶ τω̨̃ Γαδδι καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση |
9 καὶ φυλάξεσθε ποιει̃ν πάντας τοὺς λόγους τη̃ς διαθήκης ταύτης ἵνα συνη̃τε πάντα ὅσα ποιήσετε |
10 ὑμει̃ς ἑστήκατε πάντες σήμερον ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν οἱ ἀρχίφυλοι ὑμω̃ν καὶ ἡ γερουσία ὑμω̃ν καὶ οἱ κριταὶ ὑμω̃ν καὶ οἱ γραμματοεισαγωγει̃ς ὑμω̃ν πα̃ς ἀνὴρ Ισραηλ |
11 αἱ γυναι̃κες ὑμω̃ν καὶ τὰ ἔκγονα ὑμω̃ν καὶ ὁ προσήλυτος ὁ ἐν μέσω̨ τη̃ς παρεμβολη̃ς ὑμω̃ν ἀπὸ ξυλοκόπου ὑμω̃ν καὶ ἕως ὑδροφόρου ὑμω̃ν |
12 παρελθει̃ν ἐν τη̨̃ διαθήκη̨ κυρίου του̃ θεου̃ σου καὶ ἐν ται̃ς ἀραι̃ς αὐτου̃ ὅσα κύριος ὁ θεός σου διατίθεται πρὸς σὲ σήμερον |
13 ἵνα στήση̨ σε αὐτω̨̃ εἰς λαόν καὶ αὐτὸς ἔσται σου θεός ὃν τρόπον εἰ̃πέν σοι καὶ ὃν τρόπον ὤμοσεν τοι̃ς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ |
14 καὶ οὐχ ὑμι̃ν μόνοις ἐγὼ διατίθεμαι τὴν διαθήκην ταύτην καὶ τὴν ἀρὰν ταύτην |
15 ἀλλὰ καὶ τοι̃ς ὡ̃δε οὐ̃σι μεθ' ἡμω̃ν σήμερον ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν καὶ τοι̃ς μὴ οὐ̃σιν μεθ' ἡμω̃ν ὡ̃δε σήμερον |
16 ὅτι ὑμει̃ς οἴδατε ὡς κατω̨κήσαμεν ἐν γη̨̃ Αἰγύπτω̨ καὶ παρήλθομεν ἐν μέσω̨ τω̃ν ἐθνω̃ν οὓς παρήλθετε |
17 καὶ εἴδετε τὰ βδελύγματα αὐτω̃ν καὶ τὰ εἴδωλα αὐτω̃ν ξύλον καὶ λίθον ἀργύριον καὶ χρυσίον ἅ ἐστιν παρ' αὐτοι̃ς |
18 μή τίς ἐστιν ἐν ὑμι̃ν ἀνὴρ ἢ γυνὴ ἢ πατριὰ ἢ φυλή τίνος ἡ διάνοια ἐξέκλινεν ἀπὸ κυρίου του̃ θεου̃ ὑμω̃ν πορεύεσθαι λατρεύειν τοι̃ς θεοι̃ς τω̃ν ἐθνω̃ν ἐκείνων μή τίς ἐστιν ἐν ὑμι̃ν ῥίζα ἄνω φύουσα ἐν χολη̨̃ καὶ πικρία̨ |
19 καὶ ἔσται ἐὰν ἀκούση̨ τὰ ῥήματα τη̃ς ἀρα̃ς ταύτης καὶ ἐπιφημίσηται ἐν τη̨̃ καρδία̨ αὐτου̃ λέγων ὅσιά μοι γένοιτο ὅτι ἐν τη̨̃ ἀποπλανήσει τη̃ς καρδίας μου πορεύσομαι ἵνα μὴ συναπολέση̨ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον |
20 οὐ μὴ θελήση̨ ὁ θεὸς εὐιλατευ̃σαι αὐτω̨̃ ἀλλ' ἢ τότε ἐκκαυθήσεται ὀργὴ κυρίου καὶ ὁ ζη̃λος αὐτου̃ ἐν τω̨̃ ἀνθρώπω̨ ἐκείνω̨ καὶ κολληθήσονται ἐν αὐτω̨̃ πα̃σαι αἱ ἀραὶ τη̃ς διαθήκης ταύτης αἱ γεγραμμέναι ἐν τω̨̃ βιβλίω̨ του̃ νόμου τούτου καὶ ἐξαλείψει κύριος τὸ ὄνομα αὐτου̃ ἐκ τη̃ς ὑπὸ τὸν οὐρανόν |
21 καὶ διαστελει̃ αὐτὸν κύριος εἰς κακὰ ἐκ πάντων τω̃ν υἱω̃ν Ισραηλ κατὰ πάσας τὰς ἀρὰς τη̃ς διαθήκης τὰς γεγραμμένας ἐν τω̨̃ βιβλίω̨ του̃ νόμου τούτου |
22 καὶ ἐρου̃σιν ἡ γενεὰ ἡ ἑτέρα οἱ υἱοὶ ὑμω̃ν οἳ ἀναστήσονται μεθ' ὑμα̃ς καὶ ὁ ἀλλότριος ὃς ἂν ἔλθη̨ ἐκ γη̃ς μακρόθεν καὶ ὄψονται τὰς πληγὰς τη̃ς γη̃ς ἐκείνης καὶ τὰς νόσους αὐτη̃ς ἃς ἀπέστειλεν κύριος ἐπ' αὐτήν |
23 θει̃ον καὶ ἅλα κατακεκαυμένον πα̃σα ἡ γη̃ αὐτη̃ς οὐ σπαρήσεται οὐδὲ ἀνατελει̃ οὐδὲ μὴ ἀναβη̨̃ ἐπ' αὐτὴν πα̃ν χλωρόν ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα Αδαμα καὶ Σεβωιμ ἃς κατέστρεψεν κύριος ἐν θυμω̨̃ καὶ ὀργη̨̃ |
24 καὶ ἐρου̃σιν πάντα τὰ ἔθνη διὰ τί ἐποίησεν κύριος οὕτως τη̨̃ γη̨̃ ταύτη̨ τίς ὁ θυμὸς τη̃ς ὀργη̃ς ὁ μέγας οὑ̃τος |
25 καὶ ἐρου̃σιν ὅτι κατελίποσαν τὴν διαθήκην κυρίου του̃ θεου̃ τω̃ν πατέρων αὐτω̃ν ἃ διέθετο τοι̃ς πατράσιν αὐτω̃ν ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου |
26 καὶ πορευθέντες ἐλάτρευσαν θεοι̃ς ἑτέροις καὶ προσεκύνησαν αὐτοι̃ς οἱ̃ς οὐκ ἠπίσταντο οὐδὲ διένειμεν αὐτοι̃ς |
27 καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐπὶ τὴν γη̃ν ἐκείνην ἐπαγαγει̃ν ἐπ' αὐτὴν κατὰ πάσας τὰς κατάρας τὰς γεγραμμένας ἐν τω̨̃ βιβλίω̨ του̃ νόμου τούτου |
28 καὶ ἐξη̃ρεν αὐτοὺς κύριος ἀπὸ τη̃ς γη̃ς αὐτω̃ν ἐν θυμω̨̃ καὶ ὀργη̨̃ καὶ παροξυσμω̨̃ μεγάλω̨ σφόδρα καὶ ἐξέβαλεν αὐτοὺς εἰς γη̃ν ἑτέραν ὡσεὶ νυ̃ν |
29 τὰ κρυπτὰ κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν τὰ δὲ φανερὰ ἡμι̃ν καὶ τοι̃ς τέκνοις ἡμω̃ν εἰς τὸν αἰω̃να ποιει̃ν πάντα τὰ ῥήματα του̃ νόμου τούτου |