Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 21

ἐὰν δὲ εὑρεθη̨̃ τραυματίας ἐν τη̨̃ γη̨̃ ἡ̨̃ κύριος ὁ θεός σου δίδωσίν σοι κληρονομη̃σαι πεπτωκὼς ἐν τω̨̃ πεδίω̨ καὶ οὐκ οἴδασιν τὸν πατάξαντα
ἐξελεύσεται ἡ γερουσία σου καὶ οἱ κριταί σου καὶ ἐκμετρήσουσιν ἐπὶ τὰς πόλεις τὰς κύκλω̨ του̃ τραυματίου
καὶ ἔσται ἡ πόλις ἡ ἐγγίζουσα τω̨̃ τραυματία̨ καὶ λήμψεται ἡ γερουσία τη̃ς πόλεως ἐκείνης δάμαλιν ἐκ βοω̃ν ἥτις οὐκ εἴργασται καὶ ἥτις οὐχ εἵλκυσεν ζυγόν
καὶ καταβιβάσουσιν ἡ γερουσία τη̃ς πόλεως ἐκείνης τὴν δάμαλιν εἰς φάραγγα τραχει̃αν ἥτις οὐκ εἴργασται οὐδὲ σπείρεται καὶ νευροκοπήσουσιν τὴν δάμαλιν ἐν τη̨̃ φάραγγι
καὶ προσελεύσονται οἱ ἱερει̃ς οἱ Λευι̃ται ὅτι αὐτοὺς ἐπέλεξεν κύριος ὁ θεός σου παρεστηκέναι αὐτω̨̃ καὶ εὐλογει̃ν ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ καὶ ἐπὶ τω̨̃ στόματι αὐτω̃ν ἔσται πα̃σα ἀντιλογία καὶ πα̃σα ἁφή
καὶ πα̃σα ἡ γερουσία τη̃ς πόλεως ἐκείνης οἱ ἐγγίζοντες τω̨̃ τραυματία̨ νίψονται τὰς χει̃ρας ἐπὶ τὴν κεφαλὴν τη̃ς δαμάλεως τη̃ς νενευροκοπημένης ἐν τη̨̃ φάραγγι
καὶ ἀποκριθέντες ἐρου̃σιν αἱ χει̃ρες ἡμω̃ν οὐκ ἐξέχεαν τὸ αἱ̃μα του̃το καὶ οἱ ὀφθαλμοὶ ἡμω̃ν οὐχ ἑωράκασιν
ἵλεως γενου̃ τω̨̃ λαω̨̃ σου Ισραηλ οὓς ἐλυτρώσω κύριε ἐκ γη̃ς Αἰγύπτου ἵνα μὴ γένηται αἱ̃μα ἀναίτιον ἐν τω̨̃ λαω̨̃ σου Ισραηλ καὶ ἐξιλασθήσεται αὐτοι̃ς τὸ αἱ̃μα
σὺ δὲ ἐξαρει̃ς τὸ αἱ̃μα τὸ ἀναίτιον ἐξ ὑμω̃ν αὐτω̃ν ἐὰν ποιήση̨ς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἔναντι κυρίου του̃ θεου̃ σου
10 ἐὰν δὲ ἐξελθὼν εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ παραδω̨̃ σοι κύριος ὁ θεός σου εἰς τὰς χει̃ράς σου καὶ προνομεύσεις τὴν προνομὴν αὐτω̃ν
11 καὶ ἴδη̨ς ἐν τη̨̃ προνομη̨̃ γυναι̃κα καλὴν τω̨̃ εἴδει καὶ ἐνθυμηθη̨̃ς αὐτη̃ς καὶ λάβη̨ς αὐτὴν σαυτω̨̃ γυναι̃κα
12 καὶ εἰσάξεις αὐτὴν ἔνδον εἰς τὴν οἰκίαν σου καὶ ξυρήσεις τὴν κεφαλὴν αὐτη̃ς καὶ περιονυχιει̃ς αὐτὴν
13 καὶ περιελει̃ς τὰ ἱμάτια τη̃ς αἰχμαλωσίας αὐτη̃ς ἀπ' αὐτη̃ς καὶ καθίεται ἐν τη̨̃ οἰκία̨ σου καὶ κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας καὶ μετὰ ταυ̃τα εἰσελεύση̨ πρὸς αὐτὴν καὶ συνοικισθήση̨ αὐτη̨̃ καὶ ἔσται σου γυνή
14 καὶ ἔσται ἐὰν μὴ θέλη̨ς αὐτήν ἐξαποστελει̃ς αὐτὴν ἐλευθέραν καὶ πράσει οὐ πραθήσεται ἀργυρίου οὐκ ἀθετήσεις αὐτήν διότι ἐταπείνωσας αὐτήν
15 ἐὰν δὲ γένωνται ἀνθρώπω̨ δύο γυναι̃κες μία αὐτω̃ν ἠγαπημένη καὶ μία αὐτω̃ν μισουμένη καὶ τέκωσιν αὐτω̨̃ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη καὶ γένηται υἱὸς πρωτότοκος τη̃ς μισουμένης
16 καὶ ἔσται ἡ̨̃ ἂν ἡμέρα̨ κατακληροδοτη̨̃ τοι̃ς υἱοι̃ς αὐτου̃ τὰ ὑπάρχοντα αὐτου̃ οὐ δυνήσεται πρωτοτοκευ̃σαι τω̨̃ υἱω̨̃ τη̃ς ἠγαπημένης ὑπεριδὼν τὸν υἱὸν τη̃ς μισουμένης τὸν πρωτότοκον
17 ἀλλὰ τὸν πρωτότοκον υἱὸν τη̃ς μισουμένης ἐπιγνώσεται δου̃ναι αὐτω̨̃ διπλα̃ ἀπὸ πάντων ὡ̃ν ἂν εὑρεθη̨̃ αὐτω̨̃ ὅτι οὑ̃τός ἐστιν ἀρχὴ τέκνων αὐτου̃ καὶ τούτω̨ καθήκει τὰ πρωτοτόκια
18 ἐὰν δέ τινι ἠ̨̃ υἱὸς ἀπειθὴς καὶ ἐρεθιστὴς οὐχ ὑπακούων φωνὴν πατρὸς καὶ φωνὴν μητρὸς καὶ παιδεύσωσιν αὐτὸν καὶ μὴ εἰσακούη̨ αὐτω̃ν
19 καὶ συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ καὶ ἐξάξουσιν αὐτὸν ἐπὶ τὴν γερουσίαν τη̃ς πόλεως αὐτου̃ καὶ ἐπὶ τὴν πύλην του̃ τόπου αὐτου̃
20 καὶ ἐρου̃σιν τοι̃ς ἀνδράσιν τη̃ς πόλεως αὐτω̃ν ὁ υἱὸς ἡμω̃ν οὑ̃τος ἀπειθει̃ καὶ ἐρεθίζει οὐχ ὑπακούει τη̃ς φωνη̃ς ἡμω̃ν συμβολοκοπω̃ν οἰνοφλυγει̃
21 καὶ λιθοβολήσουσιν αὐτὸν οἱ ἄνδρες τη̃ς πόλεως αὐτου̃ ἐν λίθοις καὶ ἀποθανει̃ται καὶ ἐξαρει̃ς τὸν πονηρὸν ἐξ ὑμω̃ν αὐτω̃ν καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται
22 ἐὰν δὲ γένηται ἔν τινι ἁμαρτία κρίμα θανάτου καὶ ἀποθάνη̨ καὶ κρεμάσητε αὐτὸν ἐπὶ ξύλου
23 οὐκ ἐπικοιμηθήσεται τὸ σω̃μα αὐτου̃ ἐπὶ του̃ ξύλου ἀλλὰ ταφη̨̃ θάψετε αὐτὸν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅτι κεκατηραμένος ὑπὸ θεου̃ πα̃ς κρεμάμενος ἐπὶ ξύλου καὶ οὐ μιανει̃τε τὴν γη̃ν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρω̨
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.