1 ἐὰν δὲ ἐξέλθη̨ς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἴδη̨ς ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονά σου οὐ φοβηθήση̨ ἀπ' αὐτω̃ν ὅτι κύριος ὁ θεός σου μετὰ σου̃ ὁ ἀναβιβάσας σε ἐκ γη̃ς Αἰγύπτου |
2 καὶ ἔσται ὅταν ἐγγίση̨ς τω̨̃ πολέμω̨ καὶ προσεγγίσας ὁ ἱερεὺς λαλήσει τω̨̃ λαω̨̃ |
3 καὶ ἐρει̃ πρὸς αὐτούς ἄκουε Ισραηλ ὑμει̃ς προσπορεύεσθε σήμερον εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς ὑμω̃ν μὴ ἐκλυέσθω ἡ καρδία ὑμω̃ν μὴ φοβει̃σθε μηδὲ θραύεσθε μηδὲ ἐκκλίνητε ἀπὸ προσώπου αὐτω̃ν |
4 ὅτι κύριος ὁ θεὸς ὑμω̃ν ὁ προπορευόμενος μεθ' ὑμω̃ν συνεκπολεμη̃σαι ὑμι̃ν τοὺς ἐχθροὺς ὑμω̃ν διασω̃σαι ὑμα̃ς |
5 καὶ λαλήσουσιν οἱ γραμματει̃ς πρὸς τὸν λαὸν λέγοντες τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτου̃ μὴ ἀποθάνη̨ ἐν τω̨̃ πολέμω̨ καὶ ἄνθρωπος ἕτερος ἐγκαινιει̃ αὐτήν |
6 καὶ τίς ὁ ἄνθρωπος ὅστις ἐφύτευσεν ἀμπελω̃να καὶ οὐκ εὐφράνθη ἐξ αὐτου̃ πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτου̃ μὴ ἀποθάνη̨ ἐν τω̨̃ πολέμω̨ καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτου̃ |
7 καὶ τίς ὁ ἄνθρωπος ὅστις μεμνήστευται γυναι̃κα καὶ οὐκ ἔλαβεν αὐτήν πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτου̃ μὴ ἀποθάνη̨ ἐν τω̨̃ πολέμω̨ καὶ ἄνθρωπος ἕτερος λήμψεται αὐτήν |
8 καὶ προσθήσουσιν οἱ γραμματει̃ς λαλη̃σαι πρὸς τὸν λαὸν καὶ ἐρου̃σιν τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τη̨̃ καρδία̨ πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτου̃ ἵνα μὴ δειλιάνη̨ τὴν καρδίαν του̃ ἀδελφου̃ αὐτου̃ ὥσπερ ἡ αὐτου̃ |
9 καὶ ἔσται ὅταν παύσωνται οἱ γραμματει̃ς λαλου̃ντες πρὸς τὸν λαόν καὶ καταστήσουσιν ἄρχοντας τη̃ς στρατια̃ς προηγουμένους του̃ λαου̃ |
10 ἐὰν δὲ προσέλθη̨ς πρὸς πόλιν ἐκπολεμη̃σαι αὐτήν καὶ ἐκκαλέση̨ αὐτοὺς μετ' εἰρήνης |
11 ἐὰν μὲν εἰρηνικὰ ἀποκριθω̃σίν σοι καὶ ἀνοίξωσίν σοι ἔσται πα̃ς ὁ λαὸς οἱ εὑρεθέντες ἐν αὐτη̨̃ ἔσονταί σοι φορολόγητοι καὶ ὑπήκοοί σου |
12 ἐὰν δὲ μὴ ὑπακούσωσίν σοι καὶ ποιήσωσιν πρὸς σὲ πόλεμον περικαθιει̃ς αὐτήν |
13 καὶ παραδώσει αὐτὴν κύριος ὁ θεός σου εἰς τὰς χει̃ράς σου καὶ πατάξεις πα̃ν ἀρσενικὸν αὐτη̃ς ἐν φόνω̨ μαχαίρας |
14 πλὴν τω̃ν γυναικω̃ν καὶ τη̃ς ἀποσκευη̃ς καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἂν ὑπάρχη̨ ἐν τη̨̃ πόλει καὶ πα̃σαν τὴν ἀπαρτίαν προνομεύσεις σεαυτω̨̃ καὶ φάγη̨ πα̃σαν τὴν προνομὴν τω̃ν ἐχθρω̃ν σου ὡ̃ν κύριος ὁ θεός σου δίδωσίν σοι |
15 οὕτως ποιήσεις πάσας τὰς πόλεις τὰς μακρὰν οὔσας ἀπὸ σου̃ σφόδρα αἳ οὐχὶ ἐκ τω̃ν πόλεων τω̃ν ἐθνω̃ν τούτων |
16 ἰδοὺ δὲ ἀπὸ τω̃ν πόλεων τω̃ν ἐθνω̃ν τούτων ὡ̃ν κύριος ὁ θεός σου δίδωσίν σοι κληρονομει̃ν τὴν γη̃ν αὐτω̃ν οὐ ζωγρήσετε ἀπ' αὐτω̃ν πα̃ν ἐμπνέον |
17 ἀλλ' ἢ ἀναθέματι ἀναθεματιει̃τε αὐτούς τὸν Χετται̃ον καὶ Αμορραι̃ον καὶ Χαναναι̃ον καὶ Φερεζαι̃ον καὶ Ευαι̃ον καὶ Ιεβουσαι̃ον καὶ Γεργεσαι̃ον ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου |
18 ἵνα μὴ διδάξωσιν ὑμα̃ς ποιει̃ν πάντα τὰ βδελύγματα αὐτω̃ν ὅσα ἐποίησαν τοι̃ς θεοι̃ς αὐτω̃ν καὶ ἁμαρτήσεσθε ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν |
19 ἐὰν δὲ περικαθίση̨ς περὶ πόλιν ἡμέρας πλείους ἐκπολεμη̃σαι αὐτὴν εἰς κατάλημψιν αὐτη̃ς οὐχὶ ἐξολεθρεύσεις τὰ δένδρα αὐτη̃ς ἐπιβαλει̃ν ἐπ' αὐτὰ σίδηρον ἀλλ' ἢ ἀπ' αὐτου̃ φάγη̨ αὐτὸ δὲ οὐκ ἐκκόψεις μὴ ἄνθρωπος τὸ ξύλον τὸ ἐν τω̨̃ ἀγρω̨̃ εἰσελθει̃ν ἀπὸ προσώπου σου εἰς τὸν χάρακα |
20 ἀλλὰ ξύλον ὃ ἐπίστασαι ὅτι οὐ καρπόβρωτόν ἐστιν του̃το ἐξολεθρεύσεις καὶ ἐκκόψεις καὶ οἰκοδομήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν ἥτις ποιει̃ πρὸς σὲ τὸν πόλεμον ἕως ἂν παραδοθη̨̃ |