Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 14

1 υἱοί ἐστε κυρίου του̃ θεου̃ ὑμω̃ν οὐ φοιβήσετε οὐκ ἐπιθήσετε φαλάκρωμα ἀνὰ μέσον τω̃ν ὀφθαλμω̃ν ὑμω̃ν ἐπὶ νεκρω̨̃
2 ὅτι λαὸς ἅγιος εἰ̃ κυρίω̨ τω̨̃ θεω̨̃ σου καὶ σὲ ἐξελέξατο κύριος ὁ θεός σου γενέσθαι σε αὐτω̨̃ λαὸν περιούσιον ἀπὸ πάντων τω̃ν ἐθνω̃ν τω̃ν ἐπὶ προσώπου τη̃ς γη̃ς
3 οὐ φάγεσθε πα̃ν βδέλυγμα
4 ταυ̃τα τὰ κτήνη ἃ φάγεσθε μόσχον ἐκ βοω̃ν καὶ ἀμνὸν ἐκ προβάτων καὶ χίμαρον ἐξ αἰγω̃ν
5 ἔλαφον καὶ δορκάδα καὶ βούβαλον καὶ τραγέλαφον καὶ πύγαργον ὄρυγα καὶ καμηλοπάρδαλιν
6 πα̃ν κτη̃νος διχηλου̃ν ὁπλὴν καὶ ὀνυχιστη̃ρας ὀνυχίζον δύο χηλω̃ν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοι̃ς κτήνεσιν ταυ̃τα φάγεσθε
7 καὶ ταυ̃τα οὐ φάγεσθε ἀπὸ τω̃ν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τω̃ν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστη̃ρας τὸν κάμηλον καὶ δασύποδα καὶ χοιρογρύλλιον ὅτι ἀνάγουσιν μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλου̃σιν ἀκάθαρτα ταυ̃τα ὑμι̃ν ἐστιν
8 καὶ τὸν ὑ̃ν ὅτι διχηλει̃ ὁπλὴν του̃το καὶ ὀνυχίζει ὄνυχας ὁπλη̃ς καὶ του̃το μηρυκισμὸν οὐ μαρυκα̃ται ἀκάθαρτον του̃το ὑμι̃ν ἀπὸ τω̃ν κρεω̃ν αὐτω̃ν οὐ φάγεσθε καὶ τω̃ν θνησιμαίων αὐτω̃ν οὐχ ἅψεσθε
9 καὶ ταυ̃τα φάγεσθε ἀπὸ πάντων τω̃ν ἐν τοι̃ς ὕδασιν πάντα ὅσα ἐστὶν ἐν αὐτοι̃ς πτερύγια καὶ λεπίδες φάγεσθε
10 καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοι̃ς πτερύγια καὶ λεπίδες οὐ φάγεσθε ἀκάθαρτα ὑμι̃ν ἐστιν
11 πα̃ν ὄρνεον καθαρὸν φάγεσθε
12 καὶ ταυ̃τα οὐ φάγεσθε ἀπ' αὐτω̃ν τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον
13 καὶ τὸν γύπα καὶ τὸν ἰκτι̃να καὶ τὰ ὅμοια αὐτω̨̃
14 καὶ πάντα κόρακα καὶ τὰ ὅμοια αὐτω̨̃
15 καὶ στρουθὸν καὶ γλαυ̃κα καὶ λάρον
16 καὶ ἐρωδιὸν καὶ κύκνον καὶ ἰ̃βιν
17 καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτω̨̃ καὶ ἔποπα καὶ νυκτικόρακα
18 καὶ πελεκα̃να καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτω̨̃ καὶ πορφυρίωνα καὶ νυκτερίδα
19 πάντα τὰ ἑρπετὰ τω̃ν πετεινω̃ν ἀκάθαρτα ταυ̃τά ἐστιν ὑμι̃ν οὐ φάγεσθε ἀπ' αὐτω̃ν
20 πα̃ν πετεινὸν καθαρὸν φάγεσθε
21 πα̃ν θνησιμαι̃ον οὐ φάγεσθε τω̨̃ παροίκω̨ τω̨̃ ἐν ται̃ς πόλεσίν σου δοθήσεται καὶ φάγεται ἢ ἀποδώση̨ τω̨̃ ἀλλοτρίω̨ ὅτι λαὸς ἅγιος εἰ̃ κυρίω̨ τω̨̃ θεω̨̃ σου οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτου̃
22 δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος του̃ σπέρματός σου τὸ γένημα του̃ ἀγρου̃ σου ἐνιαυτὸν κατ' ἐνιαυτόν
23 καὶ φάγη̨ αὐτὸ ἔναντι κυρίου του̃ θεου̃ σου ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃ οἴσετε τὰ ἐπιδέκατα του̃ σίτου σου καὶ του̃ οἴνου σου καὶ του̃ ἐλαίου σου τὰ πρωτότοκα τω̃ν βοω̃ν σου καὶ τω̃ν προβάτων σου ἵνα μάθη̨ς φοβει̃σθαι κύριον τὸν θεόν σου πάσας τὰς ἡμέρας
24 ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σου̃ ἡ ὁδὸς καὶ μὴ δύνη̨ ἀναφέρειν αὐτά ὅτι μακρὰν ἀπὸ σου̃ ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃ ὅτι εὐλογήσει σε κύριος ὁ θεός σου
25 καὶ ἀποδώση̨ αὐτὰ ἀργυρίου καὶ λήμψη̨ τὸ ἀργύριον ἐν ται̃ς χερσίν σου καὶ πορεύση̨ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν
26 καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντός οὑ̃ ἐὰν ἐπιθυμη̨̃ ἡ ψυχή σου ἐπὶ βουσὶ ἢ ἐπὶ προβάτοις ἐπὶ οἴνω̨ ἢ ἐπὶ σικερα ἢ ἐπὶ παντός οὑ̃ ἐὰν ἐπιθυμη̨̃ ἡ ψυχή σου καὶ φάγη̨ ἐκει̃ ἐναντίον κυρίου του̃ θεου̃ σου καὶ εὐφρανθήση̨ σὺ καὶ ὁ οἰ̃κός σου
27 καὶ ὁ Λευίτης ὁ ἐν ται̃ς πόλεσίν σου ὅτι οὐκ ἔστιν αὐτω̨̃ μερὶς οὐδὲ κλη̃ρος μετὰ σου̃
28 μετὰ τρία ἔτη ἐξοίσεις πα̃ν τὸ ἐπιδέκατον τω̃ν γενημάτων σου ἐν τω̨̃ ἐνιαυτω̨̃ ἐκείνω̨ θήσεις αὐτὸ ἐν ται̃ς πόλεσίν σου
29 καὶ ἐλεύσεται ὁ λευίτης ὅτι οὐκ ἔστιν αὐτω̨̃ μερὶς οὐδὲ κλη̃ρος μετὰ σου̃ καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ται̃ς πόλεσίν σου καὶ φάγονται καὶ ἐμπλησθήσονται ἵνα εὐλογήση̨ σε κύριος ὁ θεός σου ἐν πα̃σιν τοι̃ς ἔργοις οἱ̃ς ἐὰν ποιη̨̃ς
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.