1 ἐν ἔτει πρώτω̨ Βαλτασαρ βασιλέως Χαλδαίων Δανιηλ ἐνύπνιον εἰ̃δεν καὶ αἱ ὁράσεις τη̃ς κεφαλη̃ς αὐτου̃ ἐπὶ τη̃ς κοίτης αὐτου̃ καὶ τὸ ἐνύπνιον ἔγραψεν |
2 ἐγὼ Δανιηλ ἐθεώρουν ἐν ὁράματί μου τη̃ς νυκτὸς καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι του̃ οὐρανου̃ προσέβαλλον εἰς τὴν θάλασσαν τὴν μεγάλην |
3 καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον ἐκ τη̃ς θαλάσσης διαφέροντα ἀλλήλων |
4 τὸ πρω̃τον ὡσεὶ λέαινα καὶ πτερὰ αὐτη̨̃ ὡσεὶ ἀετου̃ ἐθεώρουν ἕως οὑ̃ ἐξετίλη τὰ πτερὰ αὐτη̃ς καὶ ἐξήρθη ἀπὸ τη̃ς γη̃ς καὶ ἐπὶ ποδω̃ν ἀνθρώπου ἐστάθη καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτη̨̃ |
5 καὶ ἰδοὺ θηρίον δεύτερον ὅμοιον ἄρκω̨ καὶ εἰς μέρος ἓν ἐστάθη καὶ τρία πλευρὰ ἐν τω̨̃ στόματι αὐτη̃ς ἀνὰ μέσον τω̃ν ὀδόντων αὐτη̃ς καὶ οὕτως ἔλεγον αὐτη̨̃ ἀνάστηθι φάγε σάρκας πολλάς |
6 ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδοὺ ἕτερον θηρίον ὡσεὶ πάρδαλις καὶ αὐτη̨̃ πτερὰ τέσσαρα πετεινου̃ ὑπεράνω αὐτη̃ς καὶ τέσσαρες κεφαλαὶ τω̨̃ θηρίω̨ καὶ ἐξουσία ἐδόθη αὐτη̨̃ |
7 ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον καὶ ἰσχυρὸν περισσω̃ς καὶ οἱ ὀδόντες αὐτου̃ σιδηροι̃ μεγάλοι ἐσθίον καὶ λεπτυ̃νον καὶ τὰ ἐπίλοιπα τοι̃ς ποσὶν αὐτου̃ συνεπάτει καὶ αὐτὸ διάφορον περισσω̃ς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτου̃ καὶ κέρατα δέκα αὐτω̨̃ |
8 προσενόουν τοι̃ς κέρασιν αὐτου̃ καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβη ἐν μέσω̨ αὐτω̃ν καὶ τρία κέρατα τω̃ν ἔμπροσθεν αὐτου̃ ἐξερριζώθη ἀπὸ προσώπου αὐτου̃ καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τω̨̃ κέρατι τούτω̨ καὶ στόμα λαλου̃ν μεγάλα |
9 ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερω̃ν ἐκάθητο καὶ τὸ ἔνδυμα αὐτου̃ ὡσεὶ χιὼν λευκόν καὶ ἡ θρὶξ τη̃ς κεφαλη̃ς αὐτου̃ ὡσεὶ ἔριον καθαρόν ὁ θρόνος αὐτου̃ φλὸξ πυρός οἱ τροχοὶ αὐτου̃ πυ̃ρ φλέγον |
10 ποταμὸς πυρὸς εἱ̃λκεν ἔμπροσθεν αὐτου̃ χίλιαι χιλιάδες ἐλειτούργουν αὐτω̨̃ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτω̨̃ κριτήριον ἐκάθισεν καὶ βίβλοι ἠνεώ̨χθησαν |
11 ἐθεώρουν τότε ἀπὸ φωνη̃ς τω̃ν λόγων τω̃ν μεγάλων ὡ̃ν τὸ κέρας ἐκει̃νο ἐλάλει ἕως ἀνη̨ρέθη τὸ θηρίον καὶ ἀπώλετο καὶ τὸ σω̃μα αὐτου̃ ἐδόθη εἰς καυ̃σιν πυρός |
12 καὶ τω̃ν λοιπω̃ν θηρίων ἡ ἀρχὴ μετεστάθη καὶ μακρότης ζωη̃ς ἐδόθη αὐτοι̃ς ἕως καιρου̃ καὶ καιρου̃ |
13 ἐθεώρουν ἐν ὁράματι τη̃ς νυκτὸς καὶ ἰδοὺ μετὰ τω̃ν νεφελω̃ν του̃ οὐρανου̃ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἠ̃ν καὶ ἕως του̃ παλαιου̃ τω̃ν ἡμερω̃ν ἔφθασεν καὶ ἐνώπιον αὐτου̃ προσηνέχθη |
14 καὶ αὐτω̨̃ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πάντες οἱ λαοί φυλαί γλω̃σσαι αὐτω̨̃ δουλεύσουσιν ἡ ἐξουσία αὐτου̃ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται καὶ ἡ βασιλεία αὐτου̃ οὐ διαφθαρήσεται |
15 ἔφριξεν τὸ πνευ̃μά μου ἐν τη̨̃ ἕξει μου ἐγὼ Δανιηλ καὶ αἱ ὁράσεις τη̃ς κεφαλη̃ς μου ἐτάρασσόν με |
16 καὶ προση̃λθον ἑνὶ τω̃ν ἑστηκότων καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ' αὐτου̃ περὶ πάντων τούτων καὶ εἰ̃πέν μοι τὴν ἀκρίβειαν καὶ τὴν σύγκρισιν τω̃ν λόγων ἐγνώρισέν μοι |
17 ταυ̃τα τὰ θηρία τὰ μεγάλα τὰ τέσσαρα τέσσαρες βασιλει̃αι ἀναστήσονται ἐπὶ τη̃ς γη̃ς αἳ ἀρθήσονται |
18 καὶ παραλήμψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου καὶ καθέξουσιν αὐτὴν ἕως αἰω̃νος τω̃ν αἰώνων |
19 καὶ ἐζήτουν ἀκριβω̃ς περὶ του̃ θηρίου του̃ τετάρτου ὅτι ἠ̃ν διάφορον παρὰ πα̃ν θηρίον φοβερὸν περισσω̃ς οἱ ὀδόντες αὐτου̃ σιδηροι̃ καὶ οἱ ὄνυχες αὐτου̃ χαλκοι̃ ἐσθίον καὶ λεπτυ̃νον καὶ τὰ ἐπίλοιπα τοι̃ς ποσὶν αὐτου̃ συνεπάτει |
20 καὶ περὶ τω̃ν κεράτων αὐτου̃ τω̃ν δέκα τω̃ν ἐν τη̨̃ κεφαλη̨̃ αὐτου̃ καὶ του̃ ἑτέρου του̃ ἀναβάντος καὶ ἐκτινάξαντος τω̃ν προτέρων τρία κέρας ἐκει̃νο ὡ̨̃ οἱ ὀφθαλμοὶ καὶ στόμα λαλου̃ν μεγάλα καὶ ἡ ὅρασις αὐτου̃ μείζων τω̃ν λοιπω̃ν |
21 ἐθεώρουν καὶ τὸ κέρας ἐκει̃νο ἐποίει πόλεμον μετὰ τω̃ν ἁγίων καὶ ἴσχυσεν πρὸς αὐτούς |
22 ἕως οὑ̃ ἠ̃λθεν ὁ παλαιὸς τω̃ν ἡμερω̃ν καὶ τὸ κρίμα ἔδωκεν ἁγίοις ὑψίστου καὶ ὁ καιρὸς ἔφθασεν καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι |
23 καὶ εἰ̃πεν τὸ θηρίον τὸ τέταρτον βασιλεία τετάρτη ἔσται ἐν τη̨̃ γη̨̃ ἥτις ὑπερέξει πάσας τὰς βασιλείας καὶ καταφάγεται πα̃σαν τὴν γη̃ν καὶ συμπατήσει αὐτὴν καὶ κατακόψει |
24 καὶ τὰ δέκα κέρατα αὐτου̃ δέκα βασιλει̃ς ἀναστήσονται καὶ ὀπίσω αὐτω̃ν ἀναστήσεται ἕτερος ὃς ὑπεροίσει κακοι̃ς πάντας τοὺς ἔμπροσθεν καὶ τρει̃ς βασιλει̃ς ταπεινώσει |
25 καὶ λόγους πρὸς τὸν ὕψιστον λαλήσει καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει καὶ ὑπονοήσει του̃ ἀλλοιω̃σαι καιροὺς καὶ νόμον καὶ δοθήσεται ἐν χειρὶ αὐτου̃ ἕως καιρου̃ καὶ καιρω̃ν καὶ ἥμισυ καιρου̃ |
26 καὶ τὸ κριτήριον καθίσει καὶ τὴν ἀρχὴν μεταστήσουσιν του̃ ἀφανίσαι καὶ του̃ ἀπολέσαι ἕως τέλους |
27 καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη τω̃ν βασιλέων τω̃ν ὑποκάτω παντὸς του̃ οὐρανου̃ ἐδόθη ἁγίοις ὑψίστου καὶ ἡ βασιλεία αὐτου̃ βασιλεία αἰώνιος καὶ πα̃σαι αἱ ἀρχαὶ αὐτω̨̃ δουλεύσουσιν καὶ ὑπακούσονται |
28 ἕως ὡ̃δε τὸ πέρας του̃ λόγου ἐγὼ Δανιηλ ἐπὶ πολὺ οἱ διαλογισμοί μου συνετάρασσόν με καὶ ἡ μορφή μου ἠλλοιώθη ἐπ' ἐμοί καὶ τὸ ῥη̃μα ἐν τη̨̃ καρδία̨ μου συνετήρησα |