ΔΑΝΙΗΛ,
κεφαλίς 6,
στἰχοι 1-8
1 καὶ ἤρεσεν ἐνώπιον Δαρείου καὶ κατέστησεν ἐπὶ τη̃ς βασιλείας σατράπας ἑκατὸν εἴκοσι του̃ εἰ̃ναι αὐτοὺς ἐν ὅλη̨ τη̨̃ βασιλεία̨ αὐτου̃ |
2 καὶ ἐπάνω αὐτω̃ν τακτικοὺς τρει̃ς ὡ̃ν ἠ̃ν Δανιηλ εἱ̃ς ἐξ αὐτω̃ν του̃ ἀποδιδόναι αὐτοι̃ς τοὺς σατράπας λόγον ὅπως ὁ βασιλεὺς μὴ ἐνοχλη̃ται |
3 καὶ ἠ̃ν Δανιηλ ὑπὲρ αὐτούς ὅτι πνευ̃μα περισσὸν ἐν αὐτω̨̃ καὶ ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ' ὅλης τη̃ς βασιλείας αὐτου̃ |
4 καὶ οἱ τακτικοὶ καὶ οἱ σατράπαι ἐζήτουν πρόφασιν εὑρει̃ν κατὰ Δανιηλ καὶ πα̃σαν πρόφασιν καὶ παράπτωμα καὶ ἀμβλάκημα οὐχ εὑ̃ρον κατ' αὐτου̃ ὅτι πιστὸς ἠ̃ν |
5 καὶ εἰ̃πον οἱ τακτικοί οὐχ εὑρήσομεν κατὰ Δανιηλ πρόφασιν εἰ μὴ ἐν νομίμοις θεου̃ αὐτου̃ |
6 τότε οἱ τακτικοὶ καὶ οἱ σατράπαι παρέστησαν τω̨̃ βασιλει̃ καὶ εἰ̃παν αὐτω̨̃ Δαρει̃ε βασιλευ̃ εἰς τοὺς αἰω̃νας ζη̃θι |
7 συνεβουλεύσαντο πάντες οἱ ἐπὶ τη̃ς βασιλείας σου στρατηγοὶ καὶ σατράπαι ὕπατοι καὶ τοπάρχαι του̃ στη̃σαι στάσει βασιλικη̨̃ καὶ ἐνισχυ̃σαι ὁρισμόν ὅπως ὃς ἂν αἰτήση̨ αἴτημα παρὰ παντὸς θεου̃ καὶ ἀνθρώπου ἕως ἡμερω̃ν τριάκοντα ἀλλ' ἢ παρὰ σου̃ βασιλευ̃ ἐμβληθήσεται εἰς τὸν λάκκον τω̃ν λεόντων |
8 νυ̃ν οὐ̃ν βασιλευ̃ στη̃σον τὸν ὁρισμὸν καὶ ἔκθες γραφήν ὅπως μὴ ἀλλοιωθη̨̃ τὸ δόγμα Μήδων καὶ Περσω̃ν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.