1 Ναβουχοδονοσορ ὁ βασιλεὺς πα̃σι τοι̃ς λαοι̃ς φυλαι̃ς καὶ γλώσσαις τοι̃ς οἰκου̃σιν ἐν πάση̨ τη̨̃ γη̨̃ εἰρήνη ὑμι̃ν πληθυνθείη |
2 τὰ σημει̃α καὶ τὰ τέρατα ἃ ἐποίησεν μετ' ἐμου̃ ὁ θεὸς ὁ ὕψιστος ἤρεσεν ἐναντίον ἐμου̃ ἀναγγει̃λαι ὑμι̃ν |
3 ὡς μεγάλα καὶ ἰσχυρά ἡ βασιλεία αὐτου̃ βασιλεία αἰώνιος καὶ ἡ ἐξουσία αὐτου̃ εἰς γενεὰν καὶ γενεάν |
4 ἐγὼ Ναβουχοδονοσορ εὐθηνω̃ν ἤμην ἐν τω̨̃ οἴκω̨ μου καὶ εὐθαλω̃ν |
5 ἐνύπνιον εἰ̃δον καὶ ἐφοβέρισέν με καὶ ἐταράχθην ἐπὶ τη̃ς κοίτης μου καὶ αἱ ὁράσεις τη̃ς κεφαλη̃ς μου συνετάραξάν με |
6 καὶ δι' ἐμου̃ ἐτέθη δόγμα του̃ εἰσαγαγει̃ν ἐνώπιόν μου πάντας τοὺς σοφοὺς Βαβυλω̃νος ὅπως τὴν σύγκρισιν του̃ ἐνυπνίου γνωρίσωσίν μοι |
7 καὶ εἰσεπορεύοντο οἱ ἐπαοιδοί μάγοι γαζαρηνοί Χαλδαι̃οι καὶ τὸ ἐνύπνιον εἰ̃πα ἐγὼ ἐνώπιον αὐτω̃ν καὶ τὴν σύγκρισιν αὐτου̃ οὐκ ἐγνώρισάν μοι |
8 ἕως οὑ̃ ἠ̃λθεν Δανιηλ οὑ̃ τὸ ὄνομα Βαλτασαρ κατὰ τὸ ὄνομα του̃ θεου̃ μου ὃς πνευ̃μα θεου̃ ἅγιον ἐν ἑαυτω̨̃ ἔχει καὶ τὸ ἐνύπνιον ἐνώπιον αὐτου̃ εἰ̃πα |
9 Βαλτασαρ ὁ ἄρχων τω̃ν ἐπαοιδω̃ν ὃν ἐγὼ ἔγνων ὅτι πνευ̃μα θεου̃ ἅγιον ἐν σοὶ καὶ πα̃ν μυστήριον οὐκ ἀδυνατει̃ σε ἄκουσον τὴν ὅρασιν του̃ ἐνυπνίου οὑ̃ εἰ̃δον καὶ τὴν σύγκρισιν αὐτου̃ εἰπόν μοι |
10 ἐπὶ τη̃ς κοίτης μου ἐθεώρουν καὶ ἰδοὺ δένδρον ἐν μέσω̨ τη̃ς γη̃ς καὶ τὸ ὕψος αὐτου̃ πολύ |
11 ἐμεγαλύνθη τὸ δένδρον καὶ ἴσχυσεν καὶ τὸ ὕψος αὐτου̃ ἔφθασεν ἕως του̃ οὐρανου̃ καὶ τὸ κύτος αὐτου̃ εἰς τὰ πέρατα πάσης τη̃ς γη̃ς |
12 τὰ φύλλα αὐτου̃ ὡραι̃α καὶ ὁ καρπὸς αὐτου̃ πολύς καὶ τροφὴ πάντων ἐν αὐτω̨̃ καὶ ὑποκάτω αὐτου̃ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια καὶ ἐν τοι̃ς κλάδοις αὐτου̃ κατώ̨κουν τὰ ὄρνεα του̃ οὐρανου̃ καὶ ἐξ αὐτου̃ ἐτρέφετο πα̃σα σάρξ |
13 ἐθεώρουν ἐν ὁράματι τη̃ς νυκτὸς ἐπὶ τη̃ς κοίτης μου καὶ ἰδοὺ ιρ καὶ ἅγιος ἀπ' οὐρανου̃ κατέβη |
14 καὶ ἐφώνησεν ἐν ἰσχύι καὶ οὕτως εἰ̃πεν ἐκκόψατε τὸ δένδρον καὶ ἐκτίλατε τοὺς κλάδους αὐτου̃ καὶ ἐκτινάξατε τὰ φύλλα αὐτου̃ καὶ διασκορπίσατε τὸν καρπὸν αὐτου̃ σαλευθήτωσαν τὰ θηρία ὑποκάτωθεν αὐτου̃ καὶ τὰ ὄρνεα ἀπὸ τω̃ν κλάδων αὐτου̃ |
15 πλὴν τὴν φυὴν τω̃ν ῥιζω̃ν αὐτου̃ ἐν τη̨̃ γη̨̃ ἐάσατε καὶ ἐν δεσμω̨̃ σιδηρω̨̃ καὶ χαλκω̨̃ καὶ ἐν τη̨̃ χλόη̨ τη̨̃ ἔξω καὶ ἐν τη̨̃ δρόσω̨ του̃ οὐρανου̃ κοιτασθήσεται καὶ μετὰ τω̃ν θηρίων ἡ μερὶς αὐτου̃ ἐν τω̨̃ χόρτω̨ τη̃ς γη̃ς |
16 ἡ καρδία αὐτου̃ ἀπὸ τω̃ν ἀνθρώπων ἀλλοιωθήσεται καὶ καρδία θηρίου δοθήσεται αὐτω̨̃ καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ' αὐτόν |
17 διὰ συγκρίματος ιρ ὁ λόγος καὶ ῥη̃μα ἁγίων τὸ ἐπερώτημα ἵνα γνω̃σιν οἱ ζω̃ντες ὅτι κύριός ἐστιν ὁ ὕψιστος τη̃ς βασιλείας τω̃ν ἀνθρώπων καὶ ὡ̨̃ ἐὰν δόξη̨ δώσει αὐτὴν καὶ ἐξουδένημα ἀνθρώπων ἀναστήσει ἐπ' αὐτήν |
18 του̃το τὸ ἐνύπνιον ὃ εἰ̃δον ἐγὼ Ναβουχοδονοσορ ὁ βασιλεύς καὶ σύ Βαλτασαρ τὸ σύγκριμα εἰπόν ὅτι πάντες οἱ σοφοὶ τη̃ς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτου̃ δηλω̃σαί μοι σὺ δέ Δανιηλ δύνασαι ὅτι πνευ̃μα θεου̃ ἅγιον ἐν σοί |
19 τότε Δανιηλ οὑ̃ τὸ ὄνομα Βαλτασαρ ἀπηνεώθη ὡσεὶ ὥραν μίαν καὶ οἱ διαλογισμοὶ αὐτου̃ συνετάρασσον αὐτόν καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἰ̃πεν Βαλτασαρ τὸ ἐνύπνιον καὶ ἡ σύγκρισις μὴ κατασπευσάτω σε καὶ ἀπεκρίθη Βαλτασαρ καὶ εἰ̃πεν κύριε τὸ ἐνύπνιον τοι̃ς μισου̃σίν σε καὶ ἡ σύγκρισις αὐτου̃ τοι̃ς ἐχθροι̃ς σου |
20 τὸ δένδρον ὃ εἰ̃δες τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκός οὑ̃ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ τὸ κύτος αὐτου̃ εἰς πα̃σαν τὴν γη̃ν |
21 καὶ τὰ φύλλα αὐτου̃ εὐθαλη̃ καὶ ὁ καρπὸς αὐτου̃ πολὺς καὶ τροφὴ πα̃σιν ἐν αὐτω̨̃ ὑποκάτω αὐτου̃ κατώ̨κουν τὰ θηρία τὰ ἄγρια καὶ ἐν τοι̃ς κλάδοις αὐτου̃ κατεσκήνουν τὰ ὄρνεα του̃ οὐρανου̃ |
22 σὺ εἰ̃ βασιλευ̃ ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας καὶ ἡ μεγαλωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ ἡ κυριεία σου εἰς τὰ πέρατα τη̃ς γη̃ς |
23 καὶ ὅτι εἰ̃δεν ὁ βασιλεὺς ιρ καὶ ἅγιον καταβαίνοντα ἀπὸ του̃ οὐρανου̃ καὶ εἰ̃πεν ἐκτίλατε τὸ δένδρον καὶ διαφθείρατε αὐτό πλὴν τὴν φυὴν τω̃ν ῥιζω̃ν αὐτου̃ ἐάσατε ἐν τη̨̃ γη̨̃ καὶ ἐν δεσμω̨̃ σιδηρω̨̃ καὶ χαλκω̨̃ καὶ ἐν τη̨̃ χλόη̨ τη̨̃ ἔξω καὶ ἐν τη̨̃ δρόσω̨ του̃ οὐρανου̃ αὐλισθήσεται καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτου̃ ἕως οὑ̃ ἑπτὰ καιροὶ ἀλλοιωθω̃σιν ἐπ' αὐτόν |
24 του̃το ἡ σύγκρισις αὐτου̃ βασιλευ̃ καὶ σύγκριμα ὑψίστου ἐστίν ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα |
25 καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τω̃ν ἀνθρώπων καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου καὶ χόρτον ὡς βου̃ν ψωμιου̃σίν σε καὶ ἀπὸ τη̃ς δρόσου του̃ οὐρανου̃ αὐλισθήση̨ καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ ἕως οὑ̃ γνω̨̃ς ὅτι κυριεύει ὁ ὕψιστος τη̃ς βασιλείας τω̃ν ἀνθρώπων καὶ ὡ̨̃ ἂν δόξη̨ δώσει αὐτήν |
26 καὶ ὅτι εἰ̃παν ἐάσατε τὴν φυὴν τω̃ν ῥιζω̃ν του̃ δένδρου ἡ βασιλεία σού σοι μενει̃ ἀφ' ἡ̃ς ἂν γνω̨̃ς τὴν ἐξουσίαν τὴν οὐράνιον |
27 διὰ του̃το βασιλευ̃ ἡ βουλή μου ἀρεσάτω σοι καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοι̃ς πενήτων ἴσως ἔσται μακρόθυμος τοι̃ς παραπτώμασίν σου ὁ θεός |
28 ταυ̃τα πάντα ἔφθασεν ἐπὶ Ναβουχοδονοσορ τὸν βασιλέα |
29 μετὰ δωδεκάμηνον ἐπὶ τω̨̃ ναω̨̃ τη̃ς βασιλείας αὐτου̃ ἐν Βαβυλω̃νι περιπατω̃ν |
30 ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἰ̃πεν οὐχ αὕτη ἐστὶν Βαβυλὼν ἡ μεγάλη ἣν ἐγὼ ὠ̨κοδόμησα εἰς οἰ̃κον βασιλείας ἐν τω̨̃ κράτει τη̃ς ἰσχύος μου εἰς τιμὴν τη̃ς δόξης μου |
31 ἔτι του̃ λόγου ἐν στόματι του̃ βασιλέως ὄντος φωνὴ ἀπ' οὐρανου̃ ἐγένετο σοὶ λέγουσιν Ναβουχοδονοσορ βασιλευ̃ ἡ βασιλεία παρη̃λθεν ἀπὸ σου̃ |
32 καὶ ἀπὸ τω̃ν ἀνθρώπων σε ἐκδιώξουσιν καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου καὶ χόρτον ὡς βου̃ν ψωμιου̃σίν σε καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ ἕως οὑ̃ γνω̨̃ς ὅτι κυριεύει ὁ ὕψιστος τη̃ς βασιλείας τω̃ν ἀνθρώπων καὶ ὡ̨̃ ἐὰν δόξη̨ δώσει αὐτήν |
33 αὐτη̨̃ τη̨̃ ὥρα̨ ὁ λόγος συνετελέσθη ἐπὶ Ναβουχοδονοσορ καὶ ἀπὸ τω̃ν ἀνθρώπων ἐξεδιώχθη καὶ χόρτον ὡς βου̃ς ἤσθιεν καὶ ἀπὸ τη̃ς δρόσου του̃ οὐρανου̃ τὸ σω̃μα αὐτου̃ ἐβάφη ἕως οὑ̃ αἱ τρίχες αὐτου̃ ὡς λεόντων ἐμεγαλύνθησαν καὶ οἱ ὄνυχες αὐτου̃ ὡς ὀρνέων |
34 καὶ μετὰ τὸ τέλος τω̃ν ἡμερω̃ν ἐγὼ Ναβουχοδονοσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον καὶ αἱ φρένες μου ἐπ' ἐμὲ ἐπεστράφησαν καὶ τω̨̃ ὑψίστω̨ εὐλόγησα καὶ τω̨̃ ζω̃ντι εἰς τὸν αἰω̃να ἤ̨νεσα καὶ ἐδόξασα ὅτι ἡ ἐξουσία αὐτου̃ ἐξουσία αἰώνιος καὶ ἡ βασιλεία αὐτου̃ εἰς γενεὰν καὶ γενεάν |
35 καὶ πάντες οἱ κατοικου̃ντες τὴν γη̃ν ὡς οὐδὲν ἐλογίσθησαν καὶ κατὰ τὸ θέλημα αὐτου̃ ποιει̃ ἐν τη̨̃ δυνάμει του̃ οὐρανου̃ καὶ ἐν τη̨̃ κατοικία̨ τη̃ς γη̃ς καὶ οὐκ ἔστιν ὃς ἀντιποιήσεται τη̨̃ χειρὶ αὐτου̃ καὶ ἐρει̃ αὐτω̨̃ τί ἐποίησας |
36 αὐτω̨̃ τω̨̃ καιρω̨̃ αἱ φρένες μου ἐπεστράφησαν ἐπ' ἐμέ καὶ εἰς τὴν τιμὴν τη̃ς βασιλείας μου ἠ̃λθον καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπ' ἐμέ καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστα̃νές μου ἐζήτουν με καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκραταιώθην καὶ μεγαλωσύνη περισσοτέρα προσετέθη μοι |
37 νυ̃ν οὐ̃ν ἐγὼ Ναβουχοδονοσορ αἰνω̃ καὶ ὑπερυψω̃ καὶ δοξάζω τὸν βασιλέα του̃ οὐρανου̃ ὅτι πάντα τὰ ἔργα αὐτου̃ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτου̃ κρίσις καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανία̨ δύναται ταπεινω̃σαι |