ΔΑΝΙΗΛ,
κεφαλίς 12
1 καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀναστήσεται Μιχαηλ ὁ ἄρχων ὁ μέγας ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς του̃ λαου̃ σου καὶ ἔσται καιρὸς θλίψεως θλι̃ψις οἵα οὐ γέγονεν ἀφ' οὑ̃ γεγένηται ἔθνος ἐπὶ τη̃ς γη̃ς ἕως του̃ καιρου̃ ἐκείνου καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ σωθήσεται ὁ λαός σου πα̃ς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τη̨̃ βίβλω̨ |
2 καὶ πολλοὶ τω̃ν καθευδόντων ἐν γη̃ς χώματι ἐξεγερθήσονται οὑ̃τοι εἰς ζωὴν αἰώνιον καὶ οὑ̃τοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον |
3 καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης του̃ στερεώματος καὶ ἀπὸ τω̃ν δικαίων τω̃ν πολλω̃ν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰω̃νας καὶ ἔτι |
4 καὶ σύ Δανιηλ ἔμφραξον τοὺς λόγους καὶ σφράγισον τὸ βιβλίον ἕως καιρου̃ συντελείας ἕως διδαχθω̃σιν πολλοὶ καὶ πληθυνθη̨̃ ἡ γνω̃σις |
5 καὶ εἰ̃δον ἐγὼ Δανιηλ καὶ ἰδοὺ δύο ἕτεροι εἱστήκεισαν εἱ̃ς ἐντευ̃θεν του̃ χείλους του̃ ποταμου̃ καὶ εἱ̃ς ἐντευ̃θεν του̃ χείλους του̃ ποταμου̃ |
6 καὶ εἰ̃πεν τω̨̃ ἀνδρὶ τω̨̃ ἐνδεδυμένω̨ τὰ βαδδιν ὃς ἠ̃ν ἐπάνω του̃ ὕδατος του̃ ποταμου̃ ἕως πότε τὸ πέρας ὡ̃ν εἴρηκας τω̃ν θαυμασίων |
7 καὶ ἤκουσα του̃ ἀνδρὸς του̃ ἐνδεδυμένου τὰ βαδδιν ὃς ἠ̃ν ἐπάνω του̃ ὕδατος του̃ ποταμου̃ καὶ ὕψωσεν τὴν δεξιὰν αὐτου̃ καὶ τὴν ἀριστερὰν αὐτου̃ εἰς τὸν οὐρανὸν καὶ ὤμοσεν ἐν τω̨̃ ζω̃ντι τὸν αἰω̃να ὅτι εἰς καιρὸν καιρω̃ν καὶ ἥμισυ καιρου̃ ἐν τω̨̃ συντελεσθη̃ναι διασκορπισμὸν χειρὸς λαου̃ ἡγιασμένου γνώσονται πάντα ταυ̃τα |
8 καὶ ἐγὼ ἤκουσα καὶ οὐ συνη̃κα καὶ εἰ̃πα κύριε τί τὰ ἔσχατα τούτων |
9 καὶ εἰ̃πεν δευ̃ρο Δανιηλ ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι ἕως καιρου̃ πέρας |
10 ἐκλεγω̃σιν καὶ ἐκλευκανθω̃σιν καὶ πυρωθω̃σιν πολλοί καὶ ἀνομήσωσιν ἄνομοι καὶ οὐ συνήσουσιν πάντες ἄνομοι καὶ οἱ νοήμονες συνήσουσιν |
11 καὶ ἀπὸ καιρου̃ παραλλάξεως του̃ ἐνδελεχισμου̃ καὶ του̃ δοθη̃ναι βδέλυγμα ἐρημώσεως ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα |
12 μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε |
13 καὶ σὺ δευ̃ρο καὶ ἀναπαύου ἔτι γὰρ ἡμέραι εἰς ἀναπλήρωσιν συντελείας καὶ ἀναστήση̨ εἰς τὸν κλη̃ρόν σου εἰς συντέλειαν ἡμερω̃ν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.