Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ, κεφαλίς 4,  στἰχοι 7-18

7 τὰ κατ' ἐμὲ πάντα γνωρίσει ὑμι̃ν Τυχικòς ὁ ἀγαπητòς ἀδελφòς καὶ πιστòς διάκονος καὶ σύνδουλος ἐν κυρίω̨
8 ὃν ἔπεμψα πρòς ὑμα̃ς εἰς αὐτò του̃το ἵνα γνω̃τε τὰ περὶ ἡμω̃ν καὶ παρακαλέση̨ τὰς καρδίας ὑμω̃ν
9 σὺν ’Ονησίμω̨ τω̨̃ πιστω̨̃ καὶ ἀγαπητω̨̃ ἀδελφω̨̃ ὅς ἐστιν ἐξ ὑμω̃ν πάντα ὑμι̃ν γνωρίσουσιν τὰ ὡ̃δε
10 ἀσπάζεται ὑμα̃ς ’Αρίσταρχος ὁ συναιχμάλωτός μου καὶ Μα̃ρκος ὁ ἀνεψιòς Βαρναβα̃ περὶ οὑ̃ ἐλάβετε ἐντολάς ἐὰν ἔλθη̨ πρòς ὑμα̃ς δέξασθε αὐτόν
11 καὶ ’Ιησου̃ς ὁ λεγόμενος ’Ιου̃στος οἱ ὄντες ἐκ περιτομη̃ς οὑ̃τοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν του̃ θεου̃ οἵτινες ἐγενήθησάν μοι παρηγορία
12 ἀσπάζεται ὑμα̃ς ’Επαφρα̃ς ὁ ἐξ ὑμω̃ν δου̃λος Χριστου̃ ’Ιησου̃ πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμω̃ν ἐν ται̃ς προσευχαι̃ς ἵνα σταθη̃τε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι του̃ θεου̃
13 μαρτυρω̃ γὰρ αὐτω̨̃ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμω̃ν καὶ τω̃ν ἐν Λαοδικεία̨ καὶ τω̃ν ἐν ‘Ιεραπόλει
14 ἀσπάζεται ὑμα̃ς Λουκα̃ς ὁ ἰατρòς ὁ ἀγαπητòς καὶ Δημα̃ς
15 ἀσπάσασθε τοὺς ἐν Λαοδικεία̨ ἀδελφοὺς καὶ Νύμφαν καὶ τὴν κατ' οἰ̃κον αὐτη̃ς ἐκκλησίαν
16 καὶ ὅταν ἀναγνωσθη̨̃ παρ' ὑμι̃ν ἡ ἐπιστολή ποιήσατε ἵνα καὶ ἐν τη̨̃ Λαοδικέων ἐκκλησία̨ ἀναγνωσθη̨̃ καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμει̃ς ἀναγνω̃τε
17 καὶ εἴπατε ’Αρχίππω̨ βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίω̨ ἵνα αὐτὴν πληροι̃ς
18 ὁ ἀσπασμòς τη̨̃ ἐμη̨̃ χειρὶ Παύλου μνημονεύετέ μου τω̃ν δεσμω̃ν ἡ χάρις μεθ' ὑμω̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.