Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΑΜΏΣ, κεφαλίς 9,  στἰχοι 8-15

8 ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου του̃ θεου̃ ἐπὶ τὴν βασιλείαν τω̃ν ἁμαρτωλω̃ν καὶ ἐξαρω̃ αὐτὴν ἀπὸ προσώπου τη̃ς γη̃ς πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρω̃ τὸν οἰ̃κον Ιακωβ λέγει κύριος
9 διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι καὶ λικμιω̃ ἐν πα̃σι τοι̃ς ἔθνεσιν τὸν οἰ̃κον του̃ Ισραηλ ὃν τρόπον λικμα̃ται ἐν τω̨̃ λικμω̨̃ καὶ οὐ μὴ πέση̨ σύντριμμα ἐπὶ τὴν γη̃ν
10 ἐν ῥομφαία̨ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαου̃ μου οἱ λέγοντες οὐ μὴ ἐγγίση̨ οὐδ' οὐ μὴ γένηται ἐφ' ἡμα̃ς τὰ κακά
11 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀναστήσω τὴν σκηνὴν Δαυιδ τὴν πεπτωκυι̃αν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτη̃ς καὶ τὰ κατεσκαμμένα αὐτη̃ς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι του̃ αἰω̃νος
12 ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τω̃ν ἀνθρώπων καὶ πάντα τὰ ἔθνη ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτούς λέγει κύριος ὁ θεὸς ὁ ποιω̃ν ταυ̃τα
13 ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ καταλήμψεται ὁ ἀλοητὸς τὸν τρύγητον καὶ περκάσει ἡ σταφυλὴ ἐν τω̨̃ σπόρω̨ καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν καὶ πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται
14 καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν λαου̃ μου Ισραηλ καὶ οἰκοδομήσουσιν πόλεις τὰς ἠφανισμένας καὶ κατοικήσουσιν καὶ καταφυτεύσουσιν ἀμπελω̃νας καὶ πίονται τὸν οἰ̃νον αὐτω̃ν καὶ φυτεύσουσιν κήπους καὶ φάγονται τὸν καρπὸν αὐτω̃ν
15 καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν καὶ οὐ μὴ ἐκσπασθω̃σιν οὐκέτι ἀπὸ τη̃ς γη̃ς αὐτω̃ν ἡ̃ς ἔδωκα αὐτοι̃ς λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.