Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΑΜΏΣ, κεφαλίς 2

τάδε λέγει κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις Μωαβ καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ' ὡ̃ν κατέκαυσαν τὰ ὀστα̃ βασιλέως τη̃ς Ιδουμαίας εἰς κονίαν
καὶ ἐξαποστελω̃ πυ̃ρ ἐπὶ Μωαβ καὶ καταφάγεται θεμέλια τω̃ν πόλεων αὐτη̃ς καὶ ἀποθανει̃ται ἐν ἀδυναμία̨ Μωαβ μετὰ κραυγη̃ς καὶ μετὰ φωνη̃ς σάλπιγγος
καὶ ἐξολεθρεύσω κριτὴν ἐξ αὐτη̃ς καὶ πάντας τοὺς ἄρχοντας αὐτη̃ς ἀποκτενω̃ μετ' αὐτου̃ λέγει κύριος
τάδε λέγει κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις υἱω̃ν Ιουδα καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἕνεκα του̃ ἀπώσασθαι αὐτοὺς τὸν νόμον κυρίου καὶ τὰ προστάγματα αὐτου̃ οὐκ ἐφυλάξαντο καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτω̃ν ἃ ἐποίησαν οἱ̃ς ἐξηκολούθησαν οἱ πατέρες αὐτω̃ν ὀπίσω αὐτω̃ν
καὶ ἐξαποστελω̃ πυ̃ρ ἐπὶ Ιουδαν καὶ καταφάγεται θεμέλια Ιερουσαλημ
τάδε λέγει κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις Ισραηλ καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ' ὡ̃ν ἀπέδοντο ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων
τὰ πατου̃ντα ἐπὶ τὸν χου̃ν τη̃ς γη̃ς καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχω̃ν καὶ ὁδὸν ταπεινω̃ν ἐξέκλιναν καὶ υἱὸς καὶ πατὴρ αὐτου̃ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην ὅπως βεβηλώσωσιν τὸ ὄνομα του̃ θεου̃ αὐτω̃ν
καὶ τὰ ἱμάτια αὐτω̃ν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα του̃ θυσιαστηρίου καὶ οἰ̃νον ἐκ συκοφαντιω̃ν ἔπινον ἐν τω̨̃ οἴκω̨ του̃ θεου̃ αὐτω̃ν
ἐγὼ δὲ ἐξη̃ρα τὸν Αμορραι̃ον ἐκ προσώπου αὐτω̃ν οὑ̃ ἠ̃ν καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτου̃ καὶ ἰσχυρὸς ἠ̃ν ὡς δρυ̃ς καὶ ἐξη̃ρα τὸν καρπὸν αὐτου̃ ἐπάνωθεν καὶ τὰς ῥίζας αὐτου̃ ὑποκάτωθεν
10 καὶ ἐγὼ ἀνήγαγον ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου καὶ περιήγαγον ὑμα̃ς ἐν τη̨̃ ἐρήμω̨ τεσσαράκοντα ἔτη του̃ κατακληρονομη̃σαι τὴν γη̃ν τω̃ν Αμορραίων
11 καὶ ἔλαβον ἐκ τω̃ν υἱω̃ν ὑμω̃ν εἰς προφήτας καὶ ἐκ τω̃ν νεανίσκων ὑμω̃ν εἰς ἁγιασμόν μὴ οὐκ ἔστιν ταυ̃τα υἱοὶ Ισραηλ λέγει κύριος
12 καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἰ̃νον καὶ τοι̃ς προφήταις ἐνετέλλεσθε λέγοντες οὐ μὴ προφητεύσητε
13 διὰ του̃το ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμω̃ν ὃν τρόπον κυλίεται ἡ ἅμαξα ἡ γέμουσα καλάμης
14 καὶ ἀπολει̃ται φυγὴ ἐκ δρομέως καὶ ὁ κραταιὸς οὐ μὴ κρατήση̨ τη̃ς ἰσχύος αὐτου̃ καὶ ὁ μαχητὴς οὐ μὴ σώση̨ τὴν ψυχὴν αὐτου̃
15 καὶ ὁ τοξότης οὐ μὴ ὑποστη̨̃ καὶ ὁ ὀξὺς τοι̃ς ποσὶν αὐτου̃ οὐ μὴ διασωθη̨̃ οὐδὲ ὁ ἱππεὺς οὐ μὴ σώση̨ τὴν ψυχὴν αὐτου̃
16 καὶ εὑρήσει τὴν καρδίαν αὐτου̃ ἐν δυναστείαις ὁ γυμνὸς διώξεται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.