ΑΜΏΣ,
κεφαλίς 1
1 λόγοι Αμως οἳ ἐγένοντο ἐν νακκαριμ ἐκ Θεκουε οὓς εἰ̃δεν ὑπὲρ Ιερουσαλημ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ του̃ Ιωας βασιλέως Ισραηλ πρὸ δύο ἐτω̃ν του̃ σεισμου̃ |
2 καὶ εἰ̃πεν κύριος ἐκ Σιων ἐφθέγξατο καὶ ἐξ Ιερουσαλημ ἔδωκεν φωνὴν αὐτου̃ καὶ ἐπένθησαν αἱ νομαὶ τω̃ν ποιμένων καὶ ἐξηράνθη ἡ κορυφὴ του̃ Καρμήλου |
3 καὶ εἰ̃πεν κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις Δαμασκου̃ καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ' ὡ̃ν ἔπριζον πρίοσιν σιδηροι̃ς τὰς ἐν γαστρὶ ἐχούσας τω̃ν ἐν Γαλααδ |
4 καὶ ἐξαποστελω̃ πυ̃ρ εἰς τὸν οἰ̃κον Αζαηλ καὶ καταφάγεται θεμέλια υἱου̃ Αδερ |
5 καὶ συντρίψω μοχλοὺς Δαμασκου̃ καὶ ἐξολεθρεύσω κατοικου̃ντας ἐκ πεδίου Ων καὶ κατακόψω φυλὴν ἐξ ἀνδρω̃ν Χαρραν καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος λέγει κύριος |
6 τάδε λέγει κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς ἕνεκεν του̃ αἰχμαλωτευ̃σαι αὐτοὺς αἰχμαλωσίαν του̃ Σαλωμων του̃ συγκλει̃σαι εἰς τὴν Ιδουμαίαν |
7 καὶ ἐξαποστελω̃ πυ̃ρ ἐπὶ τὰ τείχη Γάζης καὶ καταφάγεται θεμέλια αὐτη̃ς |
8 καὶ ἐξολεθρεύσω κατοικου̃ντας ἐξ 'Αζώτου καὶ ἐξαρθήσεται φυλὴ ἐξ 'Ασκαλω̃νος καὶ ἐπάξω τὴν χει̃ρά μου ἐπὶ Ακκαρων καὶ ἀπολου̃νται οἱ κατάλοιποι τω̃ν ἀλλοφύλων λέγει κύριος |
9 τάδε λέγει κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις Τύρου καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτήν ἀνθ' ὡ̃ν συνέκλεισαν αἰχμαλωσίαν του̃ Σαλωμων εἰς τὴν Ιδουμαίαν καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφω̃ν |
10 καὶ ἐξαποστελω̃ πυ̃ρ ἐπὶ τὰ τείχη Τύρου καὶ καταφάγεται θεμέλια αὐτη̃ς |
11 τάδε λέγει κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις τη̃ς Ιδουμαίας καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς ἕνεκα του̃ διω̃ξαι αὐτοὺς ἐν ῥομφαία̨ τὸν ἀδελφὸν αὐτου̃ καὶ ἐλυμήνατο μήτραν ἐπὶ γη̃ς καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτου̃ καὶ τὸ ὅρμημα αὐτου̃ ἐφύλαξεν εἰς νει̃κος |
12 καὶ ἐξαποστελω̃ πυ̃ρ εἰς Θαιμαν καὶ καταφάγεται θεμέλια τειχέων αὐτη̃ς |
13 τάδε λέγει κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις υἱω̃ν Αμμων καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ' ὡ̃ν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τω̃ν Γαλααδιτω̃ν ὅπως ἐμπλατύνωσιν τὰ ὅρια αὐτω̃ν |
14 καὶ ἀνάψω πυ̃ρ ἐπὶ τὰ τείχη Ραββα καὶ καταφάγεται θεμέλια αὐτη̃ς μετὰ κραυγη̃ς ἐν ἡμέρα̨ πολέμου καὶ σεισθήσεται ἐν ἡμέρα̨ συντελείας αὐτη̃ς |
15 καὶ πορεύσονται οἱ βασιλει̃ς αὐτη̃ς ἐν αἰχμαλωσία̨ οἱ ἱερει̃ς αὐτω̃ν καὶ οἱ ἄρχοντες αὐτω̃ν ἐπὶ τὸ αὐτό λέγει κύριος |
ΑΜΏΣ,
κεφαλίς 2
1 τάδε λέγει κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις Μωαβ καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ' ὡ̃ν κατέκαυσαν τὰ ὀστα̃ βασιλέως τη̃ς Ιδουμαίας εἰς κονίαν |
2 καὶ ἐξαποστελω̃ πυ̃ρ ἐπὶ Μωαβ καὶ καταφάγεται θεμέλια τω̃ν πόλεων αὐτη̃ς καὶ ἀποθανει̃ται ἐν ἀδυναμία̨ Μωαβ μετὰ κραυγη̃ς καὶ μετὰ φωνη̃ς σάλπιγγος |
3 καὶ ἐξολεθρεύσω κριτὴν ἐξ αὐτη̃ς καὶ πάντας τοὺς ἄρχοντας αὐτη̃ς ἀποκτενω̃ μετ' αὐτου̃ λέγει κύριος |
4 τάδε λέγει κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις υἱω̃ν Ιουδα καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἕνεκα του̃ ἀπώσασθαι αὐτοὺς τὸν νόμον κυρίου καὶ τὰ προστάγματα αὐτου̃ οὐκ ἐφυλάξαντο καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτω̃ν ἃ ἐποίησαν οἱ̃ς ἐξηκολούθησαν οἱ πατέρες αὐτω̃ν ὀπίσω αὐτω̃ν |
5 καὶ ἐξαποστελω̃ πυ̃ρ ἐπὶ Ιουδαν καὶ καταφάγεται θεμέλια Ιερουσαλημ |
6 τάδε λέγει κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις Ισραηλ καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ' ὡ̃ν ἀπέδοντο ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων |
7 τὰ πατου̃ντα ἐπὶ τὸν χου̃ν τη̃ς γη̃ς καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχω̃ν καὶ ὁδὸν ταπεινω̃ν ἐξέκλιναν καὶ υἱὸς καὶ πατὴρ αὐτου̃ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην ὅπως βεβηλώσωσιν τὸ ὄνομα του̃ θεου̃ αὐτω̃ν |
8 καὶ τὰ ἱμάτια αὐτω̃ν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα του̃ θυσιαστηρίου καὶ οἰ̃νον ἐκ συκοφαντιω̃ν ἔπινον ἐν τω̨̃ οἴκω̨ του̃ θεου̃ αὐτω̃ν |
9 ἐγὼ δὲ ἐξη̃ρα τὸν Αμορραι̃ον ἐκ προσώπου αὐτω̃ν οὑ̃ ἠ̃ν καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτου̃ καὶ ἰσχυρὸς ἠ̃ν ὡς δρυ̃ς καὶ ἐξη̃ρα τὸν καρπὸν αὐτου̃ ἐπάνωθεν καὶ τὰς ῥίζας αὐτου̃ ὑποκάτωθεν |
10 καὶ ἐγὼ ἀνήγαγον ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου καὶ περιήγαγον ὑμα̃ς ἐν τη̨̃ ἐρήμω̨ τεσσαράκοντα ἔτη του̃ κατακληρονομη̃σαι τὴν γη̃ν τω̃ν Αμορραίων |
11 καὶ ἔλαβον ἐκ τω̃ν υἱω̃ν ὑμω̃ν εἰς προφήτας καὶ ἐκ τω̃ν νεανίσκων ὑμω̃ν εἰς ἁγιασμόν μὴ οὐκ ἔστιν ταυ̃τα υἱοὶ Ισραηλ λέγει κύριος |
12 καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἰ̃νον καὶ τοι̃ς προφήταις ἐνετέλλεσθε λέγοντες οὐ μὴ προφητεύσητε |
13 διὰ του̃το ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμω̃ν ὃν τρόπον κυλίεται ἡ ἅμαξα ἡ γέμουσα καλάμης |
14 καὶ ἀπολει̃ται φυγὴ ἐκ δρομέως καὶ ὁ κραταιὸς οὐ μὴ κρατήση̨ τη̃ς ἰσχύος αὐτου̃ καὶ ὁ μαχητὴς οὐ μὴ σώση̨ τὴν ψυχὴν αὐτου̃ |
15 καὶ ὁ τοξότης οὐ μὴ ὑποστη̨̃ καὶ ὁ ὀξὺς τοι̃ς ποσὶν αὐτου̃ οὐ μὴ διασωθη̨̃ οὐδὲ ὁ ἱππεὺς οὐ μὴ σώση̨ τὴν ψυχὴν αὐτου̃ |
16 καὶ εὑρήσει τὴν καρδίαν αὐτου̃ ἐν δυναστείαις ὁ γυμνὸς διώξεται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.