Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 6

ἐν δὲ ται̃ς ἡμέραις ταύταις πληθυνόντων τω̃ν μαθητω̃ν ἐγένετο γογγυσμòς τω̃ν ‘Ελληνιστω̃ν πρòς τοὺς ‘Εβραίους ὅτι παρεθεωρου̃ντο ἐν τη̨̃ διακονία̨ τη̨̃ καθημερινη̨̃ αἱ χη̃ραι αὐτω̃ν
προσκαλεσάμενοι δὲ οἱ δώδεκα τò πλη̃θος τω̃ν μαθητω̃ν εἰ̃παν οὐκ ἀρεστόν ἐστιν ἡμα̃ς καταλείψαντας τòν λόγον του̃ θεου̃ διακονει̃ν τραπέζαις
ἐπισκέψασθε δέ ἀδελφοί ἄνδρας ἐξ ὑμω̃ν μαρτυρουμένους ἑπτὰ πλήρεις πνεύματος καὶ σοφίας οὓς καταστήσομεν ἐπὶ τη̃ς χρείας ταύτης
ἡμει̃ς δὲ τη̨̃ προσευχη̨̃ καὶ τη̨̃ διακονία̨ του̃ λόγου προσκαρτερήσομεν
καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντòς του̃ πλήθους καὶ ἐξελέξαντο Στέφανον ἄνδρα πλήρης πίστεως καὶ πνεύματος ἁγίου καὶ Φίλιππον καὶ πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενα̃ν καὶ Νικόλαον προσήλυτον ’Αντιοχέα
οὓς ἔστησαν ἐνώπιον τω̃ν ἀποστόλων καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοι̃ς τὰς χει̃ρας
καὶ ὁ λόγος του̃ θεου̃ ηὔξανεν καὶ ἐπληθύνετο ὁ ἀριθμòς τω̃ν μαθητω̃ν ἐν ’Ιερουσαλὴμ σφόδρα πολύς τε ὄχλος τω̃ν ἱερέων ὑπήκουον τη̨̃ πίστει
Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημει̃α μεγάλα ἐν τω̨̃ λαω̨̃
ἀνέστησαν δέ τινες τω̃ν ἐκ τη̃ς συναγωγη̃ς τη̃ς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ ’Αλεξανδρέων καὶ τω̃ν ἀπò Κιλικίας καὶ ’Ασίας συζητου̃ντες τω̨̃ Στεφάνω̨
10 καὶ οὐκ ἴσχυον ἀντιστη̃ναι τη̨̃ σοφία̨ καὶ τω̨̃ πνεύματι ὡ̨̃ ἐλάλει
11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτου̃ λαλου̃ντος ῥήματα βλάσφημα εἰς Μωϋση̃ν καὶ τòν θεόν
12 συνεκίνησάν τε τòν λαòν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματει̃ς καὶ ἐπιστάντες συνήρπασαν αὐτòν καὶ ἤγαγον εἰς τò συνέδριον
13 ἔστησάν τε μάρτυρας ψευδει̃ς λέγοντας ὁ ἄνθρωπος οὑ̃τος οὐ παύεται λαλω̃ν ῥήματα κατὰ του̃ τόπου του̃ ἁγίου τούτου καὶ του̃ νόμου
14 ἀκηκόαμεν γὰρ αὐτου̃ λέγοντος ὅτι ’Ιησου̃ς ὁ Ναζωραι̃ος οὑ̃τος καταλύσει τòν τόπον του̃τον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμι̃ν Μωϋση̃ς
15 καὶ ἀτενίσαντες εἰς αὐτòν πάντες οἱ καθεζόμενοι ἐν τω̨̃ συνεδρίω̨ εἰ̃δον τò πρόσωπον αὐτου̃ ὡσεὶ πρόσωπον ἀγγέλου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.