ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 2,
στἰχοι 16-21
16 ἀλλὰ του̃τό ἐστιν τò εἰρημένον διὰ του̃ προφήτου ’Ιωήλ |
17 καὶ ἔσται ἐν ται̃ς ἐσχάταις ἡμέραις λέγει ὁ θεός ἐκχεω̃ ἀπò του̃ πνεύματός μου ἐπὶ πα̃σαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμω̃ν καὶ αἱ θυγατέρες ὑμω̃ν καὶ οἱ νεανίσκοι ὑμω̃ν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμω̃ν ἐνυπνίοις ἐνυπνιασθήσονται |
18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ται̃ς ἡμέραις ἐκείναις ἐκχεω̃ ἀπò του̃ πνεύματός μου καὶ προφητεύσουσιν |
19 καὶ δώσω τέρατα ἐν τω̨̃ οὐρανω̨̃ ἄνω καὶ σημει̃α ἐπὶ τη̃ς γη̃ς κάτω αἱ̃μα καὶ πυ̃ρ καὶ ἀτμίδα καπνου̃ |
20 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἱ̃μα πρὶν ἐλθει̃ν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανη̃ |
21 καὶ ἔσται πα̃ς ὃς ἂν ἐπικαλέσηται τò ὄνομα κυρίου σωθήσεται |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.