Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 12

κατ' ἐκει̃νον δὲ τòν καιρòν ἐπέβαλεν ‘Ηρώ̨δης ὁ βασιλεὺς τὰς χει̃ρας κακω̃σαί τινας τω̃ν ἀπò τη̃ς ἐκκλησίας
ἀνει̃λεν δὲ ’Ιάκωβον τòν ἀδελφòν ’Ιωάννου μαχαίρη̨
ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοι̃ς ’Ιουδαίοις προσέθετο συλλαβει̃ν καὶ Πέτρον ἠ̃σαν δὲ αἱ ἡμέραι τω̃ν ἀζύμων
ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτω̃ν φυλάσσειν αὐτόν βουλόμενος μετὰ τò πάσχα ἀναγαγει̃ν αὐτòν τω̨̃ λαω̨̃
ὁ μὲν οὐ̃ν Πέτρος ἐτηρει̃το ἐν τη̨̃ φυλακη̨̃ προσευχὴ δὲ ἠ̃ν ἐκτενω̃ς γινομένη ὑπò τη̃ς ἐκκλησίας πρòς τòν θεòν περὶ αὐτου̃
ὅτε δὲ ἤμελλεν προαγαγει̃ν αὐτòν ὁ ‘Ηρώ̨δης τη̨̃ νυκτὶ ἐκείνη̨ ἠ̃ν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτω̃ν δεδεμένος ἁλύσεσιν δυσίν φύλακές τε πρò τη̃ς θύρας ἐτήρουν τὴν φυλακήν
καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη καὶ φω̃ς ἔλαμψεν ἐν τω̨̃ οἰκήματι πατάξας δὲ τὴν πλευρὰν του̃ Πέτρου ἤγειρεν αὐτòν λέγων ἀνάστα ἐν τάχει καὶ ἐξέπεσαν αὐτου̃ αἱ ἁλύσεις ἐκ τω̃ν χειρω̃ν
εἰ̃πεν δὲ ὁ ἄγγελος πρòς αὐτόν ζω̃σαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου ἐποίησεν δὲ οὕτως καὶ λέγει αὐτω̨̃ περιβαλου̃ τò ἱμάτιόν σου καὶ ἀκολούθει μοι
καὶ ἐξελθὼν ἠκολούθει καὶ οὐκ ἤ̨δει ὅτι ἀληθές ἐστιν τò γινόμενον διὰ του̃ ἀγγέλου ἐδόκει δὲ ὅραμα βλέπειν
10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἠ̃λθαν ἐπὶ τὴν πύλην τὴν σιδηρα̃ν τὴν φέρουσαν εἰς τὴν πόλιν ἥτις αὐτομάτη ἠνοίγη αὐτοι̃ς καὶ ἐξελθόντες προη̃λθον ῥύμην μίαν καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ' αὐτου̃
11 καὶ ὁ Πέτρος ἐν ἑαυτω̨̃ γενόμενος εἰ̃πεν νυ̃ν οἰ̃δα ἀληθω̃ς ὅτι ἐξαπέστειλεν ὁ κύριος τòν ἄγγελον αὐτου̃ καὶ ἐξείλατό με ἐκ χειρòς ‘Ηρώ̨δου καὶ πάσης τη̃ς προσδοκίας του̃ λαου̃ τω̃ν ’Ιουδαίων
12 συνιδών τε ἠ̃λθεν ἐπὶ τὴν οἰκίαν τη̃ς Μαρίας τη̃ς μητρòς ’Ιωάννου του̃ ἐπικαλουμένου Μάρκου οὑ̃ ἠ̃σαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι
13 κρούσαντος δὲ αὐτου̃ τὴν θύραν του̃ πυλω̃νος προση̃λθεν παιδίσκη ὑπακου̃σαι ὀνόματι ‘Ρόδη
14 καὶ ἐπιγνου̃σα τὴν φωνὴν του̃ Πέτρου ἀπò τη̃ς χαρα̃ς οὐκ ἤνοιξεν τòν πυλω̃να εἰσδραμου̃σα δὲ ἀπήγγειλεν ἑστάναι τòν Πέτρον πρò του̃ πυλω̃νος
15 οἱ δὲ πρòς αὐτὴν εἰ̃παν μαίνη̨ ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν οἱ δὲ ἔλεγον ὁ ἄγγελός ἐστιν αὐτου̃
16 ὁ δὲ Πέτρος ἐπέμενεν κρούων ἀνοίξαντες δὲ εἰ̃δαν αὐτòν καὶ ἐξέστησαν
17 κατασείσας δὲ αὐτοι̃ς τη̨̃ χειρὶ σιγα̃ν διηγήσατο αὐτοι̃ς πω̃ς ὁ κύριος αὐτòν ἐξήγαγεν ἐκ τη̃ς φυλακη̃ς εἰ̃πέν τε ἀπαγγείλατε ’Ιακώβω̨ καὶ τοι̃ς ἀδελφοι̃ς ταυ̃τα καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον
18 γενομένης δὲ ἡμέρας ἠ̃ν τάραχος οὐκ ὀλίγος ἐν τοι̃ς στρατιώταις τί ἄρα ὁ Πέτρος ἐγένετο
19 ‘Ηρώ̨δης δὲ ἐπιζητήσας αὐτòν καὶ μὴ εὑρὼν ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθη̃ναι καὶ κατελθὼν ἀπò τη̃ς ’Ιουδαίας εἰς Καισάρειαν διέτριβεν
20 ἠ̃ν δὲ θυμομαχω̃ν Τυρίοις καὶ Σιδωνίοις ὁμοθυμαδòν δὲ παρη̃σαν πρòς αὐτόν καὶ πείσαντες βλάστον τòν ἐπὶ του̃ κοιτω̃νος του̃ βασιλέως ἠ̨του̃ντο εἰρήνην διὰ τò τρέφεσθαι αὐτω̃ν τὴν χώραν ἀπò τη̃ς βασιλικη̃ς
21 τακτη̨̃ δὲ ἡμέρα̨ ὁ ‘Ηρώ̨δης ἐνδυσάμενος ἐσθη̃τα βασιλικὴν καὶ καθίσας ἐπὶ του̃ βήματος ἐδημηγόρει πρòς αὐτούς
22 ὁ δὲ δη̃μος ἐπεφώνει θεου̃ φωνὴ καὶ οὐκ ἀνθρώπου
23 παραχρη̃μα δὲ ἐπάταξεν αὐτòν ἄγγελος κυρίου ἀνθ' ὡ̃ν οὐκ ἔδωκεν τὴν δόξαν τω̨̃ θεω̨̃ καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν
24 ὁ δὲ λόγος του̃ θεου̃ ηὔξανεν καὶ ἐπληθύνετο
25 Βαρναβα̃ς δὲ καὶ Σαυ̃λος ὑπέστρεψαν εἰς ’Ιερουσαλὴμ πληρώσαντες τὴν διακονίαν συμπαραλαβόντες ’Ιωάννην τòν ἐπικληθέντα Μα̃ρκον
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.