1 ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν ’Ιουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τòν λόγον του̃ θεου̃ |
2 ὅτε δὲ ἀνέβη Πέτρος εἰς ’Ιερουσαλήμ διεκρίνοντο πρòς αὐτòν οἱ ἐκ περιτομη̃ς |
3 λέγοντες ὅτι εἰση̃λθες πρòς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες αὐτοι̃ς |
4 ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοι̃ς καθεξη̃ς λέγων |
5 ἐγὼ ἤμην ἐν πόλει ’Ιόππη̨ προσευχόμενος καὶ εἰ̃δον ἐν ἐκστάσει ὅραμα καταβαι̃νον σκευ̃ός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαι̃ς καθιεμένην ἐκ του̃ οὐρανου̃ καὶ ἠ̃λθεν ἄχρι ἐμου̃ |
6 εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἰ̃δον τὰ τετράποδα τη̃ς γη̃ς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ |
7 ἤκουσα δὲ καὶ φωνη̃ς λεγούσης μοι ἀναστάς Πέτρε θυ̃σον καὶ φάγε |
8 εἰ̃πον δέ μηδαμω̃ς κύριε ὅτι κοινòν ἢ ἀκάθαρτον οὐδέποτε εἰση̃λθεν εἰς τò στόμα μου |
9 ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ του̃ οὐρανου̃ ἃ ὁ θεòς ἐκαθάρισεν σὺ μὴ κοίνου |
10 του̃το δὲ ἐγένετο ἐπὶ τρίς καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τòν οὐρανόν |
11 καὶ ἰδοὺ ἐξαυτη̃ς τρει̃ς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ἡ̨̃ ἠ̃μεν ἀπεσταλμένοι ἀπò Καισαρείας πρός με |
12 εἰ̃πεν δὲ τò πνευ̃μά μοι συνελθει̃ν αὐτοι̃ς μηδὲν διακρίναντα ἠ̃λθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὑ̃τοι καὶ εἰσήλθομεν εἰς τòν οἰ̃κον του̃ ἀνδρός |
13 ἀπήγγειλεν δὲ ἡμι̃ν πω̃ς εἰ̃δεν τòν ἄγγελον ἐν τω̨̃ οἴκω̨ αὐτου̃ σταθέντα καὶ εἰπόντα ἀπόστειλον εἰς ’Ιόππην καὶ μετάπεμψαι Σίμωνα τòν ἐπικαλούμενον Πέτρον |
14 ὃς λαλήσει ῥήματα πρòς σὲ ἐν οἱ̃ς σωθήση̨ σὺ καὶ πα̃ς ὁ οἰ̃κός σου |
15 ἐν δὲ τω̨̃ ἄρξασθαί με λαλει̃ν ἐπέπεσεν τò πνευ̃μα τò ἅγιον ἐπ' αὐτοὺς ὥσπερ καὶ ἐφ' ἡμα̃ς ἐν ἀρχη̨̃ |
16 ἐμνήσθην δὲ του̃ ῥήματος του̃ κυρίου ὡς ἔλεγεν ’Ιωάννης μὲν ἐβάπτισεν ὕδατι ὑμει̃ς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίω̨ |
17 εἰ οὐ̃ν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοι̃ς ὁ θεòς ὡς καὶ ἡμι̃ν πιστεύσασιν ἐπὶ τòν κύριον ’Ιησου̃ν Χριστόν ἐγὼ τίς ἤμην δυνατòς κωλυ̃σαι τòν θεόν |
18 ἀκούσαντες δὲ ταυ̃τα ἡσύχασαν καὶ ἐδόξασαν τòν θεòν λέγοντες ἄρα καὶ τοι̃ς ἔθνεσιν ὁ θεòς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν |
19 οἱ μὲν οὐ̃ν διασπαρέντες ἀπò τη̃ς θλίψεως τη̃ς γενομένης ἐπὶ Στεφάνω̨ διη̃λθον ἕως Φοινίκης καὶ Κύπρου καὶ ’Αντιοχείας μηδενὶ λαλου̃ντες τòν λόγον εἰ μὴ μόνον ’Ιουδαίοις |
20 ἠ̃σαν δέ τινες ἐξ αὐτω̃ν ἄνδρες Κύπριοι καὶ Κυρηναι̃οι οἵτινες ἐλθόντες εἰς ’Αντιόχειαν ἐλάλουν καὶ πρòς τοὺς ‘Ελληνιστάς εὐαγγελιζόμενοι τòν κύριον ’Ιησου̃ν |
21 καὶ ἠ̃ν χεὶρ κυρίου μετ' αὐτω̃ν πολύς τε ἀριθμòς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τòν κύριον |
22 ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὠ̃τα τη̃ς ἐκκλησίας τη̃ς οὔσης ἐν ’Ιερουσαλὴμ περὶ αὐτω̃ν καὶ ἐξαπέστειλαν Βαρναβα̃ν διελθει̃ν ἕως ’Αντιοχείας |
23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τὴν του̃ θεου̃ ἐχάρη καὶ παρεκάλει πάντας τη̨̃ προθέσει τη̃ς καρδίας προσμένειν τω̨̃ κυρίω̨ |
24 ὅτι ἠ̃ν ἀνὴρ ἀγαθòς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως καὶ προσετέθη ὄχλος ἱκανòς τω̨̃ κυρίω̨ |
25 ἐξη̃λθεν δὲ εἰς Ταρσòν ἀναζητη̃σαι Σαυ̃λον |
26 καὶ εὑρὼν ἤγαγεν εἰς ’Αντιόχειαν ἐγένετο δὲ αὐτοι̃ς καὶ ἐνιαυτòν ὅλον συναχθη̃ναι ἐν τη̨̃ ἐκκλησία̨ καὶ διδάξαι ὄχλον ἱκανόν χρηματίσαι τε πρώτως ἐν ’Αντιοχεία̨ τοὺς μαθητὰς Χριστιανούς |
27 ἐν ταύταις δὲ ται̃ς ἡμέραις κατη̃λθον ἀπò ‘Ιεροσολύμων προφη̃ται εἰς ’Αντιόχειαν |
28 ἀναστὰς δὲ εἱ̃ς ἐξ αὐτω̃ν ὀνόματι ‘Άγαβος ἐσήμανεν διὰ του̃ πνεύματος λιμòν μεγάλην μέλλειν ἔσεσθαι ἐφ' ὅλην τὴν οἰκουμένην ἥτις ἐγένετο ἐπὶ Κλαυδίου |
29 τω̃ν δὲ μαθητω̃ν καθὼς εὐπορει̃τό τις ὥρισαν ἕκαστος αὐτω̃ν εἰς διακονίαν πέμψαι τοι̃ς κατοικου̃σιν ἐν τη̨̃ ’Ιουδαία̨ ἀδελφοι̃ς |
30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρòς τοὺς πρεσβυτέρους διὰ χειρòς Βαρναβα̃ καὶ Σαύλου |