Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 1

τòν μὲν πρω̃τον λόγον ἐποιησάμην περὶ πάντων ὠ̃ Θεόφιλε ὡ̃ν ἤρξατο ὁ ’Ιησου̃ς ποιει̃ν τε καὶ διδάσκειν
ἄχρι ἡ̃ς ἡμέρας ἐντειλάμενος τοι̃ς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη
οἱ̃ς καὶ παρέστησεν ἑαυτòν ζω̃ντα μετὰ τò παθει̃ν αὐτòν ἐν πολλοι̃ς τεκμηρίοις δι' ἡμερω̃ν τεσσεράκοντα ὀπτανόμενος αὐτοι̃ς καὶ λέγων τὰ περὶ τη̃ς βασιλείας του̃ θεου̃
καὶ συναλιζόμενος παρήγγειλεν αὐτοι̃ς ἀπò ‘Ιεροσολύμων μὴ χωρίζεσθαι ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν του̃ πατρòς ἣν ἠκούσατέ μου
ὅτι ’Ιωάννης μὲν ἐβάπτισεν ὕδατι ὑμει̃ς δὲ ἐν πνεύματι βαπτισθήσεσθε ἁγίω̨ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας
οἱ μὲν οὐ̃ν συνελθόντες ἠρώτων αὐτòν λέγοντες κύριε εἰ ἐν τω̨̃ χρόνω̨ τούτω̨ ἀποκαθιστάνεις τὴν βασιλείαν τω̨̃ ’Ισραήλ
εἰ̃πεν δὲ πρòς αὐτούς οὐχ ὑμω̃ν ἐστιν γνω̃ναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τη̨̃ ἰδία̨ ἐξουσία̨
ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος του̃ ἁγίου πνεύματος ἐφ' ὑμα̃ς καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε ’Ιερουσαλὴμ καὶ ἐν πάση̨ τη̨̃ ’Ιουδαία̨ καὶ Σαμαρεία̨ καὶ ἕως ἐσχάτου τη̃ς γη̃ς
καὶ ταυ̃τα εἰπὼν βλεπόντων αὐτω̃ν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτòν ἀπò τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν
10 καὶ ὡς ἀτενίζοντες ἠ̃σαν εἰς τòν οὐρανòν πορευομένου αὐτου̃ καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοι̃ς ἐν ἐσθήσεσι λευκαι̃ς
11 οἳ καὶ εἰ̃παν ἄνδρες Γαλιλαι̃οι τί ἑστήκατε ἐμβλέποντες εἰς τòν οὐρανόν οὑ̃τος ὁ ’Ιησου̃ς ὁ ἀναλημφθεὶς ἀφ' ὑμω̃ν εἰς τòν οὐρανòν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτòν πορευόμενον εἰς τòν οὐρανόν
12 τότε ὑπέστρεψαν εἰς ’Ιερουσαλὴμ ἀπò ὄρους του̃ καλουμένου ἐλαιω̃νος ὅ ἐστιν ἐγγὺς ’Ιερουσαλὴμ σαββάτου ἔχον ὁδόν
13 καὶ ὅτε εἰση̃λθον εἰς τò ὑπερω̨̃ον ἀνέβησαν οὑ̃ ἠ̃σαν καταμένοντες ὅ τε Πέτρος καὶ ’Ιωάννης καὶ ’Ιάκωβος καὶ ’Ανδρέας Φίλιππος καὶ Θωμα̃ς Βαρθολομαι̃ος καὶ Μαθθαι̃ος ’Ιάκωβος ‘Αλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ ’Ιούδας ’Ιακώβου
14 οὑ̃τοι πάντες ἠ̃σαν προσκαρτερου̃ντες ὁμοθυμαδòν τη̨̃ προσευχη̨̃ σὺν γυναιξὶν καὶ Μαριὰμ τη̨̃ μητρὶ του̃ ’Ιησου̃ καὶ τοι̃ς ἀδελφοι̃ς αὐτου̃
15 καὶ ἐν ται̃ς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν εἰ̃πεν ἠ̃ν τε ὄχλος ὀνομάτων ἐπὶ τò αὐτò ὡσεὶ ἑκατòν εἴκοσι
16 ἄνδρες ἀδελφοί ἔδει πληρωθη̃ναι τὴν γραφὴν ἣν προει̃πεν τò πνευ̃μα τò ἅγιον διὰ στόματος Δαυὶδ περὶ ’Ιούδα του̃ γενομένου ὁδηγου̃ τοι̃ς συλλαβου̃σιν ’Ιησου̃ν
17 ὅτι κατηριθμημένος ἠ̃ν ἐν ἡμι̃ν καὶ ἔλαχεν τòν κλη̃ρον τη̃ς διακονίας ταύτης
18 οὑ̃τος μὲν οὐ̃ν ἐκτήσατο χωρίον ἐκ μισθου̃ τη̃ς ἀδικίας καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτου̃
19 καὶ γνωστòν ἐγένετο πα̃σι τοι̃ς κατοικου̃σιν ’Ιερουσαλήμ ὥστε κληθη̃ναι τò χωρίον ἐκει̃νο τη̨̃ ἰδία̨ διαλέκτω̨ αὐτω̃ν ‘Ακελδαμάχ του̃τ' ἔστιν χωρίον αἵματος
20 γέγραπται γὰρ ἐν βίβλω̨ ψαλμω̃ν γενηθήτω ἡ ἔπαυλις αὐτου̃ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικω̃ν ἐν αὐτη̨̃ καί τὴν ἐπισκοπὴν αὐτου̃ λαβέτω ἕτερος
21 δει̃ οὐ̃ν τω̃ν συνελθόντων ἡμι̃ν ἀνδρω̃ν ἐν παντὶ χρόνω̨ ὡ̨̃ εἰση̃λθεν καὶ ἐξη̃λθεν ἐφ' ἡμα̃ς ὁ κύριος ’Ιησου̃ς
22 ἀρξάμενος ἀπò του̃ βαπτίσματος ’Ιωάννου ἕως τη̃ς ἡμέρας ἡ̃ς ἀνελήμφθη ἀφ' ἡμω̃ν μάρτυρα τη̃ς ἀναστάσεως αὐτου̃ σὺν ἡμι̃ν γενέσθαι ἕνα τούτων
23 καὶ ἔστησαν δύο ’Ιωσὴφ τòν καλούμενον Βαρσαββα̃ν ὃς ἐπεκλήθη ’Ιου̃στος καὶ Μαθθίαν
24 καὶ προσευξάμενοι εἰ̃παν σὺ κύριε καρδιογνω̃στα πάντων ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τω̃ν δύο ἕνα
25 λαβει̃ν τòν τόπον τη̃ς διακονίας ταύτης καὶ ἀποστολη̃ς ἀφ' ἡ̃ς παρέβη ’Ιούδας πορευθη̃ναι εἰς τòν τόπον τòν ἴδιον
26 καὶ ἔδωκαν κλήρους αὐτοι̃ς καὶ ἔπεσεν ὁ κλη̃ρος ἐπὶ Μαθθίαν καὶ συγκατεψηφίσθη μετὰ τω̃ν ἕνδεκα ἀποστόλων

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 2

καὶ ἐν τω̨̃ συμπληρου̃σθαι τὴν ἡμέραν τη̃ς πεντηκοστη̃ς ἠ̃σαν πάντες ὁμου̃ ἐπὶ τò αὐτό
καὶ ἐγένετο ἄφνω ἐκ του̃ οὐρανου̃ ἠ̃χος ὥσπερ φερομένης πνοη̃ς βιαίας καὶ ἐπλήρωσεν ὅλον τòν οἰ̃κον οὑ̃ ἠ̃σαν καθήμενοι
καὶ ὤφθησαν αὐτοι̃ς διαμεριζόμεναι γλω̃σσαι ὡσεὶ πυρός καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτω̃ν
καὶ ἐπλήσθησαν πάντες πνεύματος ἁγίου καὶ ἤρξαντο λαλει̃ν ἑτέραις γλώσσαις καθὼς τò πνευ̃μα ἐδίδου ἀποφθέγγεσθαι αὐτοι̃ς
ἠ̃σαν δὲ εἰς ’Ιερουσαλὴμ κατοικου̃ντες ’Ιουδαι̃οι ἄνδρες εὐλαβει̃ς ἀπò παντòς ἔθνους τω̃ν ὑπò τòν οὐρανόν
γενομένης δὲ τη̃ς φωνη̃ς ταύτης συνη̃λθεν τò πλη̃θος καὶ συνεχύθη ὅτι ἤκουον εἱ̃ς ἕκαστος τη̨̃ ἰδία̨ διαλέκτω̨ λαλούντων αὐτω̃ν
ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες οὐχ ἰδοὺ ἅπαντες οὑ̃τοί εἰσιν οἱ λαλου̃ντες Γαλιλαι̃οι
καὶ πω̃ς ἡμει̃ς ἀκούομεν ἕκαστος τη̨̃ ἰδία̨ διαλέκτω̨ ἡμω̃ν ἐν ἡ̨̃ ἐγεννήθημεν
Πάρθοι καὶ Μη̃δοι καὶ ’Ελαμι̃ται καὶ οἱ κατοικου̃ντες τὴν Μεσοποταμίαν ’Ιουδαίαν τε καὶ Καππαδοκίαν Πόντον καὶ τὴν ’Ασίαν
10 φρυγίαν τε καὶ Παμφυλίαν Αἴγυπτον καὶ τὰ μέρη τη̃ς Λιβύης τη̃ς κατὰ Κυρήνην καὶ οἱ ἐπιδημου̃ντες ‘Ρωμαι̃οι
11 ’Ιουδαι̃οί τε καὶ προσήλυτοι Κρη̃τες καὶ ’Άραβες ἀκούομεν λαλούντων αὐτω̃ν ται̃ς ἡμετέραις γλώσσαις τὰ μεγαλει̃α του̃ θεου̃
12 ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν ἄλλος πρòς ἄλλον λέγοντες τί θέλει του̃το εἰ̃ναι
13 ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι γλεύκους μεμεστωμένοι εἰσίν
14 σταθεὶς δὲ ὁ Πέτρος σὺν τοι̃ς ἕνδεκα ἐπη̃ρεν τὴν φωνὴν αὐτου̃ καὶ ἀπεφθέγξατο αὐτοι̃ς ἄνδρες ’Ιουδαι̃οι καὶ οἱ κατοικου̃ντες ’Ιερουσαλὴμ πάντες του̃το ὑμι̃ν γνωστòν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου
15 οὐ γὰρ ὡς ὑμει̃ς ὑπολαμβάνετε οὑ̃τοι μεθύουσιν ἔστιν γὰρ ὥρα τρίτη τη̃ς ἡμέρας
16 ἀλλὰ του̃τό ἐστιν τò εἰρημένον διὰ του̃ προφήτου ’Ιωήλ
17 καὶ ἔσται ἐν ται̃ς ἐσχάταις ἡμέραις λέγει ὁ θεός ἐκχεω̃ ἀπò του̃ πνεύματός μου ἐπὶ πα̃σαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμω̃ν καὶ αἱ θυγατέρες ὑμω̃ν καὶ οἱ νεανίσκοι ὑμω̃ν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμω̃ν ἐνυπνίοις ἐνυπνιασθήσονται
18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ται̃ς ἡμέραις ἐκείναις ἐκχεω̃ ἀπò του̃ πνεύματός μου καὶ προφητεύσουσιν
19 καὶ δώσω τέρατα ἐν τω̨̃ οὐρανω̨̃ ἄνω καὶ σημει̃α ἐπὶ τη̃ς γη̃ς κάτω αἱ̃μα καὶ πυ̃ρ καὶ ἀτμίδα καπνου̃
20 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἱ̃μα πρὶν ἐλθει̃ν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανη̃
21 καὶ ἔσται πα̃ς ὃς ἂν ἐπικαλέσηται τò ὄνομα κυρίου σωθήσεται
22 ἄνδρες ’Ισραηλι̃ται ἀκούσατε τοὺς λόγους τούτους ’Ιησου̃ν τòν Ναζωραι̃ον ἄνδρα ἀποδεδειγμένον ἀπò του̃ θεου̃ εἰς ὑμα̃ς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἱ̃ς ἐποίησεν δι' αὐτου̃ ὁ θεòς ἐν μέσω̨ ὑμω̃ν καθὼς αὐτοὶ οἴδατε
23 του̃τον τη̨̃ ὡρισμένη̨ βουλη̨̃ καὶ προγνώσει του̃ θεου̃ ἔκδοτον διὰ χειρòς ἀνόμων προσπήξαντες ἀνείλατε
24 ὃν ὁ θεòς ἀνέστησεν λύσας τὰς ὠδι̃νας του̃ θανάτου καθότι οὐκ ἠ̃ν δυνατòν κρατει̃σθαι αὐτòν ὑπ' αὐτου̃
25 Δαυὶδ γὰρ λέγει εἰς αὐτόν προορώμην τòν κύριον ἐνώπιόν μου διὰ παντός ὅτι ἐκ δεξιω̃ν μού ἐστιν ἵνα μὴ σαλευθω̃
26 διὰ του̃το ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλω̃σσά μου ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι
27 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ἅ̨δην οὐδὲ δώσεις τòν ὅσιόν σου ἰδει̃ν διαφθοράν
28 ἐγνώρισάς μοι ὁδοὺς ζωη̃ς πληρώσεις με εὐφροσύνης μετὰ του̃ προσώπου σου
29 ἄνδρες ἀδελφοί ἐξòν εἰπει̃ν μετὰ παρρησίας πρòς ὑμα̃ς περὶ του̃ πατριάρχου Δαυίδ ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τò μνη̃μα αὐτου̃ ἔστιν ἐν ἡμι̃ν ἄχρι τη̃ς ἡμέρας ταύτης
30 προφήτης οὐ̃ν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκω̨ ὤμοσεν αὐτω̨̃ ὁ θεòς ἐκ καρπου̃ τη̃ς ὀσφύος αὐτου̃ καθίσαι ἐπὶ τòν θρόνον αὐτου̃
31 προϊδὼν ἐλάλησεν περὶ τη̃ς ἀναστάσεως του̃ Χριστου̃ ὅτι οὔτε ἐγκατελείφθη εἰς ἅ̨δην οὔτε ἡ σὰρξ αὐτου̃ εἰ̃δεν διαφθοράν
32 του̃τον τòν ’Ιησου̃ν ἀνέστησεν ὁ θεός οὑ̃ πάντες ἡμει̃ς ἐσμεν μάρτυρες
33 τη̨̃ δεξια̨̃ οὐ̃ν του̃ θεου̃ ὑψωθεὶς τήν τε ἐπαγγελίαν του̃ πνεύματος του̃ ἁγίου λαβὼν παρὰ του̃ πατρòς ἐξέχεεν του̃το ὃ ὑμει̃ς καὶ βλέπετε καὶ ἀκούετε
34 οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς λέγει δὲ αὐτός εἰ̃πεν ὁ κύριος τω̨̃ κυρίω̨ μου κάθου ἐκ δεξιω̃ν μου
35 ἕως ἂν θω̃ τοὺς ἐχθρούς σου ὑποπόδιον τω̃ν ποδω̃ν σου
36 ἀσφαλω̃ς οὐ̃ν γινωσκέτω πα̃ς οἰ̃κος ’Ισραὴλ ὅτι καὶ κύριον αὐτòν καὶ Χριστòν ἐποίησεν ὁ θεός του̃τον τòν ’Ιησου̃ν ὃν ὑμει̃ς ἐσταυρώσατε
37 ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν εἰ̃πόν τε πρòς τòν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους τί ποιήσωμεν ἄνδρες ἀδελφοί
38 Πέτρος δὲ πρòς αὐτούς μετανοήσατε φησίν καὶ βαπτισθήτω ἕκαστος ὑμω̃ν ἐπὶ τω̨̃ ὀνόματι ’Ιησου̃ Χριστου̃ εἰς ἄφεσιν τω̃ν ἁμαρτιω̃ν ὑμω̃ν καὶ λήμψεσθε τὴν δωρεὰν του̃ ἁγίου πνεύματος
39 ὑμι̃ν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοι̃ς τέκνοις ὑμω̃ν καὶ πα̃σιν τοι̃ς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεòς ἡμω̃ν
40 ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο καὶ παρεκάλει αὐτοὺς λέγων σώθητε ἀπò τη̃ς γενεα̃ς τη̃ς σκολια̃ς ταύτης
41 οἱ μὲν οὐ̃ν ἀποδεξάμενοι τòν λόγον αὐτου̃ ἐβαπτίσθησαν καὶ προσετέθησαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ψυχαὶ ὡσεὶ τρισχίλιαι
42 ἠ̃σαν δὲ προσκαρτερου̃ντες τη̨̃ διδαχη̨̃ τω̃ν ἀποστόλων καὶ τη̨̃ κοινωνία̨ τη̨̃ κλάσει του̃ ἄρτου καὶ ται̃ς προσευχαι̃ς
43 ἐγίνετο δὲ πάση̨ ψυχη̨̃ φόβος πολλά τε τέρατα καὶ σημει̃α διὰ τω̃ν ἀποστόλων ἐγίνετο
44 πάντες δὲ οἱ πιστεύοντες ἠ̃σαν ἐπὶ τò αὐτò καὶ εἰ̃χον ἅπαντα κοινά
45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πα̃σιν καθότι ἄν τις χρείαν εἰ̃χεν
46 καθ' ἡμέραν τε προσκαρτερου̃ντες ὁμοθυμαδòν ἐν τω̨̃ ἱερω̨̃ κλω̃ντές τε κατ' οἰ̃κον ἄρτον μετελάμβανον τροφη̃ς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας
47 αἰνου̃ντες τòν θεòν καὶ ἔχοντες χάριν πρòς ὅλον τòν λαόν ὁ δὲ κύριος προσετίθει τοὺς σω̨ζομένους καθ' ἡμέραν ἐπὶ τò αὐτό

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 3

Πέτρος δὲ καὶ ’Ιωάννης ἀνέβαινον εἰς τò ἱερòν ἐπὶ τὴν ὥραν τη̃ς προσευχη̃ς τὴν ἐνάτην
καί τις ἀνὴρ χωλòς ἐκ κοιλίας μητρòς αὐτου̃ ὑπάρχων ἐβαστάζετο ὃν ἐτίθουν καθ' ἡμέραν πρòς τὴν θύραν του̃ ἱερου̃ τὴν λεγομένην ὡραίαν του̃ αἰτει̃ν ἐλεημοσύνην παρὰ τω̃ν εἰσπορευομένων εἰς τò ἱερόν
ὃς ἰδὼν Πέτρον καὶ ’Ιωάννην μέλλοντας εἰσιέναι εἰς τò ἱερòν ἠρώτα ἐλεημοσύνην λαβει̃ν
ἀτενίσας δὲ Πέτρος εἰς αὐτòν σὺν τω̨̃ ’Ιωάννη̨ εἰ̃πεν βλέψον εἰς ἡμα̃ς
ὁ δὲ ἐπει̃χεν αὐτοι̃ς προσδοκω̃ν τι παρ' αὐτω̃ν λαβει̃ν
εἰ̃πεν δὲ Πέτρος ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι ὃ δὲ ἔχω του̃τό σοι δίδωμι ἐν τω̨̃ ὀνόματι ’Ιησου̃ Χριστου̃ του̃ Ναζωραίου ἔγειρε καὶ περιπάτει
καὶ πιάσας αὐτòν τη̃ς δεξια̃ς χειρòς ἤγειρεν αὐτόν παραχρη̃μα δὲ ἐστερεώθησαν αἱ βάσεις αὐτου̃ καὶ τὰ σφυδρά
καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει καὶ εἰση̃λθεν σὺν αὐτοι̃ς εἰς τò ἱερòν περιπατω̃ν καὶ ἁλλόμενος καὶ αἰνω̃ν τòν θεόν
καὶ εἰ̃δεν πα̃ς ὁ λαòς αὐτòν περιπατου̃ντα καὶ αἰνου̃ντα τòν θεόν
10 ἐπεγίνωσκον δὲ αὐτòν ὅτι αὐτòς ἠ̃ν ὁ πρòς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τη̨̃ ὡραία̨ πύλη̨ του̃ ἱερου̃ καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τω̨̃ συμβεβηκότι αὐτω̨̃
11 κρατου̃ντος δὲ αὐτου̃ τòν Πέτρον καὶ τòν ’Ιωάννην συνέδραμεν πα̃ς ὁ λαòς πρòς αὐτοὺς ἐπὶ τη̨̃ στοα̨̃ τη̨̃ καλουμένη̨ Σολομω̃ντος ἔκθαμβοι
12 ἰδὼν δὲ ὁ Πέτρος ἀπεκρίνατο πρòς τòν λαόν ἄνδρες ’Ισραηλι̃ται τί θαυμάζετε ἐπὶ τούτω̨ ἢ ἡμι̃ν τί ἀτενίζετε ὡς ἰδία̨ δυνάμει ἢ εὐσεβεία̨ πεποιηκόσιν του̃ περιπατει̃ν αὐτόν
13 ὁ θεòς ’Αβραὰμ καὶ ὁ θεòς ’Ισαὰκ καὶ ὁ θεòς ’Ιακώβ ὁ θεòς τω̃ν πατέρων ἡμω̃ν ἐδόξασεν τòν παι̃δα αὐτου̃ ’Ιησου̃ν ὃν ὑμει̃ς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου κρίναντος ἐκείνου ἀπολύειν
14 ὑμει̃ς δὲ τòν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ἠ̨τήσασθε ἄνδρα φονέα χαρισθη̃ναι ὑμι̃ν
15 τòν δὲ ἀρχηγòν τη̃ς ζωη̃ς ἀπεκτείνατε ὃν ὁ θεòς ἤγειρεν ἐκ νεκρω̃ν οὑ̃ ἡμει̃ς μάρτυρές ἐσμεν
16 καὶ ἐπὶ τη̨̃ πίστει του̃ ὀνόματος αὐτου̃ του̃τον ὃν θεωρει̃τε καὶ οἴδατε ἐστερέωσεν τò ὄνομα αὐτου̃ καὶ ἡ πίστις ἡ δι' αὐτου̃ ἔδωκεν αὐτω̨̃ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμω̃ν
17 καὶ νυ̃ν ἀδελφοί οἰ̃δα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε ὥσπερ καὶ οἱ ἄρχοντες ὑμω̃ν
18 ὁ δὲ θεòς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τω̃ν προφητω̃ν παθει̃ν τòν Χριστòν αὐτου̃ ἐπλήρωσεν οὕτως
19 μετανοήσατε οὐ̃ν καὶ ἐπιστρέψατε εἰς τò ἐξαλειφθη̃ναι ὑμω̃ν τὰς ἁμαρτίας
20 ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπò προσώπου του̃ κυρίου καὶ ἀποστείλη̨ τòν προκεχειρισμένον ὑμι̃ν Χριστόν ’Ιησου̃ν
21 ὃν δει̃ οὐρανòν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὡ̃ν ἐλάλησεν ὁ θεòς διὰ στόματος τω̃ν ἁγίων ἀπ' αἰω̃νος αὐτου̃ προφητω̃ν
22 Μωϋση̃ς μὲν εἰ̃πεν ὅτι προφήτην ὑμι̃ν ἀναστήσει κύριος ὁ θεòς ὑμω̃ν ἐκ τω̃ν ἀδελφω̃ν ὑμω̃ν ὡς ἐμέ αὐτου̃ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήση̨ πρòς ὑμα̃ς
23 ἔσται δὲ πα̃σα ψυχὴ ἥτις ἐὰν μὴ ἀκούση̨ του̃ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ του̃ λαου̃
24 καὶ πάντες δὲ οἱ προφη̃ται ἀπò Σαμουὴλ καὶ τω̃ν καθεξη̃ς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας
25 ὑμει̃ς ἐστε οἱ υἱοὶ τω̃ν προφητω̃ν καὶ τη̃ς διαθήκης ἡ̃ς διέθετο ὁ θεòς πρòς τοὺς πατέρας ὑμω̃ν λέγων πρòς ’Αβραάμ καὶ ἐν τω̨̃ σπέρματί σου ἐνευλογηθήσονται πα̃σαι αἱ πατριαὶ τη̃ς γη̃ς
26 ὑμι̃ν πρω̃τον ἀναστήσας ὁ θεòς τòν παι̃δα αὐτου̃ ἀπέστειλεν αὐτòν εὐλογου̃ντα ὑμα̃ς ἐν τω̨̃ ἀποστρέφειν ἕκαστον ἀπò τω̃ν πονηριω̃ν ὑμω̃ν

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 4

λαλούντων δὲ αὐτω̃ν πρòς τòν λαòν ἐπέστησαν αὐτοι̃ς οἱ ἱερει̃ς καὶ ὁ στρατηγòς του̃ ἱερου̃ καὶ οἱ Σαδδουκαι̃οι
διαπονούμενοι διὰ τò διδάσκειν αὐτοὺς τòν λαòν καὶ καταγγέλλειν ἐν τω̨̃ ’Ιησου̃ τὴν ἀνάστασιν τὴν ἐκ νεκρω̃ν
καὶ ἐπέβαλον αὐτοι̃ς τὰς χει̃ρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον ἠ̃ν γὰρ ἑσπέρα ἤδη
πολλοὶ δὲ τω̃ν ἀκουσάντων τòν λόγον ἐπίστευσαν καὶ ἐγενήθη ὁ ἀριθμòς τω̃ν ἀνδρω̃ν ὡς χιλιάδες πέντε
ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθη̃ναι αὐτω̃ν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματει̃ς ἐν ’Ιερουσαλήμ
καὶ ‘Άννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ ’Ιωάννης καὶ ’Αλέξανδρος καὶ ὅσοι ἠ̃σαν ἐκ γένους ἀρχιερατικου̃
καὶ στήσαντες αὐτοὺς ἐν τω̨̃ μέσω̨ ἐπυνθάνοντο ἐν ποία̨ δυνάμει ἢ ἐν ποίω̨ ὀνόματι ἐποιήσατε του̃το ὑμει̃ς
τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἰ̃πεν πρòς αὐτούς ἄρχοντες του̃ λαου̃ καὶ πρεσβύτεροι
εἰ ἡμει̃ς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσία̨ ἀνθρώπου ἀσθενου̃ς ἐν τίνι οὑ̃τος σέσωται
10 γνωστòν ἔστω πα̃σιν ὑμι̃ν καὶ παντὶ τω̨̃ λαω̨̃ ’Ισραὴλ ὅτι ἐν τω̨̃ ὀνόματι ’Ιησου̃ Χριστου̃ του̃ Ναζωραίου ὃν ὑμει̃ς ἐσταυρώσατε ὃν ὁ θεòς ἤγειρεν ἐκ νεκρω̃ν ἐν τούτω̨ οὑ̃τος παρέστηκεν ἐνώπιον ὑμω̃ν ὑγιής
11 οὑ̃τός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ' ὑμω̃ν τω̃ν οἰκοδόμων ὁ γενόμενος εἰς κεφαλὴν γωνίας
12 καὶ οὐκ ἔστιν ἐν ἄλλω̨ οὐδενὶ ἡ σωτηρία οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπò τòν οὐρανòν τò δεδομένον ἐν ἀνθρώποις ἐν ὡ̨̃ δει̃ σωθη̃ναι ἡμα̃ς
13 θεωρου̃ντες δὲ τὴν του̃ Πέτρου παρρησίαν καὶ ’Ιωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιω̃ται ἐθαύμαζον ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τω̨̃ ’Ιησου̃ ἠ̃σαν
14 τόν τε ἄνθρωπον βλέποντες σὺν αὐτοι̃ς ἑστω̃τα τòν τεθεραπευμένον οὐδὲν εἰ̃χον ἀντειπει̃ν
15 κελεύσαντες δὲ αὐτοὺς ἔξω του̃ συνεδρίου ἀπελθει̃ν συνέβαλλον πρòς ἀλλήλους
16 λέγοντες τί ποιήσωμεν τοι̃ς ἀνθρώποις τούτοις ὅτι μὲν γὰρ γνωστòν σημει̃ον γέγονεν δι' αὐτω̃ν πα̃σιν τοι̃ς κατοικου̃σιν ’Ιερουσαλὴμ φανερόν καὶ οὐ δυνάμεθα ἀρνει̃σθαι
17 ἀλλ' ἵνα μὴ ἐπὶ πλει̃ον διανεμηθη̨̃ εἰς τòν λαόν ἀπειλησώμεθα αὐτοι̃ς μηκέτι λαλει̃ν ἐπὶ τω̨̃ ὀνόματι τούτω̨ μηδενὶ ἀνθρώπων
18 καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν τò καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τω̨̃ ὀνόματι του̃ ’Ιησου̃
19 ὁ δὲ Πέτρος καὶ ’Ιωάννης ἀποκριθέντες εἰ̃πον πρòς αὐτούς εἰ δίκαιόν ἐστιν ἐνώπιον του̃ θεου̃ ὑμω̃ν ἀκούειν μα̃λλον ἢ του̃ θεου̃ κρίνατε
20 οὐ δυνάμεθα γὰρ ἡμει̃ς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλει̃ν
21 οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς μηδὲν εὑρίσκοντες τò πω̃ς κολάσωνται αὐτούς διὰ τòν λαόν ὅτι πάντες ἐδόξαζον τòν θεòν ἐπὶ τω̨̃ γεγονότι
22 ἐτω̃ν γὰρ ἠ̃ν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος ἐφ' ὃν γεγόνει τò σημει̃ον του̃το τη̃ς ἰάσεως
23 ἀπολυθέντες δὲ ἠ̃λθον πρòς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρòς αὐτοὺς οἱ ἀρχιερει̃ς καὶ οἱ πρεσβύτεροι εἰ̃παν
24 οἱ δὲ ἀκούσαντες ὁμοθυμαδòν ἠ̃ραν φωνὴν πρòς τòν θεòν καὶ εἰ̃παν δέσποτα σὺ ὁ ποιήσας τòν οὐρανòν καὶ τὴν γη̃ν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοι̃ς
25 ὁ του̃ πατρòς ἡμω̃ν διὰ πνεύματος ἁγίου στόματος Δαυὶδ παιδός σου εἰπών ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά
26 παρέστησαν οἱ βασιλει̃ς τη̃ς γη̃ς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τò αὐτò κατὰ του̃ κυρίου καὶ κατὰ του̃ Χριστου̃ αὐτου̃
27 συνήχθησαν γὰρ ἐπ' ἀληθείας ἐν τη̨̃ πόλει ταύτη̨ ἐπὶ τòν ἅγιον παι̃δά σου ’Ιησου̃ν ὃν ἔχρισας ‘Ηρώ̨δης τε καὶ Πόντιος Πιλα̃τος σὺν ἔθνεσιν καὶ λαοι̃ς ’Ισραήλ
28 ποιη̃σαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισεν γενέσθαι
29 καὶ τὰ νυ̃ν κύριε ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτω̃ν καὶ δòς τοι̃ς δούλοις σου μετὰ παρρησίας πάσης λαλει̃ν τòν λόγον σου
30 ἐν τω̨̃ τὴν χει̃ρά σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημει̃α καὶ τέρατα γίνεσθαι διὰ του̃ ὀνόματος του̃ ἁγίου παιδός σου ’Ιησου̃
31 καὶ δεηθέντων αὐτω̃ν ἐσαλεύθη ὁ τόπος ἐν ὡ̨̃ ἠ̃σαν συνηγμένοι καὶ ἐπλήσθησαν ἅπαντες του̃ ἁγίου πνεύματος καὶ ἐλάλουν τòν λόγον του̃ θεου̃ μετὰ παρρησίας
32 του̃ δὲ πλήθους τω̃ν πιστευσάντων ἠ̃ν καρδία καὶ ψυχὴ μία καὶ οὐδὲ εἱ̃ς τι τω̃ν ὑπαρχόντων αὐτω̨̃ ἔλεγεν ἴδιον εἰ̃ναι ἀλλ' ἠ̃ν αὐτοι̃ς ἅπαντα κοινά
33 καὶ δυνάμει μεγάλη̨ ἀπεδίδουν τò μαρτύριον οἱ ἀπόστολοι τη̃ς ἀναστάσεως του̃ κυρίου ’Ιησου̃ χάρις τε μεγάλη ἠ̃ν ἐπὶ πάντας αὐτούς
34 οὐδὲ γὰρ ἐνδεής τις ἠ̃ν ἐν αὐτοι̃ς ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιω̃ν ὑπη̃ρχον πωλου̃ντες ἔφερον τὰς τιμὰς τω̃ν πιπρασκομένων
35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τω̃ν ἀποστόλων διεδίδετο δὲ ἑκάστω̨ καθότι ἄν τις χρείαν εἰ̃χεν
36 ’Ιωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβα̃ς ἀπò τω̃ν ἀποστόλων ὅ ἐστιν μεθερμηνευόμενον υἱòς παρακλήσεως Λευίτης Κύπριος τω̨̃ γένει
37 ὑπάρχοντος αὐτω̨̃ ἀγρου̃ πωλήσας ἤνεγκεν τò χρη̃μα καὶ ἔθηκεν πρòς τοὺς πόδας τω̃ν ἀποστόλων

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 5

ἀνὴρ δέ τις ‘Ανανίας ὀνόματι σὺν Σαπφίρη̨ τη̨̃ γυναικὶ αὐτου̃ ἐπώλησεν κτη̃μα
καὶ ἐνοσφίσατο ἀπò τη̃ς τιμη̃ς συνειδυίης καὶ τη̃ς γυναικός καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τω̃ν ἀποστόλων ἔθηκεν
εἰ̃πεν δὲ ὁ Πέτρος ‘Ανανία διὰ τί ἐπλήρωσεν ὁ Σατανα̃ς τὴν καρδίαν σου ψεύσασθαί σε τò πνευ̃μα τò ἅγιον καὶ νοσφίσασθαι ἀπò τη̃ς τιμη̃ς του̃ χωρίου
οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τη̨̃ ση̨̃ ἐξουσία̨ ὑπη̃ρχεν τί ὅτι ἔθου ἐν τη̨̃ καρδία̨ σου τò πρα̃γμα του̃το οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τω̨̃ θεω̨̃
ἀκούων δὲ ὁ ‘Ανανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας
ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτòν καὶ ἐξενέγκαντες ἔθαψαν
ἐγένετο δὲ ὡς ὡρω̃ν τριω̃ν διάστημα καὶ ἡ γυνὴ αὐτου̃ μὴ εἰδυι̃α τò γεγονòς εἰση̃λθεν
ἀπεκρίθη δὲ πρòς αὐτὴν Πέτρος εἰπέ μοι εἰ τοσούτου τò χωρίον ἀπέδοσθε ἡ δὲ εἰ̃πεν ναί τοσούτου
ὁ δὲ Πέτρος πρòς αὐτήν τί ὅτι συνεφωνήθη ὑμι̃ν πειράσαι τò πνευ̃μα κυρίου ἰδοὺ οἱ πόδες τω̃ν θαψάντων τòν ἄνδρα σου ἐπὶ τη̨̃ θύρα̨ καὶ ἐξοίσουσίν σε
10 ἔπεσεν δὲ παραχρη̃μα πρòς τοὺς πόδας αὐτου̃ καὶ ἐξέψυξεν εἰσελθόντες δὲ οἱ νεανίσκοι εὑ̃ρον αὐτὴν νεκράν καὶ ἐξενέγκαντες ἔθαψαν πρòς τòν ἄνδρα αὐτη̃ς
11 καὶ ἐγένετο φόβος μέγας ἐφ' ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταυ̃τα
12 διὰ δὲ τω̃ν χειρω̃ν τω̃ν ἀποστόλων ἐγίνετο σημει̃α καὶ τέρατα πολλὰ ἐν τω̨̃ λαω̨̃ καὶ ἠ̃σαν ὁμοθυμαδòν ἅπαντες ἐν τη̨̃ Στοα̨̃ Σολομω̃ντος
13 τω̃ν δὲ λοιπω̃ν οὐδεὶς ἐτόλμα κολλα̃σθαι αὐτοι̃ς ἀλλ' ἐμεγάλυνεν αὐτοὺς ὁ λαός
14 μα̃λλον δὲ προσετίθεντο πιστεύοντες τω̨̃ κυρίω̨ πλήθη ἀνδρω̃ν τε καὶ γυναικω̃ν
15 ὥστε καὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενει̃ς καὶ τιθέναι ἐπὶ κλιναρίων καὶ κραβάττων ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάση̨ τινὶ αὐτω̃ν
16 συνήρχετο δὲ καὶ τò πλη̃θος τω̃ν πέριξ πόλεων ’Ιερουσαλήμ φέροντες ἀσθενει̃ς καὶ ὀχλουμένους ὑπò πνευμάτων ἀκαθάρτων οἵτινες ἐθεραπεύοντο ἅπαντες
17 ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτω̨̃ ἡ οὐ̃σα αἵρεσις τω̃ν Σαδδουκαίων ἐπλήσθησαν ζήλου
18 καὶ ἐπέβαλον τὰς χει̃ρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσία̨
19 ἄγγελος δὲ κυρίου διὰ νυκτòς ἀνοίξας τὰς θύρας τη̃ς φυλακη̃ς ἐξαγαγών τε αὐτοὺς εἰ̃πεν
20 πορεύεσθε καὶ σταθέντες λαλει̃τε ἐν τω̨̃ ἱερω̨̃ τω̨̃ λαω̨̃ πάντα τὰ ῥήματα τη̃ς ζωη̃ς ταύτης
21 ἀκούσαντες δὲ εἰση̃λθον ὑπò τòν ὄρθρον εἰς τò ἱερòν καὶ ἐδίδασκον παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτω̨̃ συνεκάλεσαν τò συνέδριον καὶ πα̃σαν τὴν γερουσίαν τω̃ν υἱω̃ν ’Ισραήλ καὶ ἀπέστειλαν εἰς τò δεσμωτήριον ἀχθη̃ναι αὐτούς
22 οἱ δὲ παραγενόμενοι ὑπηρέται οὐχ εὑ̃ρον αὐτοὺς ἐν τη̨̃ φυλακη̨̃ ἀναστρέψαντες δὲ ἀπήγγειλαν
23 λέγοντες ὅτι τò δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάση̨ ἀσφαλεία̨ καὶ τοὺς φύλακας ἑστω̃τας ἐπὶ τω̃ν θυρω̃ν ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν
24 ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε στρατηγòς του̃ ἱερου̃ καὶ οἱ ἀρχιερει̃ς διηπόρουν περὶ αὐτω̃ν τί ἂν γένοιτο του̃το
25 παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοι̃ς ὅτι ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τη̨̃ φυλακη̨̃ εἰσὶν ἐν τω̨̃ ἱερω̨̃ ἑστω̃τες καὶ διδάσκοντες τòν λαόν
26 τότε ἀπελθὼν ὁ στρατηγòς σὺν τοι̃ς ὑπηρέταις ἠ̃γεν αὐτούς οὐ μετὰ βίας ἐφοβου̃ντο γὰρ τòν λαόν μὴ λιθασθω̃σιν
27 ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τω̨̃ συνεδρίω̨ καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς
28 λέγων οὐ παραγγελία̨ παρηγγείλαμεν ὑμι̃ν μὴ διδάσκειν ἐπὶ τω̨̃ ὀνόματι τούτω̨ καὶ ἰδοὺ πεπληρώκατε τὴν ’Ιερουσαλὴμ τη̃ς διδαχη̃ς ὑμω̃ν καὶ βούλεσθε ἐπαγαγει̃ν ἐφ' ἡμα̃ς τò αἱ̃μα του̃ ἀνθρώπου τούτου
29 ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἰ̃παν πειθαρχει̃ν δει̃ θεω̨̃ μα̃λλον ἢ ἀνθρώποις
30 ὁ θεòς τω̃ν πατέρων ἡμω̃ν ἤγειρεν ’Ιησου̃ν ὃν ὑμει̃ς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου
31 του̃τον ὁ θεòς ἀρχηγòν καὶ σωτη̃ρα ὕψωσεν τη̨̃ δεξια̨̃ αὐτου̃ του̃ δου̃ναι μετάνοιαν τω̨̃ ’Ισραὴλ καὶ ἄφεσιν ἁμαρτιω̃ν
32 καὶ ἡμει̃ς ἐσμεν μάρτυρες τω̃ν ῥημάτων τούτων καὶ τò πνευ̃μα τò ἅγιον ὃ ἔδωκεν ὁ θεòς τοι̃ς πειθαρχου̃σιν αὐτω̨̃
33 οἱ δὲ ἀκούσαντες διεπρίοντο καὶ ἐβούλοντο ἀνελει̃ν αὐτούς
34 ἀναστὰς δέ τις ἐν τω̨̃ συνεδρίω̨ Φαρισαι̃ος ὀνόματι Γαμαλιήλ νομοδιδάσκαλος τίμιος παντὶ τω̨̃ λαω̨̃ ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιη̃σαι
35 εἰ̃πέν τε πρòς αὐτούς ἄνδρες ’Ισραηλι̃ται προσέχετε ἑαυτοι̃ς ἐπὶ τοι̃ς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν
36 πρò γὰρ τούτων τω̃ν ἡμερω̃ν ἀνέστη Θευδα̃ς λέγων εἰ̃ναί τινα ἑαυτόν ὡ̨̃ προσεκλίθη ἀνδρω̃ν ἀριθμòς ὡς τετρακοσίων ὃς ἀνη̨ρέθη καὶ πάντες ὅσοι ἐπείθοντο αὐτω̨̃ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν
37 μετὰ του̃τον ἀνέστη ’Ιούδας ὁ Γαλιλαι̃ος ἐν ται̃ς ἡμέραις τη̃ς ἀπογραφη̃ς καὶ ἀπέστησεν λαòν ὀπίσω αὐτου̃ κἀκει̃νος ἀπώλετο καὶ πάντες ὅσοι ἐπείθοντο αὐτω̨̃ διεσκορπίσθησαν
38 καὶ τὰ νυ̃ν λέγω ὑμι̃ν ἀπόστητε ἀπò τω̃ν ἀνθρώπων τούτων καὶ ἄφετε αὐτούς ὅτι ἐὰν ἠ̨̃ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τò ἔργον του̃το καταλυθήσεται
39 εἰ δὲ ἐκ θεου̃ ἐστιν οὐ δυνήσεσθε καταλυ̃σαι αὐτούς μήποτε καὶ θεομάχοι εὑρεθη̃τε ἐπείσθησαν δὲ αὐτω̨̃
40 καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλει̃ν ἐπὶ τω̨̃ ὀνόματι του̃ ’Ιησου̃ καὶ ἀπέλυσαν
41 οἱ μὲν οὐ̃ν ἐπορεύοντο χαίροντες ἀπò προσώπου του̃ συνεδρίου ὅτι κατηξιώθησαν ὑπὲρ του̃ ὀνόματος ἀτιμασθη̃ναι
42 πα̃σάν τε ἡμέραν ἐν τω̨̃ ἱερω̨̃ καὶ κατ' οἰ̃κον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τòν Χριστόν ’Ιησου̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.