Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 17

ἐν ἔτει δωδεκάτω̨ τω̨̃ Αχαζ βασιλει̃ Ιουδα ἐβασίλευσεν Ωσηε υἱὸς Ηλα ἐν Σαμαρεία̨ ἐπὶ Ισραηλ ἐννέα ἔτη
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου πλὴν οὐχ ὡς οἱ βασιλει̃ς Ισραηλ οἳ ἠ̃σαν ἔμπροσθεν αὐτου̃
ἐπ' αὐτὸν ἀνέβη Σαλαμανασαρ βασιλεὺς 'Ασσυρίων καὶ ἐγενήθη αὐτω̨̃ Ωσηε δου̃λος καὶ ἐπέστρεψεν αὐτω̨̃ μαναα
καὶ εὑ̃ρεν βασιλεὺς 'Ασσυρίων ἐν τω̨̃ Ωσηε ἀδικίαν ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγωρ βασιλέα Αἰγύπτου καὶ οὐκ ἤνεγκεν μαναα τω̨̃ βασιλει̃ 'Ασσυρίων ἐν τω̨̃ ἐνιαυτω̨̃ ἐκείνω̨ καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς 'Ασσυρίων καὶ ἔδησεν αὐτὸν ἐν οἴκω̨ φυλακη̃ς
καὶ ἀνέβη ὁ βασιλεὺς 'Ασσυρίων ἐν πάση̨ τη̨̃ γη̨̃ καὶ ἀνέβη εἰς Σαμάρειαν καὶ ἐπολιόρκησεν ἐπ' αὐτὴν τρία ἔτη
ἐν ἔτει ἐνάτω̨ Ωσηε συνέλαβεν βασιλεὺς 'Ασσυρίων τὴν Σαμάρειαν καὶ ἀπώ̨κισεν τὸν Ισραηλ εἰς 'Ασσυρίους καὶ κατώ̨κισεν αὐτοὺς ἐν Αλαε καὶ ἐν Αβωρ ποταμοι̃ς Γωζαν καὶ Ορη Μήδων
καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ Ισραηλ τω̨̃ κυρίω̨ θεω̨̃ αὐτω̃ν τω̨̃ ἀναγαγόντι αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ὑποκάτωθεν χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐφοβήθησαν θεοὺς ἑτέρους
καὶ ἐπορεύθησαν τοι̃ς δικαιώμασιν τω̃ν ἐθνω̃ν ὡ̃ν ἐξη̃ρεν κύριος ἀπὸ προσώπου υἱω̃ν Ισραηλ καὶ οἱ βασιλει̃ς Ισραηλ ὅσοι ἐποίησαν
καὶ ὅσοι ἠμφιέσαντο οἱ υἱοὶ Ισραηλ λόγους οὐχ οὕτως κατὰ κυρίου θεου̃ αὐτω̃ν καὶ ὠ̨κοδόμησαν ἑαυτοι̃ς ὑψηλὰ ἐν πάσαις ται̃ς πόλεσιν αὐτω̃ν ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρα̃ς
10 καὶ ἐστήλωσαν ἑαυτοι̃ς στήλας καὶ ἄλση ἐπὶ παντὶ βουνω̨̃ ὑψηλω̨̃ καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους
11 καὶ ἐθυμίασαν ἐκει̃ ἐν πα̃σιν ὑψηλοι̃ς καθὼς τὰ ἔθνη ἃ ἀπώ̨κισεν κύριος ἐκ προσώπου αὐτω̃ν καὶ ἐποίησαν κοινωνοὺς καὶ ἐχάραξαν του̃ παροργίσαι τὸν κύριον
12 καὶ ἐλάτρευσαν τοι̃ς εἰδώλοις οἱ̃ς εἰ̃πεν κύριος αὐτοι̃ς οὐ ποιήσετε τὸ ῥη̃μα του̃το κυρίω̨
13 καὶ διεμαρτύρατο κύριος ἐν τω̨̃ Ισραηλ καὶ ἐν τω̨̃ Ιουδα ἐν χειρὶ πάντων τω̃ν προφητω̃ν αὐτου̃ παντὸς ὁρω̃ντος λέγων ἀποστράφητε ἀπὸ τω̃ν ὁδω̃ν ὑμω̃ν τω̃ν πονηρω̃ν καὶ φυλάξατε τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ πάντα τὸν νόμον ὃν ἐνετειλάμην τοι̃ς πατράσιν ὑμω̃ν ὅσα ἀπέστειλα αὐτοι̃ς ἐν χειρὶ τω̃ν δούλων μου τω̃ν προφητω̃ν
14 καὶ οὐκ ἤκουσαν καὶ ἐσκλήρυναν τὸν νω̃τον αὐτω̃ν ὑπὲρ τὸν νω̃τον τω̃ν πατέρων αὐτω̃ν
15 καὶ τὰ μαρτύρια αὐτου̃ ὅσα διεμαρτύρατο αὐτοι̃ς οὐκ ἐφύλαξαν καὶ ἐπορεύθησαν ὀπίσω τω̃ν ματαίων καὶ ἐματαιώθησαν καὶ ὀπίσω τω̃ν ἐθνω̃ν τω̃ν περικύκλω̨ αὐτω̃ν ὡ̃ν ἐνετείλατο αὐτοι̃ς του̃ μὴ ποιη̃σαι κατὰ ταυ̃τα
16 ἐγκατέλιπον τὰς ἐντολὰς κυρίου θεου̃ αὐτω̃ν καὶ ἐποίησαν ἑαυτοι̃ς χώνευμα δύο δαμάλεις καὶ ἐποίησαν ἄλση καὶ προσεκύνησαν πάση̨ τη̨̃ δυνάμει του̃ οὐρανου̃ καὶ ἐλάτρευσαν τω̨̃ Βααλ
17 καὶ διη̃γον τοὺς υἱοὺς αὐτω̃ν καὶ τὰς θυγατέρας αὐτω̃ν ἐν πυρὶ καὶ ἐμαντεύοντο μαντείας καὶ οἰωνίζοντο καὶ ἐπράθησαν του̃ ποιη̃σαι τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου παροργίσαι αὐτόν
18 καὶ ἐθυμώθη κύριος σφόδρα ἐν τω̨̃ Ισραηλ καὶ ἀπέστησεν αὐτοὺς ἀπὸ του̃ προσώπου αὐτου̃ καὶ οὐχ ὑπελείφθη πλὴν φυλὴ Ιουδα μονωτάτη
19 καί γε Ιουδας οὐκ ἐφύλαξεν τὰς ἐντολὰς κυρίου του̃ θεου̃ αὐτω̃ν καὶ ἐπορεύθησαν ἐν τοι̃ς δικαιώμασιν Ισραηλ οἱ̃ς ἐποίησαν
20 καὶ ἀπεώσαντο τὸν κύριον ἐν παντὶ σπέρματι Ισραηλ καὶ ἐσάλευσεν αὐτοὺς καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτούς ἕως οὑ̃ ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτου̃
21 ὅτι πλὴν Ισραηλ ἐπάνωθεν οἴκου Δαυιδ καὶ ἐβασίλευσαν τὸν Ιεροβοαμ υἱὸν Ναβατ καὶ ἐξέωσεν Ιεροβοαμ τὸν Ισραηλ ἐξόπισθεν κυρίου καὶ ἐξήμαρτεν αὐτοὺς ἁμαρτίαν μεγάλην
22 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ισραηλ ἐν πάση̨ ἁμαρτία̨ Ιεροβοαμ ἡ̨̃ ἐποίησεν οὐκ ἀπέστησαν ἀπ' αὐτη̃ς
23 ἕως οὑ̃ μετέστησεν κύριος τὸν Ισραηλ ἀπὸ προσώπου αὐτου̃ καθὼς ἐλάλησεν κύριος ἐν χειρὶ πάντων τω̃ν δούλων αὐτου̃ τω̃ν προφητω̃ν καὶ ἀπω̨κίσθη Ισραηλ ἐπάνωθεν τη̃ς γη̃ς αὐτου̃ εἰς 'Ασσυρίους ἕως τη̃ς ἡμέρας ταύτης
24 καὶ ἤγαγεν βασιλεὺς 'Ασσυρίων ἐκ Βαβυλω̃νος τὸν ἐκ Χουνθα καὶ ἀπὸ Αια καὶ ἀπὸ Αιμαθ καὶ Σεπφαρουαιν καὶ κατω̨κίσθησαν ἐν πόλεσιν Σαμαρείας ἀντὶ τω̃ν υἱω̃ν Ισραηλ καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν καὶ κατώ̨κησαν ἐν ται̃ς πόλεσιν αὐτη̃ς
25 καὶ ἐγένετο ἐν ἀρχη̨̃ τη̃ς καθέδρας αὐτω̃ν οὐκ ἐφοβήθησαν τὸν κύριον καὶ ἀπέστειλεν κύριος ἐν αὐτοι̃ς τοὺς λέοντας καὶ ἠ̃σαν ἀποκτέννοντες ἐν αὐτοι̃ς
26 καὶ εἰ̃πον τω̨̃ βασιλει̃ 'Ασσυρίων λέγοντες τὰ ἔθνη ἃ ἀπώ̨κισας καὶ ἀντεκάθισας ἐν πόλεσιν Σαμαρείας οὐκ ἔγνωσαν τὸ κρίμα του̃ θεου̃ τη̃ς γη̃ς καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας καὶ ἰδού εἰσιν θανατου̃ντες αὐτούς καθότι οὐκ οἴδασιν τὸ κρίμα του̃ θεου̃ τη̃ς γη̃ς
27 καὶ ἐνετείλατο ὁ βασιλεὺς 'Ασσυρίων λέγων ἀπάγετε ἐκει̃θεν καὶ πορευέσθωσαν καὶ κατοικείτωσαν ἐκει̃ καὶ φωτιου̃σιν αὐτοὺς τὸ κρίμα του̃ θεου̃ τη̃ς γη̃ς
28 καὶ ἤγαγον ἕνα τω̃ν ἱερέων ὡ̃ν ἀπώ̨κισαν ἀπὸ Σαμαρείας καὶ ἐκάθισεν ἐν Βαιθηλ καὶ ἠ̃ν φωτίζων αὐτοὺς πω̃ς φοβηθω̃σιν τὸν κύριον
29 καὶ ἠ̃σαν ποιου̃ντες ἔθνη ἔθνη θεοὺς αὐτω̃ν καὶ ἔθηκαν ἐν οἴκω̨ τω̃ν ὑψηλω̃ν ὡ̃ν ἐποίησαν οἱ Σαμαρι̃ται ἔθνη ἐν ται̃ς πόλεσιν αὐτω̃ν ἐν αἱ̃ς κατώ̨κουν ἐν αὐται̃ς
30 καὶ οἱ ἄνδρες Βαβυλω̃νος ἐποίησαν τὴν Σοκχωθβαινιθ καὶ οἱ ἄνδρες Χουθ ἐποίησαν τὴν Νηριγελ καὶ οἱ ἄνδρες Αιμαθ ἐποίησαν τὴν Ασιμαθ
31 καὶ οἱ Ευαι̃οι ἐποίησαν τὴν Εβλαζερ καὶ τὴν Θαρθακ καὶ οἱ Σεπφαρουαιν κατέκαιον τοὺς υἱοὺς αὐτω̃ν ἐν πυρὶ τω̨̃ Αδραμελεχ καὶ Ανημελεχ θεοι̃ς Σεπφαρουαιν
32 καὶ ἠ̃σαν φοβούμενοι τὸν κύριον καὶ κατώ̨κισαν τὰ βδελύγματα αὐτω̃ν ἐν τοι̃ς οἴκοις τω̃ν ὑψηλω̃ν ἃ ἐποίησαν ἐν Σαμαρεία̨ ἔθνος ἔθνος ἐν πόλει ἐν ἡ̨̃ κατώ̨κουν ἐν αὐτη̨̃ καὶ ἠ̃σαν φοβούμενοι τὸν κύριον καὶ ἐποίησαν ἑαυτοι̃ς ἱερει̃ς τω̃ν ὑψηλω̃ν καὶ ἐποίησαν ἑαυτοι̃ς ἐν οἴκω̨ τω̃ν ὑψηλω̃ν
33 τὸν κύριον ἐφοβου̃ντο καὶ τοι̃ς θεοι̃ς αὐτω̃ν ἐλάτρευον κατὰ τὸ κρίμα τω̃ν ἐθνω̃ν ὅθεν ἀπώ̨κισεν αὐτοὺς ἐκει̃θεν
34 ἕως τη̃ς ἡμέρας ταύτης αὐτοὶ ἐποίουν κατὰ τὸ κρίμα αὐτω̃ν αὐτοὶ φοβου̃νται καὶ αὐτοὶ ποιου̃σιν κατὰ τὰ δικαιώματα αὐτω̃ν καὶ κατὰ τὴν κρίσιν αὐτω̃ν καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν ἐντολήν ἣν ἐνετείλατο κύριος τοι̃ς υἱοι̃ς Ιακωβ οὑ̃ ἔθηκεν τὸ ὄνομα αὐτου̃ Ισραηλ
35 καὶ διέθετο κύριος μετ' αὐτω̃ν διαθήκην καὶ ἐνετείλατο αὐτοι̃ς λέγων οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους καὶ οὐ προσκυνήσετε αὐτοι̃ς καὶ οὐ λατρεύσετε αὐτοι̃ς καὶ οὐ θυσιάσετε αὐτοι̃ς
36 ὅτι ἀλλ' ἢ τω̨̃ κυρίω̨ ὃς ἀνήγαγεν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου ἐν ἰσχύι μεγάλη̨ καὶ ἐν βραχίονι ὑψηλω̨̃ αὐτὸν φοβηθήσεσθε καὶ αὐτω̨̃ προσκυνήσετε καὶ αὐτω̨̃ θύσετε
37 καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ τὸν νόμον καὶ τὰς ἐντολάς ἃς ἔγραψεν ὑμι̃ν φυλάσσεσθε ποιει̃ν πάσας τὰς ἡμέρας καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους
38 καὶ τὴν διαθήκην ἣν διέθετο μεθ' ὑμω̃ν οὐκ ἐπιλήσεσθε καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους
39 ὅτι ἀλλ' ἢ τὸν κύριον θεὸν ὑμω̃ν φοβηθήσεσθε καὶ αὐτὸς ἐξελει̃ται ὑμα̃ς ἐκ πάντων τω̃ν ἐχθρω̃ν ὑμω̃ν
40 καὶ οὐκ ἀκούσεσθε ἐπὶ τω̨̃ κρίματι αὐτω̃ν ὃ αὐτοὶ ποιου̃σιν
41 καὶ ἠ̃σαν τὰ ἔθνη ταυ̃τα φοβούμενοι τὸν κύριον καὶ τοι̃ς γλυπτοι̃ς αὐτω̃ν ἠ̃σαν δουλεύοντες καί γε οἱ υἱοὶ καὶ οἱ υἱοὶ τω̃ν υἱω̃ν αὐτω̃ν καθὰ ἐποίησαν οἱ πατέρες αὐτω̃ν ποιου̃σιν ἕως τη̃ς ἡμέρας ταύτης
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.