1 ἐν ἔτει ἑπτακαιδεκάτω̨ Φακεε υἱου̃ Ρομελιου ἐβασίλευσεν Αχαζ υἱὸς Ιωαθαμ βασιλέως Ιουδα |
2 υἱὸς εἴκοσι ἐτω̃ν ἠ̃ν Αχαζ ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς κυρίου θεου̃ αὐτου̃ πιστω̃ς ὡς Δαυιδ ὁ πατὴρ αὐτου̃ |
3 καὶ ἐπορεύθη ἐν ὁδω̨̃ Ιεροβοαμ υἱου̃ Ναβατ βασιλέως Ισραηλ καί γε τὸν υἱὸν αὐτου̃ διη̃γεν ἐν πυρὶ κατὰ τὰ βδελύγματα τω̃ν ἐθνω̃ν ὡ̃ν ἐξη̃ρεν κύριος ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ |
4 καὶ ἐθυσίαζεν καὶ ἐθυμία ἐν τοι̃ς ὑψηλοι̃ς καὶ ἐπὶ τω̃ν βουνω̃ν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους |
5 τότε ἀνέβη Ραασσων βασιλεὺς Συρίας καὶ Φακεε υἱὸς Ρομελιου βασιλεὺς Ισραηλ εἰς Ιερουσαλημ εἰς πόλεμον καὶ ἐπολιόρκουν ἐπὶ Αχαζ καὶ οὐκ ἐδύναντο πολεμει̃ν |
6 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἐπέστρεψεν Ραασσων βασιλεὺς Συρίας τὴν Αιλαθ τη̨̃ Συρία̨ καὶ ἐξέβαλεν τοὺς Ιουδαίους ἐξ Αιλαθ καὶ Ιδουμαι̃οι ἠ̃λθον εἰς Αιλαθ καὶ κατώ̨κησαν ἐκει̃ ἕως τη̃ς ἡμέρας ταύτης |
7 καὶ ἀπέστειλεν Αχαζ ἀγγέλους πρὸς Θαγλαθφελλασαρ βασιλέα 'Ασσυρίων λέγων δου̃λός σου καὶ υἱός σου ἐγώ ἀνάβηθι καὶ σω̃σόν με ἐκ χειρὸς βασιλέως Συρίας καὶ ἐκ χειρὸς βασιλέως Ισραηλ τω̃ν ἐπανισταμένων ἐπ' ἐμέ |
8 καὶ ἔλαβεν Αχαζ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροι̃ς οἴκου κυρίου καὶ οἴκου του̃ βασιλέως καὶ ἀπέστειλεν τω̨̃ βασιλει̃ δω̃ρα |
9 καὶ ἤκουσεν αὐτου̃ βασιλεὺς 'Ασσυρίων καὶ ἀνέβη βασιλεὺς 'Ασσυρίων εἰς Δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπώ̨κισεν αὐτὴν καὶ τὸν Ραασσων ἐθανάτωσεν |
10 καὶ ἐπορεύθη βασιλεὺς Αχαζ εἰς ἀπαντὴν τω̨̃ Θαγλαθφελλασαρ βασιλει̃ 'Ασσυρίων εἰς Δαμασκόν καὶ εἰ̃δεν τὸ θυσιαστήριον ἐν Δαμασκω̨̃ καὶ ἀπέστειλεν ὁ βασιλεὺς Αχαζ πρὸς Ουριαν τὸν ἱερέα τὸ ὁμοίωμα του̃ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτου̃ εἰς πα̃σαν ποίησιν αὐτου̃ |
11 καὶ ὠ̨κοδόμησεν Ουριας ὁ ἱερεὺς τὸ θυσιαστήριον κατὰ πάντα ὅσα ἀπέστειλεν ὁ βασιλεὺς Αχαζ ἐκ Δαμασκου̃ |
12 καὶ εἰ̃δεν ὁ βασιλεὺς τὸ θυσιαστήριον καὶ ἀνέβη ἐπ' αὐτὸ |
13 καὶ ἐθυμίασεν τὴν ὁλοκαύτωσιν αὐτου̃ καὶ τὴν θυσίαν αὐτου̃ καὶ τὴν σπονδὴν αὐτου̃ καὶ προσέχεεν τὸ αἱ̃μα τω̃ν εἰρηνικω̃ν τω̃ν αὐτου̃ ἐπὶ τὸ θυσιαστήριον |
14 καὶ τὸ θυσιαστήριον τὸ χαλκου̃ν τὸ ἀπέναντι κυρίου καὶ προσήγαγεν ἀπὸ προσώπου του̃ οἴκου κυρίου ἀπὸ του̃ ἀνὰ μέσον του̃ θυσιαστηρίου καὶ ἀπὸ του̃ ἀνὰ μέσον του̃ οἴκου κυρίου καὶ ἔδωκεν αὐτὸ ἐπὶ μηρὸν του̃ θυσιαστηρίου κατὰ βορρα̃ν |
15 καὶ ἐνετείλατο ὁ βασιλεὺς Αχαζ τω̨̃ Ουρια τω̨̃ ἱερει̃ λέγων ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωινὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινὴν καὶ τὴν ὁλοκαύτωσιν του̃ βασιλέως καὶ τὴν θυσίαν αὐτου̃ καὶ τὴν ὁλοκαύτωσιν παντὸς του̃ λαου̃ καὶ τὴν θυσίαν αὐτω̃ν καὶ τὴν σπονδὴν αὐτω̃ν καὶ πα̃ν αἱ̃μα ὁλοκαυτώσεως καὶ πα̃ν αἱ̃μα θυσίας ἐπ' αὐτὸ προσχεει̃ς καὶ τὸ θυσιαστήριον τὸ χαλκου̃ν ἔσται μοι εἰς τὸ πρωί |
16 καὶ ἐποίησεν Ουριας ὁ ἱερεὺς κατὰ πάντα ὅσα ἐνετείλατο αὐτω̨̃ ὁ βασιλεὺς Αχαζ |
17 καὶ συνέκοψεν ὁ βασιλεὺς Αχαζ τὰ συγκλείσματα τω̃ν μεχωνωθ καὶ μετη̃ρεν ἀπ' αὐτω̃ν τὸν λουτη̃ρα καὶ τὴν θάλασσαν καθει̃λεν ἀπὸ τω̃ν βοω̃ν τω̃ν χαλκω̃ν τω̃ν ὑποκάτω αὐτη̃ς καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην |
18 καὶ τὸν θεμέλιον τη̃ς καθέδρας ὠ̨κοδόμησεν ἐν οἴκω̨ κυρίου καὶ τὴν εἴσοδον του̃ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκω̨ κυρίου ἀπὸ προσώπου βασιλέως 'Ασσυρίων |
19 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αχαζ ὅσα ἐποίησεν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα |
20 καὶ ἐκοιμήθη Αχαζ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Εζεκιας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ |