1 τότε προσκαλεσάμενος 'Έρμωνα τὸν πρὸς τη̨̃ τω̃ν ἐλεφάντων ἐπιμελεία̨ βαρεία̨ μεμεστωμένος ὀργη̨̃ καὶ χόλω̨ κατὰ πα̃ν ἀμετάθετος |
2 ἐκέλευσεν ὑπὸ τὴν ἐπερχομένην ἡμέραν δαψιλέσι δράκεσι λιβανωτου̃ καὶ οἴνω̨ πλείονι ἀκράτω̨ ἅπαντας τοὺς ἐλέφαντας ποτίσαι ὄντας τὸν ἀριθμὸν πεντακοσίους καὶ ἀγριωθέντας τη̨̃ του̃ πόματος ἀφθόνω̨ χορηγία̨ εἰσαγαγει̃ν πρὸς συνάντησιν του̃ μόρου τω̃ν Ιουδαίων |
3 ὁ μὲν τάδε προστάσσων ἐτρέπετο πρὸς τὴν εὐωχίαν συναγαγὼν τοὺς μάλιστα τω̃ν φίλων καὶ τη̃ς στρατια̃ς ἀπεχθω̃ς ἔχοντας πρὸς τοὺς Ιουδαίους |
4 ὁ δὲ ἐλεφαντάρχης τὸ προσταγὲν ἀραρότως 'Έρμων συνετέλει |
5 οἵ τε πρὸς τούτοις λειτουργοὶ κατὰ τὴν ἑσπέραν ἐξιόντες τὰς τω̃ν ταλαιπωρούντων ἐδέσμευον χει̃ρας τήν τε λοιπὴν ἐμηχανω̃ντο περὶ αὐτοὺς ἀσφάλειαν ἔννυχον δόξαντες ὁμου̃ λήμψεσθαι τὸ φυ̃λον πέρας τη̃ς ὀλεθρίας |
6 οἱ δὲ πάσης σκέπης ἔρημοι δοκου̃ντες εἰ̃ναι τοι̃ς ἔθνεσιν Ιουδαι̃οι διὰ τὴν πάντοθεν περιέχουσαν αὐτοὺς μετὰ δεσμω̃ν ἀνάγκην |
7 τὸν παντοκράτορα κύριον καὶ πάσης δυνάμεως δυναστεύοντα ἐλεήμονα θεὸν αὐτω̃ν καὶ πατέρα δυσκαταπαύστω̨ βοη̨̃ πάντες μετὰ δακρύων ἐπεκαλέσαντο δεόμενοι |
8 τὴν κατ' αὐτω̃ν μεταστρέψαι βουλὴν ἀνοσίαν καὶ ῥύσασθαι αὐτοὺς μετὰ μεγαλομερου̃ς ἐπιφανείας ἐκ του̃ παρὰ πόδας ἐν ἑτοίμω̨ μόρου |
9 τούτων μὲν οὐ̃ν ἐκτενω̃ς ἡ λιτανεία ἀνέβαινεν εἰς τὸν οὐρανόν |
10 ὁ δὲ 'Έρμων τοὺς ἀνηλεει̃ς ἐλέφαντας ποτίσας πεπληρωμένους τη̃ς του̃ οἴνου πολλη̃ς χορηγίας καὶ του̃ λιβάνου μεμεστωμένους ὄρθριος ἐπὶ τὴν αὐλὴν παρη̃ν περὶ τούτων προσαγγει̃λαι τω̨̃ βασιλει̃ |
11 τὸ δὲ ἀπ' αἰω̃νος χρόνου κτίσμα καλὸν ἐν νυκτὶ καὶ ἡμέρα̨ ἐπιβαλλόμενον ὑπὸ του̃ χαριζομένου πα̃σιν οἱ̃ς ἂν αὐτὸς θελήση̨ ὕπνου μέρος ἀπέστειλεν εἰς τὸν βασιλέα |
12 καὶ ἡδίστω̨ καὶ βαθει̃ κατεσχέθη τη̨̃ ἐνεργεία̨ του̃ δεσπότου τη̃ς ἀθέσμου μὲν προθέσεως πολὺ διεσφαλμένος του̃ δὲ ἀμεταθέτου λογισμου̃ μεγάλως διεψευσμένος |
13 οἵ τε Ιουδαι̃οι τὴν προσημανθει̃σαν ὥραν διαφυγόντες τὸν ἅγιον ἤ̨νουν θεὸν αὐτω̃ν καὶ πάλιν ἠξίουν τὸν εὐκατάλλακτον δει̃ξαι μεγαλοσθενου̃ς ἑαυτου̃ χειρὸς κράτος ἔθνεσιν ὑπερηφάνοις |
14 μεσούσης δὲ ἤδη δεκάτης ὥρας σχεδὸν ὁ πρὸς ται̃ς κλήσεσιν τεταγμένος ἀθρόους τοὺς κλητοὺς ἰδὼν ἔνυξεν προσελθὼν τὸν βασιλέα |
15 καὶ μόλις διεγείρας ὑπέδειξε τὸν τη̃ς συμποσίας καιρὸν ἤδη παρατρέχοντα τὸν περὶ τούτων λόγον ποιούμενος |
16 ὃν ὁ βασιλεὺς λογισάμενος καὶ τραπεὶς εἰς τὸν πότον ἐκέλευσεν τοὺς παραγεγονότας ἐπὶ τὴν συμποσίαν ἄντικρυς ἀνακλι̃ναι αὐτου̃ |
17 οὑ̃ καὶ γενομένου παρή̨νει εἰς εὐωχίαν δόντας ἑαυτοὺς τὸ παρὸν τη̃ς συμποσίας ἐπὶ πολὺ γεραιρομένους εἰς εὐφροσύνην καταθέσθαι μέρος |
18 ἐπὶ πλει̃ον δὲ προβαινούσης τη̃ς ὁμιλίας τὸν 'Έρμωνα προσκαλεσάμενος ὁ βασιλεὺς μετὰ πικρα̃ς ἀπειλη̃ς ἐπυνθάνετο τίνος ἕνεκεν αἰτίας εἰάθησαν οἱ Ιουδαι̃οι τὴν περιου̃σαν ἡμέραν περιβεβιωκότες |
19 του̃ δὲ ὑποδείξαντος ἔτι νυκτὸς τὸ προσταγὲν ἐπὶ τέλος ἀγειοχέναι καὶ τω̃ν φίλων αὐτω̨̃ προσμαρτυρησάντων |
20 τὴν ὠμότητα χείρονα Φαλάριδος ἐσχηκὼς ἔφη τω̨̃ τη̃ς σήμερον ὕπνω̨ χάριν ἔχειν αὐτούς ἀνυπερθέτως δὲ εἰς τὴν ἐπιτελου̃σαν ἡμέραν κατὰ τὸ ὅμοιον ἑτοίμασον τοὺς ἐλέφαντας ἐπὶ τὸν τω̃ν ἀθεμίτων Ιουδαίων ἀφανισμόν |
21 εἰπόντος δὲ του̃ βασιλέως ἀσμένως πάντες μετὰ χαρα̃ς οἱ παρόντες ὁμου̃ συναινέσαντες εἰς τὸν ἴδιον οἰ̃κον ἕκαστος ἀνέλυσεν |
22 καὶ οὐχ οὕτως εἰς ὕπνον κατεχρήσαντο τὸν χρόνον τη̃ς νυκτός ὡς εἰς τὸ παντοίους μηχανα̃σθαι τοι̃ς ταλαιπώροις δοκου̃σιν ἐμπαιγμούς |
23 ἄρτι δὲ ἀλεκτρυὼν ἐκέκραγεν ὄρθριος καὶ τὰ θηρία καθωπλικὼς ὁ 'Έρμων ἐν τω̨̃ μεγάλω̨ περιστύλω̨ διεκίνει |
24 τὰ δὲ κατὰ τὴν πόλιν πλήθη συνήθροιστο πρὸς τὴν οἰκτροτάτην θεωρίαν προσδοκω̃ντα τὴν πρωίαν μετὰ σπουδη̃ς |
25 οἱ δὲ Ιουδαι̃οι κατὰ τὸν ἀμερη̃ ψυχουλκούμενοι χρόνον πολύδακρυν ἱκετείαν ἐν μέλεσιν γοεροι̃ς τείνοντες τὰς χει̃ρας εἰς τὸν οὐρανὸν ἐδέοντο του̃ μεγίστου θεου̃ πάλιν αὐτοι̃ς βοηθη̃σαι συντόμως |
26 οὔπω δὲ ἡλίου βολαὶ κατεσπείροντο καὶ του̃ βασιλέως τοὺς φίλους ἐκδεχομένου ὁ 'Έρμων παραστὰς ἐκάλει πρὸς τὴν ἔξοδον ὑποδεικνύων τὸ πρόθυμον του̃ βασιλέως ἐν ἑτοίμω̨ κει̃σθαι |
27 του̃ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τη̨̃ παρανόμω̨ ἐξόδω̨ κατὰ πα̃ν ἀγνωσία̨ κεκρατημένος ἐπυνθάνετο τί τὸ πρα̃γμα ἐφ' οὑ̃ του̃το αὐτω̨̃ μετὰ σπουδη̃ς τετέλεσται |
28 του̃το δὲ ἠ̃ν ἡ ἐνέργεια του̃ πάντα δεσποτεύοντος θεου̃ τω̃ν πρὶν αὐτω̨̃ μεμηχανημένων λήθην κατὰ διάνοιαν ἐντεθεικότος |
29 ὑπεδείκνυεν ὁ 'Έρμων καὶ πάντες οἱ φίλοι τὰ θηρία καὶ τὰς δυνάμεις ἡτοιμάσθαι βασιλευ̃ κατὰ τὴν σὴν ἐκτενη̃ πρόθεσιν |
30 ὁ δὲ ἐπὶ τοι̃ς ῥηθει̃σιν πληρωθεὶς βαρει̃ χόλω̨ διὰ τὸ περὶ τούτων προνοία̨ θεου̃ διεσκεδάσθαι πα̃ν αὐτου̃ τὸ νόημα ἐνατενίσας μετὰ ἀπειλη̃ς εἰ̃πεν |
31 ὅσοι γονει̃ς παρη̃σαν ἢ παίδων γόνοι τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασα ἂν δαψιλη̃ θοι̃ναν ἀντὶ τω̃ν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοι̃ς ἀποδεδειγμένων ὁλοσχερη̃ βεβαίαν πίστιν ἐξόχως Ιουδαίων |
32 καίπερ εἰ μὴ διὰ τὴν τη̃ς συντροφίας στοργὴν καὶ τη̃ς χρείας τὸ ζη̃ν ἀντὶ τούτων ἐστερήθης |
33 οὕτως ὁ 'Έρμων ἀπροσδόκητον ἐπικίνδυνον ὑπήνεγκεν ἀπειλὴν καὶ τη̨̃ ὁράσει καὶ τω̨̃ προσώπω̨ συνεστάλη |
34 ὁ καθει̃ς δὲ τω̃ν φίλων σκυθρωπω̃ς ὑπεκρέων τοὺς συνηθροισμένους ἀπέλυσαν ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀσχολίαν |
35 οἵ τε Ιουδαι̃οι τὰ παρὰ του̃ βασιλέως ἀκούσαντες τὸν ἐπιφανη̃ θεὸν κύριον βασιλέα τω̃ν βασιλέων ἤ̨νουν καὶ τη̃σδε τη̃ς βοηθείας αὐτου̃ τετευχότες |
36 κατὰ δὲ τοὺς αὐτοὺς νόμους ὁ βασιλεὺς συστησάμενος πα̃ν τὸ συμπόσιον εἰς εὐφροσύνην τραπη̃ναι παρεκάλει |
37 τὸν δὲ 'Έρμωνα προσκαλεσάμενος μετὰ ἀπειλη̃ς εἰ̃πεν ποσάκις δὲ δει̃ σοι περὶ τούτων αὐτω̃ν προστάττειν ἀθλιώτατε |
38 τοὺς ἐλέφαντας ἔτι καὶ νυ̃ν καθόπλισον εἰς τὴν αὔριον ἐπὶ τὸν τω̃ν Ιουδαίων ἀφανισμόν |
39 οἱ δὲ συνανακείμενοι συγγενει̃ς τὴν ἀσταθη̃ διάνοιαν αὐτου̃ θαυμάζοντες προεφέροντο τάδε |
40 βασιλευ̃ μέχρι τίνος ὡς ἀλόγους ἡμα̃ς διαπειράζεις προστάσσων ἤδη τρίτον αὐτοὺς ἀφανίσαι καὶ πάλιν ἐπὶ τω̃ν πραγμάτων ἐκ μεταβολη̃ς ἀναλύων τὰ σοὶ δεδογμένα |
41 ὡ̃ν χάριν ἡ πόλις διὰ τὴν προσδοκίαν ὀχλει̃ καὶ πληθύουσα συστροφαι̃ς ἤδη καὶ κινδυνεύει πολλάκις διαρπασθη̃ναι |
42 ὅθεν ὁ κατὰ πάντα Φάλαρις βασιλεὺς ἐμπληθυνθεὶς ἀλογιστίας καὶ τὰς γινομένας πρὸς ἐπισκοπὴν τω̃ν Ιουδαίων ἐν αὐτω̨̃ μεταβολὰς τη̃ς ψυχη̃ς παρ' οὐδὲν ἡγούμενος ἀτελέστατον βεβαίως ὅρκον ὁρισάμενος τούτους μὲν ἀνυπερθέτως πέμψειν εἰς ἅ̨δην ἐν γόνασιν καὶ ποσὶν θηρίων ἠ̨κισμένους |
43 ἐπιστρατεύσαντα δὲ ἐπὶ τὴν Ιουδαίαν ἰσόπεδον πυρὶ καὶ δόρατι θήσεσθαι διὰ τάχους καὶ τὸν ἄβατον ἡμι̃ν αὐτω̃ν ναὸν πυρὶ πρηνέα ἐν τάχει τω̃ν συντελούντων ἐκει̃ θυσίας ἔρημον εἰς τὸν ἅπαντα χρόνον καταστήσειν |
44 τότε περιχαρει̃ς ἀναλύσαντες οἱ φίλοι καὶ συγγενει̃ς μετὰ πίστεως διέτασσον τὰς δυνάμεις ἐπὶ τοὺς εὐκαιροτάτους τόπους τη̃ς πόλεως πρὸς τὴν τήρησιν |
45 ὁ δὲ ἐλεφαντάρχης τὰ θηρία σχεδὸν ὡς εἰπει̃ν εἰς κατάστεμα μανιω̃δες ἀγειοχὼς εὐωδεστάτοις πόμασιν οἴνου λελιβανωμένου φοβερω̃ς κεκοσμημένα κατασκευαι̃ς |
46 περὶ τὴν ἕω τη̃ς πόλεως ἤδη πλήθεσιν ἀναριθμήτοις κατὰ του̃ ἱπποδρόμου καταμεμεστωμένης εἰσελθὼν εἰς τὴν αὐλὴν ἐπὶ τὸ προκείμενον ὤτρυνε τὸν βασιλέα |
47 ὁ δὲ ὀργη̨̃ βαρεία̨ γεμίσας δυσσεβη̃ φρένα παντὶ τω̨̃ βάρει σὺν τοι̃ς θηρίοις ἐξώρμησε βουλόμενος ἀτρώτω̨ καρδία̨ καὶ κόραις ὀφθαλμω̃ν θεάσασθαι τὴν ἐπίπονον καὶ ταλαίπωρον τω̃ν προσεσημαμμένων καταστροφήν |
48 ὡς δὲ τω̃ν ἐλεφάντων ἐξιόντων περὶ πύλην καὶ τη̃ς συνεπομένης ἐνόπλου δυνάμεως τη̃ς τε του̃ πλήθους πορείας κονιορτὸν ἰδόντες καὶ βαρυηχη̃ θόρυβον ἀκούσαντες οἱ Ιουδαι̃οι |
49 ὑστάτην βίου ῥοπὴν αὐτοι̃ς ἐκείνην δόξαντες εἰ̃ναι τὸ τέλος τη̃ς ἀθλιωτάτης προσδοκίας εἰς οἰ̃κτον καὶ γόους τραπέντες κατεφίλουν ἀλλήλους περιπλεκόμενοι τοι̃ς συγγενέσιν ἐπὶ τοὺς τραχήλους ἐπιπίπτοντες γονει̃ς παισὶν καὶ μητέρες νεάνισιν ἕτεραι δὲ νεογνὰ πρὸς μαστοὺς ἔχουσαι βρέφη τελευται̃ον ἕλκοντα γάλα |
50 οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἔμπροσθεν αὐτω̃ν γεγενημένας ἀντιλήμψεις ἐξ οὐρανου̃ συνιδόντες πρηνει̃ς ὁμοθυμαδὸν ῥίψαντες ἑαυτοὺς καὶ τὰ νήπια χωρίσαντες τω̃ν μαστω̃ν |
51 ἀνεβόησαν φωνη̨̃ μεγάλη̨ σφόδρα τὸν τη̃ς ἁπάσης δυνάμεως δυνάστην ἱκετεύοντες οἰκτι̃ραι μετὰ ἐπιφανείας αὐτοὺς ἤδη πρὸς πύλαις ἅ̨δου καθεστω̃τας |