1 ἃ καὶ μεταλαμβάνων ὁ δυσσεβὴς ἐπὶ τοσου̃τον ἐξεχόλησεν ὥστε οὐ μόνον τοι̃ς κατὰ 'Αλεξάνδρειαν διοργίζεσθαι ἀλλὰ καὶ τοι̃ς ἐν τη̨̃ χώρα̨ βαρυτέρως ἐναντιωθη̃ναι καὶ προστάξαι σπεύσαντας συναγαγει̃ν πάντας ἐπὶ τὸ αὐτὸ καὶ χειρίστω̨ μόρω̨ του̃ ζη̃ν μεταστη̃σαι |
2 τούτων δὲ οἰκονομουμένων φήμη δυσμενὴς ἐξηχει̃το κατὰ του̃ γένους ἀνθρώποις συμφρονου̃σιν εἰς κακοποίησιν ἀφορμη̃ς διδομένης εἰς διάθεσιν ὡς ἂν ἀπὸ τω̃ν νομίμων αὐτοὺς κωλυόντων |
3 οἱ δὲ Ιουδαι̃οι τὴν μὲν πρὸς τοὺς βασιλει̃ς εὔνοιαν καὶ πίστιν ἀδιάστροφον ἠ̃σαν φυλάσσοντες |
4 σεβόμενοι δὲ τὸν θεὸν καὶ τω̨̃ τούτου νόμω̨ πολιτευόμενοι χωρισμὸν ἐποίουν ἐπὶ τω̨̃ κατὰ τὰς τροφάς δι' ἣν αἰτίαν ἐνίοις ἀπεχθει̃ς ἐφαίνοντο |
5 τη̨̃ δὲ τω̃ν δικαίων εὐπραξία̨ κοσμου̃ντες τὴν συναναστροφὴν ἅπασιν ἀνθρώποις εὐδόκιμοι καθειστήκεισαν |
6 τὴν μὲν οὐ̃ν περὶ του̃ γένους ἐν πα̃σιν θρυλουμένην εὐπραξίαν οἱ ἀλλόφυλοι οὐδαμω̃ς διηριθμήσαντο |
7 τὴν δὲ περὶ τω̃ν προσκυνήσεων καὶ τροφω̃ν διάστασιν ἐθρύλουν φάσκοντες μήτε τω̨̃ βασιλει̃ μήτε ται̃ς δυνάμεσιν ὁμοσπόνδους τοὺς ἀνθρώπους γίνεσθαι δυσμενει̃ς δὲ εἰ̃ναι καὶ μέγα τι τοι̃ς πράγμασιν ἐναντιουμένους καὶ οὐ τω̨̃ τυχόντι περιη̃ψαν ψόγω̨ |
8 οἱ δὲ κατὰ τὴν πόλιν 'Έλληνες οὐδὲν ἠδικημένοι ταραχὴν ἀπροσδόκητον περὶ τοὺς ἀνθρώπους θεωρου̃ντες καὶ συνδρομὰς ἀπροσκόπους γινομένας βοηθει̃ν μὲν οὐκ ἔσθενον τυραννικὴ γὰρ ἠ̃ν ἡ διάθεσις παρεκάλουν δὲ καὶ δυσφόρως εἰ̃χον καὶ μεταπεσει̃σθαι ταυ̃τα ὑπελάμβανον |
9 μὴ γὰρ οὕτω παροραθήσεσθαι τηλικου̃το σύστεμα μηδὲν ἠγνοηκός |
10 ἤδη δὲ καί τινες γείτονές τε καὶ φίλοι καὶ συμπραγματευόμενοι μυστικω̃ς τινας ἐπισπώμενοι πίστεις ἐδίδουν συνασπιει̃ν καὶ πα̃ν ἐκτενὲς προσοίσεσθαι πρὸς ἀντίλημψιν |
11 ἐκει̃νος μὲν οὐ̃ν τη̨̃ κατὰ τὸ παρὸν εὐημερία̨ γεγαυρωμένος καὶ οὐ καθορω̃ν τὸ του̃ μεγίστου θεου̃ κράτος ὑπολαμβάνων δὲ διηνεκω̃ς ἐν τη̨̃ αὐτη̨̃ διαμενει̃ν βουλη̨̃ ἔγραψεν κατ' αὐτω̃ν ἐπιστολὴν τήνδε |
12 βασιλεὺς Πτολεμαι̃ος Φιλοπάτωρ τοι̃ς κατ' Αἴγυπτον καὶ κατὰ τόπον στρατηγοι̃ς καὶ στρατιώταις χαίρειν καὶ ἐρρω̃σθαι |
13 ἔρρωμαι δὲ καὶ αὐτὸς ἐγὼ καὶ τὰ πράγματα ἡμω̃ν |
14 τη̃ς εἰς τὴν 'Ασίαν γενομένης ἡμι̃ν ἐπιστρατείας ἡ̃ς ἴστε καὶ αὐτοί τη̨̃ τω̃ν θεω̃ν ἀπροπτώτω̨ συμμαχία̨ κατὰ λόγον ἐπὶ τέλος ἀχθείσης |
15 ἡγησάμεθα μὴ βία̨ δόρατος ἐπιεικεία̨ δὲ καὶ πολλη̨̃ φιλανθρωπία̨ τιθηνήσασθαι τὰ κατοικου̃ντα Κοίλην Συρίαν καὶ Φοινίκην ἔθνη εὐ̃ ποιη̃σαί τε ἀσμένως |
16 καὶ τοι̃ς κατὰ πόλιν ἱεροι̃ς ἀπονείμαντες προσόδους πλείστας προήχθημεν καὶ εἰς τὰ Ιεροσόλυμα ἀναβάντες τιμη̃σαι τὸ ἱερὸν τω̃ν ἀλιτηρίων καὶ μηδέποτε ληγόντων τη̃ς ἀνοίας |
17 οἱ δὲ λόγω̨ μὲν τὴν ἡμετέραν ἀποδεξάμενοι παρουσίαν τω̨̃ δὲ πράγματι νόθως προθυμηθέντων ἡμω̃ν εἰσελθει̃ν εἰς τὸν ναὸν αὐτω̃ν καὶ τοι̃ς ἐκπρεπέσιν καὶ καλλίστοις ἀναθήμασιν τιμη̃σαι |
18 τύφοις φερόμενοι παλαιοτέροις εἰ̃ρξαν ἡμα̃ς τη̃ς εἰσόδου λειπόμενοι τη̃ς ἡμετέρας ἀλκη̃ς δι' ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους φιλανθρωπίαν |
19 τὴν δὲ αὐτω̃ν εἰς ἡμα̃ς δυσμένειαν ἔκδηλον καθιστάντες ὡς μονώτατοι τω̃ν ἐθνω̃ν βασιλευ̃σιν καὶ τοι̃ς ἑαυτω̃ν εὐεργέταις ὑψαυχενου̃ντες οὐδὲν γνήσιον βούλονται φέρειν |
20 ἡμει̃ς δὲ τη̨̃ τούτων ἀνοία̨ συμπεριενεχθέντες καὶ μετὰ νίκης διακομισθέντες εἰς τὴν Αἴγυπτον τοι̃ς πα̃σιν ἔθνεσιν φιλανθρώπως ἀπαντήσαντες καθὼς ἔπρεπεν ἐποιήσαμεν |
21 ἐν δὲ τούτοις πρὸς τοὺς ὁμοφύλους αὐτω̃ν ἀμνησικακίαν ἅπασιν γνωρίζοντες διά τε τὴν συμμαχίαν καὶ τὰ πεπιστευμένα μετὰ ἁπλότητος αὐτοι̃ς ἀρχη̃θεν μύρια πράγματα τολμήσαντες ἐξαλλοιω̃σαι ἐβουλήθημεν καὶ πολιτείας αὐτοὺς 'Αλεξανδρέων καταξιω̃σαι καὶ μετόχους τω̃ν ἀεὶ ἱερω̃ν καταστη̃σαι |
22 οἱ δὲ τοὐναντίον ἐκδεχόμενοι καὶ τη̨̃ συμφύτω̨ κακοηθεία̨ τὸ καλὸν ἀπωσάμενοι διηνεκω̃ς δὲ εἰς τὸ φαυ̃λον ἐκνεύοντες |
23 οὐ μόνον ἀπεστρέψαντο τὴν ἀτίμητον πολιτείαν ἀλλὰ καὶ βδελύσσονται λόγω̨ τε καὶ σιγη̨̃ τοὺς ἐν αὐτοι̃ς ὀλίγους πρὸς ἡμα̃ς γνησίως διακειμένους παρ' ἕκαστα ὑφορώμενοι μετὰ τη̃ς δυσκλεεστάτης ἐμβιώσεως διὰ τάχους ἡμα̃ς καταστρέψαι τὰ πράγματα |
24 διὸ καὶ τεκμηρίοις καλω̃ς πεπεισμένοι τούτους κατὰ πάντα δυσνοει̃ν ἡμι̃ν τρόπον καὶ προνοούμενοι μήποτε αἰφνιδίου μετέπειτα ταραχη̃ς ἐνστάσης ἡμι̃ν τοὺς δυσσεβει̃ς τούτους κατὰ νώτου προδότας καὶ βαρβάρους ἔχωμεν πολεμίους |
25 προστετάχαμεν ἅμα τω̨̃ προσπεσει̃ν τὴν ἐπιστολὴν τήνδε αὐθωρὶ τοὺς ἐννεμομένους σὺν γυναιξὶ καὶ τέκνοις μετὰ ὕβρεων καὶ σκυλμω̃ν ἀποστει̃λαι πρὸς ἡμα̃ς ἐν δεσμοι̃ς σιδηροι̃ς πάντοθεν κατακεκλεισμένους εἰς ἀνήκεστον καὶ δυσκλεη̃ πρέποντα δυσμενέσι φόνον |
26 τούτων γὰρ ὁμου̃ κολασθέντων διειλήφαμεν εἰς τὸν ἐπίλοιπον χρόνον τελείως ἡμι̃ν τὰ πράγματα ἐν εὐσταθεία̨ καὶ τη̨̃ βελτίστη̨ διαθέσει κατασταθήσεσθαι |
27 ὃς δ' ἂν σκεπάση̨ τινὰ τω̃ν Ιουδαίων ἀπὸ γεραιου̃ μέχρι νηπίου καὶ μέχρι τω̃ν ὑπομαστιδίων αἰσχίσταις βασάνοις ἀποτυμπανισθήσεται πανοικία̨ |
28 μηνύειν δὲ τὸν βουλόμενον ἐφ' ὡ̨̃ τὴν οὐσίαν του̃ ἐμπίπτοντος ὑπὸ τὴν εὔθυναν λήμψεται καὶ ἐκ του̃ βασιλικου̃ ἀργυρίου δραχμὰς δισχιλίας καὶ τη̨̃ ἐλευθερία̨ στεφανωθήσεται |
29 πα̃ς δὲ τόπος οὑ̃ ἐὰν φωραθη̨̃ τὸ σύνολον σκεπαζόμενος Ιουδαι̃ος ἄβατος καὶ πυριφλεγὴς γινέσθω καὶ πάση̨ θνητη̨̃ φύσει καθ' ἅπαν ἄχρηστος φανήσεται εἰς τὸν ἀεὶ χρόνον |
30 καὶ ὁ μὲν τη̃ς ἐπιστολη̃ς τύπος οὕτως ἐγέγραπτο |