ΒΑΣΙΛΕΙΩΝ Γ,
κεφαλίς 9
1 καὶ ἐγενήθη ὡς συνετέλεσεν Σαλωμων οἰκοδομει̃ν τὸν οἰ̃κον κυρίου καὶ τὸν οἰ̃κον του̃ βασιλέως καὶ πα̃σαν τὴν πραγματείαν Σαλωμων ὅσα ἠθέλησεν ποιη̃σαι |
2 καὶ ὤφθη κύριος τω̨̃ Σαλωμων δεύτερον καθὼς ὤφθη ἐν Γαβαων |
3 καὶ εἰ̃πεν πρὸς αὐτὸν κύριος ἤκουσα τη̃ς φωνη̃ς τη̃ς προσευχη̃ς σου καὶ τη̃ς δεήσεώς σου ἡ̃ς ἐδεήθης ἐνώπιον ἐμου̃ πεποίηκά σοι κατὰ πα̃σαν τὴν προσευχήν σου ἡγίακα τὸν οἰ̃κον του̃τον ὃν ὠ̨κοδόμησας του̃ θέσθαι τὸ ὄνομά μου ἐκει̃ εἰς τὸν αἰω̃να καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκει̃ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας |
4 καὶ σὺ ἐὰν πορευθη̨̃ς ἐνώπιον ἐμου̃ καθὼς ἐπορεύθη Δαυιδ ὁ πατήρ σου ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι καὶ του̃ ποιει̃ν κατὰ πάντα ἃ ἐνετειλάμην αὐτω̨̃ καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξη̨ς |
5 καὶ ἀναστήσω τὸν θρόνον τη̃ς βασιλείας σου ἐπὶ Ισραηλ εἰς τὸν αἰω̃να καθὼς ἐλάλησα τω̨̃ Δαυιδ πατρί σου λέγων οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ισραηλ |
6 ἐὰν δὲ ἀποστραφέντες ἀποστραφη̃τε ὑμει̃ς καὶ τὰ τέκνα ὑμω̃ν ἀπ' ἐμου̃ καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἔδωκεν Μωυση̃ς ἐνώπιον ὑμω̃ν καὶ πορευθη̃τε καὶ δουλεύσητε θεοι̃ς ἑτέροις καὶ προσκυνήσητε αὐτοι̃ς |
7 καὶ ἐξαρω̃ τὸν Ισραηλ ἀπὸ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα αὐτοι̃ς καὶ τὸν οἰ̃κον του̃τον ὃν ἡγίασα τω̨̃ ὀνόματί μου ἀπορρίψω ἐκ προσώπου μου καὶ ἔσται Ισραηλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς |
8 καὶ ὁ οἰ̃κος οὑ̃τος ὁ ὑψηλός πα̃ς ὁ διαπορευόμενος δι' αὐτου̃ ἐκστήσεται καὶ συριει̃ καὶ ἐρου̃σιν ἕνεκα τίνος ἐποίησεν κύριος οὕτως τη̨̃ γη̨̃ ταύτη̨ καὶ τω̨̃ οἴκω̨ τούτω̨ |
9 καὶ ἐρου̃σιν ἀνθ' ὡ̃ν ἐγκατέλιπον κύριον θεὸν αὐτω̃ν ὃς ἐξήγαγεν τοὺς πατέρας αὐτω̃ν ἐξ Αἰγύπτου ἐξ οἴκου δουλείας καὶ ἀντελάβοντο θεω̃ν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοι̃ς καὶ ἐδούλευσαν αὐτοι̃ς διὰ του̃το ἐπήγαγεν κύριος ἐπ' αὐτοὺς τὴν κακίαν ταύτην |
10 εἴκοσι ἔτη ἐν οἱ̃ς ὠ̨κοδόμησεν Σαλωμων τοὺς δύο οἴκους τὸν οἰ̃κον κυρίου καὶ τὸν οἰ̃κον του̃ βασιλέως |
11 Χιραμ βασιλεὺς Τύρου ἀντελάβετο του̃ Σαλωμων ἐν ξύλοις κεδρίνοις καὶ ἐν ξύλοις πευκίνοις καὶ ἐν χρυσίω̨ καὶ ἐν παντὶ θελήματι αὐτου̃ τότε ἔδωκεν ὁ βασιλεὺς τω̨̃ Χιραμ εἴκοσι πόλεις ἐν τη̨̃ γη̨̃ τη̨̃ Γαλιλαία̨ |
12 καὶ ἐξη̃λθεν Χιραμ ἐκ Τύρου καὶ ἐπορεύθη εἰς τὴν Γαλιλαίαν του̃ ἰδει̃ν τὰς πόλεις ἃς ἔδωκεν αὐτω̨̃ Σαλωμων καὶ οὐκ ἤρεσαν αὐτω̨̃ |
13 καὶ εἰ̃πεν τί αἱ πόλεις αὑ̃ται ἃς ἔδωκάς μοι ἀδελφέ καὶ ἐκάλεσεν αὐτάς ὅριον ἕως τη̃ς ἡμέρας ταύτης |
14 καὶ ἤνεγκεν Χιραμ τω̨̃ Σαλωμων ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου |
|
|
|
|
|
|
|
|
|
|
|
26 καὶ ναυ̃ν ὑπὲρ οὑ̃ ἐποίησεν ὁ βασιλεὺς Σαλωμων ἐν Γασιωνγαβερ τὴν οὐ̃σαν ἐχομένην Αιλαθ ἐπὶ του̃ χείλους τη̃ς ἐσχάτης θαλάσσης ἐν γη̨̃ Εδωμ |
27 καὶ ἀπέστειλεν Χιραμ ἐν τη̨̃ νηὶ τω̃ν παίδων αὐτου̃ ἄνδρας ναυτικοὺς ἐλαύνειν εἰδότας θάλασσαν μετὰ τω̃ν παίδων Σαλωμων |
28 καὶ ἠ̃λθον εἰς Σωφηρα καὶ ἔλαβον ἐκει̃θεν χρυσίου ἑκατὸν καὶ εἴκοσι τάλαντα καὶ ἤνεγκαν τω̨̃ βασιλει̃ Σαλωμων |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.