31 ὅσα ἂν ἁμάρτη̨ ἕκαστος τω̨̃ πλησίον αὐτου̃ καὶ ἐὰν λάβη̨ ἐπ' αὐτὸν ἀρὰν του̃ ἀρα̃σθαι αὐτόν καὶ ἔλθη̨ καὶ ἐξαγορεύση̨ κατὰ πρόσωπον του̃ θυσιαστηρίου σου ἐν τω̨̃ οἴκω̨ τούτω̨ |
32 καὶ σὺ εἰσακούσει ἐκ του̃ οὐρανου̃ καὶ ποιήσεις καὶ κρινει̃ς τὸν λαόν σου Ισραηλ ἀνομηθη̃ναι ἄνομον δου̃ναι τὴν ὁδὸν αὐτου̃ εἰς κεφαλὴν αὐτου̃ καὶ του̃ δικαιω̃σαι δίκαιον δου̃ναι αὐτω̨̃ κατὰ τὴν δικαιοσύνην αὐτου̃ |
33 ἐν τω̨̃ πται̃σαι τὸν λαόν σου Ισραηλ ἐνώπιον ἐχθρω̃ν ὅτι ἁμαρτήσονταί σοι καὶ ἐπιστρέψουσιν καὶ ἐξομολογήσονται τω̨̃ ὀνόματί σου καὶ προσεύξονται καὶ δεηθήσονται ἐν τω̨̃ οἴκω̨ τούτω̨ |
34 καὶ σὺ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ καὶ ἵλεως ἔση̨ ται̃ς ἁμαρτίαις του̃ λαου̃ σου Ισραηλ καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γη̃ν ἣν ἔδωκας τοι̃ς πατράσιν αὐτω̃ν |
35 ἐν τω̨̃ συσχεθη̃ναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετόν ὅτι ἁμαρτήσονταί σοι καὶ προσεύξονται εἰς τὸν τόπον του̃τον καὶ ἐξομολογήσονται τω̨̃ ὀνόματί σου καὶ ἀπὸ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν ἀποστρέψουσιν ὅταν ταπεινώση̨ς αὐτούς |
36 καὶ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ καὶ ἵλεως ἔση̨ ται̃ς ἁμαρτίαις του̃ δούλου σου καὶ του̃ λαου̃ σου Ισραηλ ὅτι δηλώσεις αὐτοι̃ς τὴν ὁδὸν τὴν ἀγαθὴν πορεύεσθαι ἐν αὐτη̨̃ καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γη̃ν ἣν ἔδωκας τω̨̃ λαω̨̃ σου ἐν κληρονομία̨ |
37 λιμὸς ἐὰν γένηται θάνατος ἐὰν γένηται ὅτι ἔσται ἐμπυρισμός βρου̃χος ἐρυσίβη ἐὰν γένηται καὶ ἐὰν θλίψη̨ αὐτὸν ἐχθρὸς αὐτου̃ ἐν μια̨̃ τω̃ν πόλεων αὐτου̃ πα̃ν συνάντημα πα̃ν πόνον |
38 πα̃σαν προσευχήν πα̃σαν δέησιν ἐὰν γένηται παντὶ ἀνθρώπω̨ ὡς ἂν γνω̃σιν ἕκαστος ἁφὴν καρδίας αὐτου̃ καὶ διαπετάση̨ τὰς χει̃ρας αὐτου̃ εἰς τὸν οἰ̃κον του̃τον |
39 καὶ σὺ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἵλεως ἔση̨ καὶ ποιήσεις καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτου̃ καθὼς ἂν γνω̨̃ς τὴν καρδίαν αὐτου̃ ὅτι σὺ μονώτατος οἰ̃δας τὴν καρδίαν πάντων υἱω̃ν ἀνθρώπων |
40 ὅπως φοβω̃νταί σε πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζω̃σιν ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ἔδωκας τοι̃ς πατράσιν ἡμω̃ν |
41 καὶ τω̨̃ ἀλλοτρίω̨ ὃς οὐκ ἔστιν ἀπὸ λαου̃ σου οὑ̃τος |
42 καὶ ἥξουσιν καὶ προσεύξονται εἰς τὸν τόπον του̃τον |
43 καὶ σὺ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος ὅπως γνω̃σιν πάντες οἱ λαοὶ τὸ ὄνομά σου καὶ φοβω̃νταί σε καθὼς ὁ λαός σου Ισραηλ καὶ γνω̃σιν ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἰ̃κον του̃τον ὃν ὠ̨κοδόμησα |
44 ὅτι ἐξελεύσεται ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτου̃ ἐν ὁδω̨̃ ἡ̨̃ ἐπιστρέψεις αὐτούς καὶ προσεύξονται ἐν ὀνόματι κυρίου ὁδὸν τη̃ς πόλεως ἡ̃ς ἐξελέξω ἐν αὐτη̨̃ καὶ του̃ οἴκου οὑ̃ ὠ̨κοδόμησα τω̨̃ ὀνόματί σου |
45 καὶ εἰσακούσει ἐκ του̃ οὐρανου̃ τη̃ς δεήσεως αὐτω̃ν καὶ τη̃ς προσευχη̃ς αὐτω̃ν καὶ ποιήσεις τὸ δικαίωμα αὐτοι̃ς |
46 ὅτι ἁμαρτήσονταί σοι ὅτι οὐκ ἔστιν ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται καὶ ἐπάξεις ἐπ' αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχθρω̃ν καὶ αἰχμαλωτιου̃σιν αὐτοὺς οἱ αἰχμαλωτίζοντες εἰς γη̃ν μακρὰν καὶ ἐγγύς |
47 καὶ ἐπιστρέψουσιν καρδίας αὐτω̃ν ἐν τη̨̃ γη̨̃ οὑ̃ μετήχθησαν ἐκει̃ καὶ ἐπιστρέψωσιν καὶ δεηθω̃σίν σου ἐν γη̨̃ μετοικίας αὐτω̃ν λέγοντες ἡμάρτομεν ἠνομήσαμεν ἠδικήσαμεν |
48 καὶ ἐπιστρέψωσιν πρὸς σὲ ἐν ὅλη̨ καρδία̨ αὐτω̃ν καὶ ἐν ὅλη̨ ψυχη̨̃ αὐτω̃ν ἐν τη̨̃ γη̨̃ ἐχθρω̃ν αὐτω̃ν οὑ̃ μετήγαγες αὐτούς καὶ προσεύξονται πρὸς σὲ ὁδὸν γη̃ς αὐτω̃ν ἡ̃ς ἔδωκας τοι̃ς πατράσιν αὐτω̃ν τη̃ς πόλεως ἡ̃ς ἐξελέξω καὶ του̃ οἴκου οὑ̃ ὠ̨κοδόμηκα τω̨̃ ὀνόματί σου |
49 καὶ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ ἐξ ἑτοίμου κατοικητηρίου σου |
50 καὶ ἵλεως ἔση̨ ται̃ς ἀδικίαις αὐτω̃ν αἱ̃ς ἥμαρτόν σοι καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτω̃ν ἃ ἠθέτησάν σοι καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτούς καὶ οἰκτιρήσουσιν αὐτούς |
51 ὅτι λαός σου καὶ κληρονομία σου οὓς ἐξήγαγες ἐκ γη̃ς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου |
52 καὶ ἔστωσαν οἱ ὀφθαλμοί σου καὶ τὰ ὠ̃τά σου ἠνεω̨γμένα εἰς τὴν δέησιν του̃ δούλου σου καὶ εἰς τὴν δέησιν του̃ λαου̃ σου Ισραηλ εἰσακούειν αὐτω̃ν ἐν πα̃σιν οἱ̃ς ἂν ἐπικαλέσωνταί σε |
53 ὅτι σὺ διέστειλας αὐτοὺς σαυτω̨̃ εἰς κληρονομίαν ἐκ πάντων τω̃ν λαω̃ν τη̃ς γη̃ς καθὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυση̃ ἐν τω̨̃ ἐξαγαγει̃ν σε τοὺς πατέρας ἡμω̃ν ἐκ γη̃ς Αἰγύπτου κύριε κύριε |