1 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ ἔλαβεν τὸν Χιραμ ἐκ Τύρου |
2 υἱὸν γυναικὸς χήρας καὶ οὑ̃τος ἀπὸ τη̃ς φυλη̃ς Νεφθαλι καὶ ὁ πατὴρ αὐτου̃ ἀνὴρ Τύριος τέκτων χαλκου̃ καὶ πεπληρωμένος τη̃ς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως του̃ ποιει̃ν πα̃ν ἔργον ἐν χαλκω̨̃ καὶ εἰσήχθη πρὸς τὸν βασιλέα Σαλωμων καὶ ἐποίησεν πάντα τὰ ἔργα |
3 καὶ ἐχώνευσεν τοὺς δύο στύλους τω̨̃ αιλαμ του̃ οἴκου ὀκτωκαίδεκα πήχεις ὕψος του̃ στύλου καὶ περίμετρον τέσσαρες καὶ δέκα πήχεις ἐκύκλου αὐτόν καὶ τὸ πάχος του̃ στύλου τεσσάρων δακτύλων τὰ κοιλώματα καὶ οὕτως ὁ στυ̃λος ὁ δεύτερος |
4 καὶ δύο ἐπιθέματα ἐποίησεν δου̃ναι ἐπὶ τὰς κεφαλὰς τω̃ν στύλων χωνευτὰ χαλκα̃ πέντε πήχεις τὸ ὕψος του̃ ἐπιθέματος του̃ ἑνός καὶ πέντε πήχεις τὸ ὕψος του̃ ἐπιθέματος του̃ δευτέρου |
5 καὶ ἐποίησεν δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τω̃ν στύλων καὶ δίκτυον τω̨̃ ἐπιθέματι τω̨̃ ἑνί καὶ δίκτυον τω̨̃ ἐπιθέματι τω̨̃ δευτέρω̨ |
6 καὶ ἔργον κρεμαστόν δύο στίχοι ῥοω̃ν χαλκω̃ν δεδικτυωμένοι ἔργον κρεμαστόν στίχος ἐπὶ στίχον καὶ οὕτως ἐποίησεν τω̨̃ ἐπιθέματι τω̨̃ δευτέρω̨ |
7 καὶ ἔστησεν τοὺς στύλους του̃ αιλαμ του̃ ναου̃ καὶ ἔστησεν τὸν στυ̃λον τὸν ἕνα καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτου̃ Ιαχουμ καὶ ἔστησεν τὸν στυ̃λον τὸν δεύτερον καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτου̃ Βααζ |
8 καὶ ἐπὶ τω̃ν κεφαλω̃ν τω̃ν στύλων ἔργον κρίνου κατὰ τὸ αιλαμ τεσσάρων πηχω̃ν |
9 καὶ μέλαθρον ἐπ' ἀμφοτέρων τω̃ν στύλων καὶ ἐπάνωθεν τω̃ν πλευρω̃ν ἐπίθεμα τὸ μέλαθρον τω̨̃ πάχει |
10 καὶ ἐποίησεν τὴν θάλασσαν δέκα ἐν πήχει ἀπὸ του̃ χείλους αὐτη̃ς ἕως του̃ χείλους αὐτη̃ς στρογγύλον κύκλω̨ τὸ αὐτό πέντε ἐν πήχει τὸ ὕψος αὐτη̃ς καὶ συνηγμένοι τρει̃ς καὶ τριάκοντα ἐν πήχει ἐκύκλουν αὐτήν |
11 καὶ ὑποστηρίγματα ὑποκάτωθεν του̃ χείλους αὐτη̃ς κυκλόθεν ἐκύκλουν αὐτήν δέκα ἐν πήχει κυκλόθεν ἀνιστα̃ν τὴν θάλασσαν |
12 καὶ τὸ χει̃λος αὐτη̃ς ὡς ἔργον χείλους ποτηρίου βλαστὸς κρίνου καὶ τὸ πάχος αὐτου̃ παλαιστής |
13 καὶ δώδεκα βόες ὑποκάτω τη̃ς θαλάσσης οἱ τρει̃ς ἐπιβλέποντες βορρα̃ν καὶ οἱ τρει̃ς ἐπιβλέποντες θάλασσαν καὶ οἱ τρει̃ς ἐπιβλέποντες νότον καὶ οἱ τρει̃ς ἐπιβλέποντες ἀνατολήν καὶ πάντα τὰ ὀπίσθια εἰς τὸν οἰ̃κον καὶ ἡ θάλασσα ἐπ' αὐτω̃ν ἐπάνωθεν |
14 καὶ ἐποίησεν δέκα μεχωνωθ χαλκα̃ς πέντε πήχεις μη̃κος τη̃ς μεχωνωθ τη̃ς μια̃ς καὶ τέσσαρες πήχεις πλάτος αὐτη̃ς καὶ ἓξ ἐν πήχει ὕψος αὐτη̃ς |
15 καὶ του̃το τὸ ἔργον τω̃ν μεχωνωθ σύγκλειστον αὐτοι̃ς καὶ σύγκλειστον ἀνὰ μέσον τω̃ν ἐξεχομένων |
16 καὶ ἐπὶ τὰ συγκλείσματα αὐτω̃ν ἀνὰ μέσον τω̃ν ἐξεχομένων λέοντες καὶ βόες καὶ χερουβιν καὶ ἐπὶ τω̃ν ἐξεχομένων οὕτως καὶ ἐπάνωθεν καὶ ὑποκάτωθεν τω̃ν λεόντων καὶ τω̃ν βοω̃ν χω̃ραι ἔργον καταβάσεως |
17 καὶ τέσσαρες τροχοὶ χαλκοι̃ τη̨̃ μεχωνωθ τη̨̃ μια̨̃ καὶ τὰ προσέχοντα χαλκα̃ καὶ τέσσαρα μέρη αὐτω̃ν ὠμίαι ὑποκάτω τω̃ν λουτήρων |
18 καὶ χει̃ρες ἐν τοι̃ς τροχοι̃ς ἐν τη̨̃ μεχωνωθ καὶ τὸ ὕψος του̃ τροχου̃ του̃ ἑνὸς πήχεος καὶ ἡμίσους |
19 καὶ τὸ ἔργον τω̃ν τροχω̃ν ἔργον τροχω̃ν ἅρματος αἱ χει̃ρες αὐτω̃ν καὶ οἱ νω̃τοι αὐτω̃ν καὶ ἡ πραγματεία αὐτω̃ν τὰ πάντα χωνευτά |
20 αἱ τέσσαρες ὠμίαι ἐπὶ τω̃ν τεσσάρων γωνιω̃ν τη̃ς μεχωνωθ τη̃ς μια̃ς ἐκ τη̃ς μεχωνωθ οἱ ὠ̃μοι αὐτη̃ς |
21 καὶ ἐπὶ τη̃ς κεφαλη̃ς τη̃ς μεχωνωθ ἥμισυ του̃ πήχεος μέγεθος στρογγύλον κύκλω̨ ἐπὶ τη̃ς κεφαλη̃ς τη̃ς μεχωνωθ καὶ ἀρχὴ χειρω̃ν αὐτη̃ς καὶ τὰ συγκλείσματα αὐτη̃ς καὶ ἠνοίγετο ἐπὶ τὰς ἀρχὰς τω̃ν χειρω̃ν αὐτη̃ς |
22 καὶ τὰ συγκλείσματα αὐτη̃ς χερουβιν καὶ λέοντες καὶ φοίνικες ἑστω̃τα ἐχόμενον ἕκαστον κατὰ πρόσωπον αὐτου̃ ἔσω καὶ τὰ κυκλόθεν |
23 κατ' αὐτὴν ἐποίησεν πάσας τὰς δέκα μεχωνωθ τάξιν μίαν καὶ μέτρον ἓν πάσαις |
24 καὶ ἐποίησεν δέκα χυτροκαύλους χαλκου̃ς τεσσαράκοντα χοει̃ς χωρου̃ντα τὸν χυτρόκαυλον τὸν ἕνα μετρήσει ὁ χυτρόκαυλος ὁ εἱ̃ς ἐπὶ τη̃ς μεχωνωθ τη̃ς μια̃ς ται̃ς δέκα μεχωνωθ |
25 καὶ ἔθετο τὰς δέκα μεχωνωθ πέντε ἀπὸ τη̃ς ὠμίας του̃ οἴκου ἐκ δεξιω̃ν καὶ πέντε ἀπὸ τη̃ς ὠμίας του̃ οἴκου ἐξ ἀριστερω̃ν καὶ ἡ θάλασσα ἀπὸ τη̃ς ὠμίας του̃ οἴκου ἐκ δεξιω̃ν κατ' ἀνατολὰς ἀπὸ του̃ κλίτους του̃ νότου |
26 καὶ ἐποίησεν Χιραμ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ συνετέλεσεν Χιραμ ποιω̃ν πάντα τὰ ἔργα ἃ ἐποίησεν τω̨̃ βασιλει̃ Σαλωμων ἐν οἴκω̨ κυρίου |
27 στύλους δύο καὶ τὰ στρεπτὰ τω̃ν στύλων ἐπὶ τω̃ν κεφαλω̃ν τω̃ν στύλων δύο καὶ τὰ δίκτυα δύο του̃ καλύπτειν ἀμφότερα τὰ στρεπτὰ τω̃ν γλυφω̃ν τὰ ὄντα ἐπὶ τω̃ν στύλων |
28 τὰς ῥόας τετρακοσίας ἀμφοτέροις τοι̃ς δικτύοις δύο στίχοι ῥοω̃ν τω̨̃ δικτύω̨ τω̨̃ ἑνὶ περικαλύπτειν ἀμφότερα τὰ στρεπτὰ ἐπ' ἀμφοτέροις τοι̃ς στύλοις |
29 καὶ τὰς μεχωνωθ δέκα καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τω̃ν μεχωνωθ |
30 καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς βόας δώδεκα ὑποκάτω τη̃ς θαλάσσης |
31 καὶ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ πάντα τὰ σκεύη ἃ ἐποίησεν Χιραμ τω̨̃ βασιλει̃ Σαλωμων τω̨̃ οἴκω̨ κυρίου καὶ οἱ στυ̃λοι τεσσαράκοντα καὶ ὀκτὼ του̃ οἴκου του̃ βασιλέως καὶ του̃ οἴκου κυρίου πάντα τὰ ἔργα του̃ βασιλέως ἃ ἐποίησεν Χιραμ χαλκα̃ ἄρδην |
32 οὐκ ἠ̃ν σταθμὸς του̃ χαλκου̃ οὑ̃ ἐποίησεν πάντα τὰ ἔργα ταυ̃τα ἐκ πλήθους σφόδρα οὐκ ἠ̃ν τέρμα τω̨̃ σταθμω̨̃ του̃ χαλκου̃ |
33 ἐν τω̨̃ περιοίκω̨ του̃ Ιορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τω̨̃ πάχει τη̃ς γη̃ς ἀνὰ μέσον Σοκχωθ καὶ ἀνὰ μέσον Σιρα |
34 καὶ ἔδωκεν ὁ βασιλεὺς Σαλωμων τὰ σκεύη ἃ ἐποίησεν ἐν οἴκω̨ κυρίου τὸ θυσιαστήριον τὸ χρυσου̃ν καὶ τὴν τράπεζαν ἐφ' ἡ̃ς οἱ ἄρτοι τη̃ς προσφορα̃ς χρυση̃ν |
35 καὶ τὰς λυχνίας πέντε ἐκ δεξιω̃ν καὶ πέντε ἐξ ἀριστερω̃ν κατὰ πρόσωπον του̃ δαβιρ χρυσα̃ς συγκλειομένας καὶ τὰ λαμπάδια καὶ τοὺς λύχνους καὶ τὰς ἐπαρυστρίδας χρυσα̃ς |
36 καὶ τὰ πρόθυρα καὶ οἱ ἡ̃λοι καὶ αἱ φιάλαι καὶ τὰ τρύβλια καὶ αἱ θυίσκαι χρυσαι̃ σύγκλειστα καὶ τὰ θυρώματα τω̃ν θυρω̃ν του̃ οἴκου του̃ ἐσωτάτου ἁγίου τω̃ν ἁγίων καὶ τὰς θύρας του̃ οἴκου του̃ ναου̃ χρυσα̃ς |
37 καὶ ἀνεπληρώθη πα̃ν τὸ ἔργον ὃ ἐποίησεν Σαλωμων οἴκου κυρίου καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ πάντα τὰ ἅγια Σαλωμων τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἔδωκεν εἰς τοὺς θησαυροὺς οἴκου κυρίου |
38 καὶ τὸν οἰ̃κον αὐτου̃ ὠ̨κοδόμησεν Σαλωμων τρισκαίδεκα ἔτεσιν |
39 καὶ ὠ̨κοδόμησεν τὸν οἰ̃κον δρυμω̨̃ του̃ Λιβάνου ἑκατὸν πήχεις μη̃κος αὐτου̃ καὶ πεντήκοντα πήχεις πλάτος αὐτου̃ καὶ τριάκοντα πηχω̃ν ὕψος αὐτου̃ καὶ τριω̃ν στίχων στύλων κεδρίνων καὶ ὠμίαι κέδριναι τοι̃ς στύλοις |
40 καὶ ἐφάτνωσεν τὸν οἰ̃κον ἄνωθεν ἐπὶ τω̃ν πλευρω̃ν τω̃ν στύλων καὶ ἀριθμὸς τω̃ν στύλων τεσσαράκοντα καὶ πέντε δέκα καὶ πέντε ὁ στίχος |
41 καὶ μέλαθρα τρία καὶ χώρα ἐπὶ χώραν τρισσω̃ς |
42 καὶ πάντα τὰ θυρώματα καὶ αἱ χω̃ραι τετράγωνοι μεμελαθρωμέναι καὶ ἀπὸ του̃ θυρώματος ἐπὶ θύραν τρισσω̃ς |
43 καὶ τὸ αιλαμ τω̃ν στύλων πεντήκοντα πηχω̃ν μη̃κος καὶ τριάκοντα ἐν πλάτει ἐζυγωμένα αιλαμ ἐπὶ πρόσωπον αὐτω̃ν καὶ στυ̃λοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτη̃ς τοι̃ς αιλαμμιν |
44 καὶ τὸ αιλαμ τω̃ν θρόνων οὑ̃ κρινει̃ ἐκει̃ αιλαμ του̃ κριτηρίου |
45 καὶ οἰ̃κος αὐτω̨̃ ἐν ὡ̨̃ καθήσεται ἐκει̃ αὐλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον του̃το καὶ οἰ̃κον τη̨̃ θυγατρὶ Φαραω ἣν ἔλαβεν Σαλωμων κατὰ τὸ αιλαμ του̃το |
46 πάντα ταυ̃τα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ του̃ θεμελίου ἕως τω̃ν γεισω̃ν καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην |
47 τὴν τεθεμελιωμένην ἐν τιμίοις λίθοις μεγάλοις λίθοις δεκαπήχεσιν καὶ τοι̃ς ὀκταπήχεσιν |
48 καὶ ἐπάνωθεν τιμίοις κατὰ τὸ μέτρον ἀπελεκήτων καὶ κέδροις |
49 τη̃ς αὐλη̃ς τη̃ς μεγάλης κύκλω̨ τρει̃ς στίχοι ἀπελεκήτων καὶ στίχος κεκολαμμένης κέδρου |
50 καὶ συνετέλεσεν Σαλωμων ὅλον τὸν οἰ̃κον αὐτου̃ |