24 καὶ ἀπη̃λθεν καὶ εὑ̃ρεν αὐτὸν λέων ἐν τη̨̃ ὁδω̨̃ καὶ ἐθανάτωσεν αὐτόν καὶ ἠ̃ν τὸ σω̃μα αὐτου̃ ἐρριμμένον ἐν τη̨̃ ὁδω̨̃ καὶ ὁ ὄνος εἱστήκει παρ' αὐτό καὶ ὁ λέων εἱστήκει παρὰ τὸ σω̃μα |
25 καὶ ἰδοὺ ἄνδρες παραπορευόμενοι καὶ εἰ̃δον τὸ θνησιμαι̃ον ἐρριμμένον ἐν τη̨̃ ὁδω̨̃ καὶ ὁ λέων εἱστήκει ἐχόμενα του̃ θνησιμαίου καὶ εἰση̃λθον καὶ ἐλάλησαν ἐν τη̨̃ πόλει οὑ̃ ὁ προφήτης ὁ πρεσβύτης κατώ̨κει ἐν αὐτη̨̃ |
26 καὶ ἤκουσεν ὁ ἐπιστρέψας αὐτὸν ἐκ τη̃ς ὁδου̃ καὶ εἰ̃πεν ὁ ἄνθρωπος του̃ θεου̃ οὑ̃τός ἐστιν ὃς παρεπίκρανε τὸ ῥη̃μα κυρίου |
|
28 καὶ ἐπορεύθη καὶ εὑ̃ρεν τὸ σω̃μα αὐτου̃ ἐρριμμένον ἐν τη̨̃ ὁδω̨̃ καὶ ὁ ὄνος καὶ ὁ λέων εἱστήκεισαν παρὰ τὸ σω̃μα καὶ οὐκ ἔφαγεν ὁ λέων τὸ σω̃μα του̃ ἀνθρώπου του̃ θεου̃ καὶ οὐ συνέτριψεν τὸν ὄνον |
29 καὶ ἠ̃ρεν ὁ προφήτης τὸ σω̃μα του̃ ἀνθρώπου του̃ θεου̃ καὶ ἐπέθηκεν αὐτὸ ἐπὶ τὸν ὄνον καὶ ἐπέστρεψεν αὐτὸν εἰς τὴν πόλιν ὁ προφήτης του̃ θάψαι αὐτὸν |
30 ἐν τω̨̃ τάφω̨ ἑαυτου̃ καὶ ἐκόψαντο αὐτόν οὐαὶ ἀδελφέ |
31 καὶ ἐγένετο μετὰ τὸ κόψασθαι αὐτὸν καὶ εἰ̃πεν τοι̃ς υἱοι̃ς αὐτου̃ λέγων ἐὰν ἀποθάνω θάψατέ με ἐν τω̨̃ τάφω̨ τούτω̨ οὑ̃ ὁ ἄνθρωπος του̃ θεου̃ τέθαπται ἐν αὐτω̨̃ παρὰ τὰ ὀστα̃ αὐτου̃ θέτε με ἵνα σωθω̃σι τὰ ὀστα̃ μου μετὰ τω̃ν ὀστω̃ν αὐτου̃ |
32 ὅτι γινόμενον ἔσται τὸ ῥη̃μα ὃ ἐλάλησεν ἐν λόγω̨ κυρίου ἐπὶ του̃ θυσιαστηρίου του̃ ἐν Βαιθηλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρεία̨ |