Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β, κεφαλίς 2

1 σὺ οὐ̃ν τέκνον μου ἐνδυναμου̃ ἐν τη̨̃ χάριτι τη̨̃ ἐν Χριστω̨̃ ’Ιησου̃
2 καὶ ἃ ἤκουσας παρ' ἐμου̃ διὰ πολλω̃ν μαρτύρων ταυ̃τα παράθου πιστοι̃ς ἀνθρώποις οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι
3 συγκακοπάθησον ὡς καλòς στρατιώτης Χριστου̃ ’Ιησου̃
4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ται̃ς του̃ βίου πραγματείαις ἵνα τω̨̃ στρατολογήσαντι ἀρέση̨
5 ἐὰν δὲ καὶ ἀθλη̨̃ τις οὐ στεφανου̃ται ἐὰν μὴ νομίμως ἀθλήση̨
6 τòν κοπιω̃ντα γεωργòν δει̃ πρω̃τον τω̃ν καρπω̃ν μεταλαμβάνειν
7 νόει ὃ λέγω δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πα̃σιν
8 μνημόνευε ’Ιησου̃ν Χριστòν ἐγηγερμένον ἐκ νεκρω̃ν ἐκ σπέρματος Δαυίδ κατὰ τò εὐαγγέλιόν μου
9 ἐν ὡ̨̃ κακοπαθω̃ μέχρι δεσμω̃ν ὡς κακου̃ργος ἀλλὰ ὁ λόγος του̃ θεου̃ οὐ δέδεται
10 διὰ του̃το πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τη̃ς ἐν Χριστω̨̃ ’Ιησου̃ μετὰ δόξης αἰωνίου
11 πιστòς ὁ λόγος εἰ γὰρ συναπεθάνομεν καὶ συζήσομεν
12 εἰ ὑπομένομεν καὶ συμβασιλεύσομεν εἰ ἀρνησόμεθα κἀκει̃νος ἀρνήσεται ἡμα̃ς
13 εἰ ἀπιστου̃μεν ἐκει̃νος πιστòς μένει ἀρνήσασθαι γὰρ ἑαυτòν οὐ δύναται
14 ταυ̃τα ὑπομίμνη̨σκε διαμαρτυρόμενος ἐνώπιον του̃ θεου̃ μὴ λογομαχει̃ν ἐπ' οὐδὲν χρήσιμον ἐπὶ καταστροφη̨̃ τω̃ν ἀκουόντων
15 σπούδασον σεαυτòν δόκιμον παραστη̃σαι τω̨̃ θεω̨̃ ἐργάτην ἀνεπαίσχυντον ὀρθοτομου̃ντα τòν λόγον τη̃ς ἀληθείας
16 τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο ἐπὶ πλει̃ον γὰρ προκόψουσιν ἀσεβείας
17 καὶ ὁ λόγος αὐτω̃ν ὡς γάγγραινα νομὴν ἕξει ὡ̃ν ἐστιν ‘Υμέναιος καὶ Φίλητος
18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι καὶ ἀνατρέπουσιν τήν τινων πίστιν
19 ὁ μέντοι στερεòς θεμέλιος του̃ θεου̃ ἕστηκεν ἔχων τὴν σφραγι̃δα ταύτην ἔγνω κύριος τοὺς ὄντας αὐτου̃ καί ἀποστήτω ἀπò ἀδικίας πα̃ς ὁ ὀνομάζων τò ὄνομα κυρίου
20 ἐν μεγάλη̨ δὲ οἰκία̨ οὐκ ἔστιν μόνον σκεύη χρυσα̃ καὶ ἀργυρα̃ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν
21 ἐὰν οὐ̃ν τις ἐκκαθάρη̨ ἑαυτòν ἀπò τούτων ἔσται σκευ̃ος εἰς τιμήν ἡγιασμένον εὔχρηστον τω̨̃ δεσπότη̨ εἰς πα̃ν ἔργον ἀγαθòν ἡτοιμασμένον
22 τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φευ̃γε δίωκε δὲ δικαιοσύνην πίστιν ἀγάπην εἰρήνην μετὰ τω̃ν ἐπικαλουμένων τòν κύριον ἐκ καθαρα̃ς καρδίας
23 τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτου̃ εἰδὼς ὅτι γεννω̃σιν μάχας
24 δου̃λον δὲ κυρίου οὐ δει̃ μάχεσθαι ἀλλὰ ἤπιον εἰ̃ναι πρòς πάντας διδακτικόν ἀνεξίκακον
25 ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους μήποτε δώη̨ αὐτοι̃ς ὁ θεòς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας
26 καὶ ἀνανήψωσιν ἐκ τη̃ς του̃ διαβόλου παγίδος ἐζωγρημένοι ὑπ' αὐτου̃ εἰς τò ἐκείνου θέλημα

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.