Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Β, κεφαλίς 9

περὶ δὲ τὸν καιρὸν ἐκει̃νον ἐτύγχανεν 'Αντίοχος ἀναλελυκὼς ἀκόσμως ἐκ τω̃ν περὶ τὴν Περσίδα τόπων
εἰσεληλύθει γὰρ εἰς τὴν λεγομένην Περσέπολιν καὶ ἐπεχείρησεν ἱεροσυλει̃ν καὶ τὴν πόλιν συνέχειν διὸ δὴ τω̃ν πληθω̃ν ὁρμησάντων ἐπὶ τὴν τω̃ν ὅπλων βοήθειαν ἐτράπησαν καὶ συνέβη τροπωθέντα τὸν 'Αντίοχον ὑπὸ τω̃ν ἐγχωρίων ἀσχήμονα τὴν ἀναζυγὴν ποιήσασθαι
ὄντι δὲ αὐτω̨̃ κατ' 'Εκβάτανα προσέπεσεν τὰ κατὰ Νικάνορα καὶ τοὺς περὶ Τιμόθεον γεγονότα
ἐπαρθεὶς δὲ τω̨̃ θυμω̨̃ ὤ̨ετο καὶ τὴν τω̃ν πεφυγαδευκότων αὐτὸν κακίαν εἰς τοὺς Ιουδαίους ἐναπερείσασθαι διὸ συνέταξεν τὸν ἁρματηλάτην ἀδιαλείπτως ἐλαύνοντα κατανύειν τὴν πορείαν τη̃ς ἐξ οὐρανου̃ δὴ κρίσεως συνούσης αὐτω̨̃ οὕτως γὰρ ὑπερηφάνως εἰ̃πεν πολυάνδριον Ιουδαίων Ιεροσόλυμα ποιήσω παραγενόμενος ἐκει̃
ὁ δὲ παντεπόπτης κύριος ὁ θεὸς του̃ Ισραηλ ἐπάταξεν αὐτὸν ἀνιάτω̨ καὶ ἀοράτω̨ πληγη̨̃ ἄρτι δὲ αὐτου̃ καταλήξαντος τὸν λόγον ἔλαβεν αὐτὸν ἀνήκεστος τω̃ν σπλάγχνων ἀλγηδὼν καὶ πικραὶ τω̃ν ἔνδον βάσανοι
πάνυ δικαίως τὸν πολλαι̃ς καὶ ξενιζούσαις συμφοραι̃ς ἑτέρων σπλάγχνα βασανίσαντα
ὁ δ' οὐδαμω̃ς τη̃ς ἀγερωχίας ἔληγεν ἔτι δὲ καὶ τη̃ς ὑπερηφανίας ἐπεπλήρωτο πυ̃ρ πνέων τοι̃ς θυμοι̃ς ἐπὶ τοὺς Ιουδαίους καὶ κελεύων ἐποξύνειν τὴν πορείαν συνέβη δὲ καὶ πεσει̃ν αὐτὸν ἀπὸ του̃ ἅρματος φερομένου ῥοίζω̨ καὶ δυσχερει̃ πτώματι περιπεσόντα πάντα τὰ μέλη του̃ σώματος ἀποστρεβλου̃σθαι
ὁ δ' ἄρτι δοκω̃ν τοι̃ς τη̃ς θαλάσσης κύμασιν ἐπιτάσσειν διὰ τὴν ὑπὲρ ἄνθρωπον ἀλαζονείαν καὶ πλάστιγγι τὰ τω̃ν ὀρέων οἰόμενος ὕψη στήσειν κατὰ γη̃ν γενόμενος ἐν φορείω̨ παρεκομίζετο φανερὰν του̃ θεου̃ πα̃σιν τὴν δύναμιν ἐνδεικνύμενος
ὥστε καὶ ἐκ του̃ σώματος του̃ δυσσεβου̃ς σκώληκας ἀναζει̃ν καὶ ζω̃ντος ἐν ὀδύναις καὶ ἀλγηδόσιν τὰς σάρκας αὐτου̃ διαπίπτειν ὑπὸ δὲ τη̃ς ὀσμη̃ς αὐτου̃ πα̃ν τὸ στρατόπεδον βαρύνεσθαι τὴν σαπρίαν
10 καὶ τὸν μικρω̨̃ πρότερον τω̃ν οὐρανίων ἄστρων ἅπτεσθαι δοκου̃ντα παρακομίζειν οὐδεὶς ἐδύνατο διὰ τὸ τη̃ς ὀσμη̃ς ἀφόρητον βάρος
11 ἐνταυ̃θα οὐ̃ν ἤρξατο τὸ πολὺ τη̃ς ὑπερηφανίας λήγειν τεθραυσμένος καὶ εἰς ἐπίγνωσιν ἔρχεσθαι θεία̨ μάστιγι κατὰ στιγμὴν ἐπιτεινόμενος ται̃ς ἀλγηδόσιν
12 καὶ μηδὲ τη̃ς ὀσμη̃ς αὐτου̃ δυνάμενος ἀνέχεσθαι ταυ̃τ' ἔφη δίκαιον ὑποτάσσεσθαι τω̨̃ θεω̨̃ καὶ μὴ θνητὸν ὄντα ἰσόθεα φρονει̃ν
13 ηὔχετο δὲ ὁ μιαρὸς πρὸς τὸν οὐκέτι αὐτὸν ἐλεήσοντα δεσπότην οὕτως λέγων
14 τὴν μὲν ἁγίαν πόλιν ἣν σπεύδων παρεγίνετο ἰσόπεδον ποιη̃σαι καὶ πολυάνδριον οἰκοδομη̃σαι ἐλευθέραν ἀναδει̃ξαι
15 τοὺς δὲ Ιουδαίους οὓς διεγνώκει μηδὲ ταφη̃ς ἀξιω̃σαι οἰωνοβρώτους δὲ σὺν τοι̃ς νηπίοις ἐκρίψειν θηρίοις πάντας αὐτοὺς ἴσους 'Αθηναίοις ποιήσειν
16 ὃν δὲ πρότερον ἐσκύλευσεν ἅγιον νεὼ καλλίστοις ἀναθήμασιν κοσμήσειν καὶ τὰ ἱερὰ σκεύη πολυπλάσια πάντα ἀποδώσειν τὰς δὲ ἐπιβαλλούσας πρὸς τὰς θυσίας συντάξεις ἐκ τω̃ν ἰδίων προσόδων χορηγήσειν
17 πρὸς δὲ τούτοις καὶ Ιουδαι̃ον ἔσεσθαι καὶ πάντα τόπον οἰκητὸν ἐπελεύσεσθαι καταγγέλλοντα τὸ του̃ θεου̃ κράτος
18 οὐδαμω̃ς δὲ ληγόντων τω̃ν πόνων ἐπεληλύθει γὰρ ἐπ' αὐτὸν δικαία ἡ του̃ θεου̃ κρίσις τὰ κατ' αὐτὸν ἀπελπίσας ἔγραψεν πρὸς τοὺς Ιουδαίους τὴν ὑπογεγραμμένην ἐπιστολὴν ἱκετηρίας τάξιν ἔχουσαν περιέχουσαν δὲ οὕτως
19 τοι̃ς χρηστοι̃ς Ιουδαίοις τοι̃ς πολίταις πολλὰ χαίρειν καὶ ὑγιαίνειν καὶ εὐ̃ πράττειν βασιλεὺς καὶ στρατηγὸς 'Αντίοχος
20 εἰ ἔρρωσθε καὶ τὰ τέκνα καὶ τὰ ἴδια κατὰ γνώμην ἐστὶν ὑμι̃ν εἰς οὐρανὸν τὴν ἐλπίδα ἔχων
21 ὑμω̃ν τὴν τιμὴν καὶ τὴν εὔνοιαν ἐμνημόνευον φιλοστόργως ἐπανάγων ἐκ τω̃ν κατὰ τὴν Περσίδα τόπων καὶ περιπεσὼν ἀσθενεία̨ δυσχέρειαν ἐχούση̨ ἀναγκαι̃ον ἡγησάμην φροντίσαι τη̃ς κοινη̃ς πάντων ἀσφαλείας
22 οὐκ ἀπογινώσκων τὰ κατ' ἐμαυτόν ἀλλὰ ἔχων πολλὴν ἐλπίδα ἐκφεύξεσθαι τὴν ἀσθένειαν
23 θεωρω̃ν δὲ ὅτι καὶ ὁ πατήρ καθ' οὓς καιροὺς εἰς τοὺς ἄνω τόπους ἐστρατοπέδευσεν ἀνέδειξεν τὸν διαδεξάμενον
24 ὅπως ἐάν τι παράδοξον ἀποβαίνη̨ ἢ καὶ προσαγγελθη̨̃ τι δυσχερές εἰδότες οἱ κατὰ τὴν χώραν ὡ̨̃ καταλέλειπται τὰ πράγματα μὴ ἐπιταράσσωνται
25 πρὸς δὲ τούτοις κατανοω̃ν τοὺς παρακειμένους δυνάστας καὶ γειτνιω̃ντας τη̨̃ βασιλεία̨ τοι̃ς καιροι̃ς ἐπέχοντας καὶ προσδοκω̃ντας τὸ ἀποβησόμενον ἀναδέδειχα τὸν υἱὸν 'Αντίοχον βασιλέα ὃν πολλάκις ἀνατρέχων εἰς τὰς ἐπάνω σατραπείας τοι̃ς πλείστοις ὑμω̃ν παρεκατετιθέμην καὶ συνίστων γέγραφα δὲ πρὸς αὐτὸν τὰ ὑπογεγραμμένα
26 παρακαλω̃ οὐ̃ν ὑμα̃ς καὶ ἀξιω̃ μεμνημένους τω̃ν εὐεργεσιω̃ν κοινη̨̃ καὶ κατ' ἰδίαν ἕκαστον συντηρει̃ν τὴν οὐ̃σαν εὔνοιαν εἰς ἐμὲ καὶ τὸν υἱόν
27 πέπεισμαι γὰρ αὐτὸν ἐπιεικω̃ς καὶ φιλανθρώπως παρακολουθου̃ντα τη̨̃ ἐμη̨̃ προαιρέσει συμπεριενεχθήσεσθαι ὑμι̃ν
28 ὁ μὲν οὐ̃ν ἀνδροφόνος καὶ βλάσφημος τὰ χείριστα παθών ὡς ἑτέρους διέθηκεν ἐπὶ ξένης ἐν τοι̃ς ὄρεσιν οἰκτίστω̨ μόρω̨ κατέστρεψεν τὸν βίον
29 παρεκομίζετο δὲ τὸ σω̃μα Φίλιππος ὁ σύντροφος αὐτου̃ ὃς καὶ διευλαβηθεὶς τὸν υἱὸν 'Αντιόχου πρὸς Πτολεμαι̃ον τὸν Φιλομήτορα εἰς Αἴγυπτον διεκομίσθη
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.