Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 8

1 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς καὶ ἔλαβεν Δαυιδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τω̃ν ἀλλοφύλων
2 καὶ ἐπάταξεν Δαυιδ τὴν Μωαβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γη̃ν καὶ ἐγένετο τὰ δύο σχοινίσματα του̃ θανατω̃σαι καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν καὶ ἐγένετο Μωαβ τω̨̃ Δαυιδ εἰς δούλους φέροντας ξένια
3 καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ υἱὸν Ρααβ βασιλέα Σουβα πορευομένου αὐτου̃ ἐπιστη̃σαι τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὸν ποταμὸν Εὐφράτην
4 καὶ προκατελάβετο Δαυιδ τω̃ν αὐτου̃ χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρω̃ν πεζω̃ν καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτω̃ν ἑκατὸν ἅρματα
5 καὶ παραγίνεται Συρία Δαμασκου̃ βοηθη̃σαι τω̨̃ Αδρααζαρ βασιλει̃ Σουβα καὶ ἐπάταξεν Δαυιδ ἐν τω̨̃ Σύρω̨ εἴκοσι δύο χιλιάδας ἀνδρω̃ν
6 καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρία̨ τη̨̃ κατὰ Δαμασκόν καὶ ἐγένετο ὁ Σύρος τω̨̃ Δαυιδ εἰς δούλους φέροντας ξένια καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πα̃σιν οἱ̃ς ἐπορεύετο
7 καὶ ἔλαβεν Δαυιδ τοὺς χλιδω̃νας τοὺς χρυσου̃ς οἳ ἠ̃σαν ἐπὶ τω̃ν παίδων τω̃ν Αδρααζαρ βασιλέως Σουβα καὶ ἤνεγκεν αὐτὰ εἰς Ιερουσαλημ καὶ ἔλαβεν αὐτὰ Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐν τω̨̃ ἀναβη̃ναι αὐτὸν εἰς Ιερουσαλημ ἐν ἡμέραις Ροβοαμ υἱου̃ Σολομω̃ντος
8 καὶ ἐκ τη̃ς Μασβακ ἐκ τω̃ν ἐκλεκτω̃ν πόλεων του̃ Αδρααζαρ ἔλαβεν ὁ βασιλεὺς Δαυιδ χαλκὸν πολὺν σφόδρα ἐν αὐτω̨̃ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκη̃ν καὶ τοὺς στύλους καὶ τοὺς λουτη̃ρας καὶ πάντα τὰ σκεύη
9 καὶ ἤκουσεν Θοου ὁ βασιλεὺς Ημαθ ὅτι ἐπάταξεν Δαυιδ πα̃σαν τὴν δύναμιν Αδρααζαρ
10 καὶ ἀπέστειλεν Θοου Ιεδδουραν τὸν υἱὸν αὐτου̃ πρὸς βασιλέα Δαυιδ ἐρωτη̃σαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογη̃σαι αὐτὸν ὑπὲρ οὑ̃ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν ὅτι ἀντικείμενος ἠ̃ν τω̨̃ Αδρααζαρ καὶ ἐν ται̃ς χερσὶν αὐτου̃ ἠ̃σαν σκεύη ἀργυρα̃ καὶ σκεύη χρυσα̃ καὶ σκεύη χαλκα̃
11 καὶ ταυ̃τα ἡγίασεν ὁ βασιλεὺς Δαυιδ τω̨̃ κυρίω̨ μετὰ του̃ ἀργυρίου καὶ μετὰ του̃ χρυσίου οὑ̃ ἡγίασεν ἐκ πασω̃ν τω̃ν πόλεων ὡ̃ν κατεδυνάστευσεν
12 ἐκ τη̃ς Ιδουμαίας καὶ ἐκ τη̃ς γη̃ς Μωαβ καὶ ἐκ τω̃ν υἱω̃ν Αμμων καὶ ἐκ τω̃ν ἀλλοφύλων καὶ ἐξ Αμαληκ καὶ ἐκ τω̃ν σκύλων Αδρααζαρ υἱου̃ Ρααβ βασιλέως Σουβα
13 καὶ ἐποίησεν Δαυιδ ὄνομα καὶ ἐν τω̨̃ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν Ιδουμαίαν ἐν Γαιμελε εἰς ὀκτωκαίδεκα χιλιάδας
14 καὶ ἔθετο ἐν τη̨̃ Ιδουμαία̨ φρουράν ἐν πάση̨ τη̨̃ Ιδουμαία̨ καὶ ἐγένοντο πάντες οἱ Ιδουμαι̃οι δου̃λοι τω̨̃ βασιλει̃ καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πα̃σιν οἱ̃ς ἐπορεύετο
15 καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ Ισραηλ καὶ ἠ̃ν Δαυιδ ποιω̃ν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτου̃
16 καὶ Ιωαβ υἱὸς Σαρουιας ἐπὶ τη̃ς στρατια̃ς καὶ Ιωσαφατ υἱὸς Αχια ἐπὶ τω̃ν ὑπομνημάτων
17 καὶ Σαδδουκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερει̃ς καὶ Ασα ὁ γραμματεύς
18 καὶ Βαναιας υἱὸς Ιωδαε σύμβουλος καὶ ὁ Χελεθθι καὶ ὁ Φελεττι καὶ υἱοὶ Δαυιδ αὐλάρχαι ἠ̃σαν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.