Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 9

καὶ εἰ̃πεν Δαυιδ εἰ ἔστιν ἔτι ὑπολελειμμένος τω̨̃ οἴκω̨ Σαουλ καὶ ποιήσω μετ' αὐτου̃ ἔλεος ἕνεκεν Ιωναθαν
καὶ ἐκ του̃ οἴκου Σαουλ παι̃ς ἠ̃ν καὶ ὄνομα αὐτω̨̃ Σιβα καὶ καλου̃σιν αὐτὸν πρὸς Δαυιδ καὶ εἰ̃πεν πρὸς αὐτὸν ὁ βασιλεύς εἰ σὺ εἰ̃ Σιβα καὶ εἰ̃πεν ἐγὼ δου̃λος σός
καὶ εἰ̃πεν ὁ βασιλεύς εἰ ὑπολέλειπται ἐκ του̃ οἴκου Σαουλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ' αὐτου̃ ἔλεος θεου̃ καὶ εἰ̃πεν Σιβα πρὸς τὸν βασιλέα ἔτι ἔστιν υἱὸς τω̨̃ Ιωναθαν πεπληγὼς τοὺς πόδας
καὶ εἰ̃πεν ὁ βασιλεύς που̃ οὑ̃τος καὶ εἰ̃πεν Σιβα πρὸς τὸν βασιλέα ἰδοὺ ἐν οἴκω̨ Μαχιρ υἱου̃ Αμιηλ ἐκ τη̃ς Λαδαβαρ
καὶ ἀπέστειλεν ὁ βασιλεὺς Δαυιδ καὶ ἔλαβεν αὐτὸν ἐκ του̃ οἴκου Μαχιρ υἱου̃ Αμιηλ ἐκ τη̃ς Λαδαβαρ
καὶ παραγίνεται Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱου̃ Σαουλ πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτου̃ καὶ προσεκύνησεν αὐτω̨̃ καὶ εἰ̃πεν αὐτω̨̃ Δαυιδ Μεμφιβοσθε καὶ εἰ̃πεν ἰδοὺ ὁ δου̃λός σου
καὶ εἰ̃πεν αὐτω̨̃ Δαυιδ μὴ φοβου̃ ὅτι ποιω̃ν ποιήσω μετὰ σου̃ ἔλεος διὰ Ιωναθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαουλ πατρὸς του̃ πατρός σου καὶ σὺ φάγη̨ ἄρτον ἐπὶ τη̃ς τραπέζης μου διὰ παντός
καὶ προσεκύνησεν Μεμφιβοσθε καὶ εἰ̃πεν τίς εἰμι ὁ δου̃λός σου ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί
καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σιβα τὸ παιδάριον Σαουλ καὶ εἰ̃πεν πρὸς αὐτόν πάντα ὅσα ἐστὶν τω̨̃ Σαουλ καὶ ὅλω̨ τω̨̃ οἴκω̨ αὐτου̃ δέδωκα τω̨̃ υἱω̨̃ του̃ κυρίου σου
10 καὶ ἐργα̨̃ αὐτω̨̃ τὴν γη̃ν σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δου̃λοί σου καὶ εἰσοίσεις τω̨̃ υἱω̨̃ του̃ κυρίου σου ἄρτους καὶ ἔδεται αὐτούς καὶ Μεμφιβοσθε υἱὸς του̃ κυρίου σου φάγεται διὰ παντὸς ἄρτον ἐπὶ τη̃ς τραπέζης μου καὶ τω̨̃ Σιβα ἠ̃σαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δου̃λοι
11 καὶ εἰ̃πεν Σιβα πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τω̨̃ δούλω̨ αὐτου̃ οὕτως ποιήσει ὁ δου̃λός σου καὶ Μεμφιβοσθε ἤσθιεν ἐπὶ τη̃ς τραπέζης Δαυιδ καθὼς εἱ̃ς τω̃ν υἱω̃ν του̃ βασιλέως
12 καὶ τω̨̃ Μεμφιβοσθε υἱὸς μικρὸς καὶ ὄνομα αὐτω̨̃ Μιχα καὶ πα̃σα ἡ κατοίκησις του̃ οἴκου Σιβα δου̃λοι του̃ Μεμφιβοσθε
13 καὶ Μεμφιβοσθε κατώ̨κει ἐν Ιερουσαλημ ὅτι ἐπὶ τη̃ς τραπέζης του̃ βασιλέως διὰ παντὸς ἤσθιεν καὶ αὐτὸς ἠ̃ν χωλὸς ἀμφοτέροις τοι̃ς ποσὶν αὐτου̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.