1 καὶ προσέθετο ὀργὴ κυρίου ἐκκαη̃ναι ἐν Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ ἐν αὐτοι̃ς λέγων βάδιζε ἀρίθμησον τὸν Ισραηλ καὶ τὸν Ιουδα |
2 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Ιωαβ ἄρχοντα τη̃ς ἰσχύος τὸν μετ' αὐτου̃ δίελθε δὴ πάσας φυλὰς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ ἐπίσκεψαι τὸν λαόν καὶ γνώσομαι τὸν ἀριθμὸν του̃ λαου̃ |
3 καὶ εἰ̃πεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ προσθείη κύριος ὁ θεός σου πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα καὶ ὀφθαλμοὶ του̃ κυρίου μου του̃ βασιλέως ὁρω̃ντες καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἵνα τί βούλεται ἐν τω̨̃ λόγω̨ τούτω̨ |
4 καὶ ὑπερίσχυσεν ὁ λόγος του̃ βασιλέως πρὸς Ιωαβ καὶ εἰς τοὺς ἄρχοντας τη̃ς δυνάμεως καὶ ἐξη̃λθεν Ιωαβ καὶ οἱ ἄρχοντες τη̃ς ἰσχύος ἐνώπιον του̃ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν Ισραηλ |
5 καὶ διέβησαν τὸν Ιορδάνην καὶ παρενέβαλον ἐν Αροηρ ἐκ δεξιω̃ν τη̃ς πόλεως τη̃ς ἐν μέσω̨ τη̃ς φάραγγος Γαδ καὶ Ελιεζερ |
6 καὶ ἠ̃λθον εἰς τὴν Γαλααδ καὶ εἰς γη̃ν Θαβασων ἥ ἐστιν Αδασαι καὶ παρεγένοντο εἰς Δανιδαν καὶ Ουδαν καὶ ἐκύκλωσαν εἰς Σιδω̃να |
7 καὶ ἠ̃λθαν εἰς Μαψαρ Τύρου καὶ πάσας τὰς πόλεις του̃ Ευαίου καὶ του̃ Χαναναίου καὶ ἠ̃λθαν κατὰ νότον Ιουδα εἰς Βηρσαβεε |
8 καὶ περιώδευσαν ἐν πάση̨ τη̨̃ γη̨̃ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνω̃ν καὶ εἴκοσι ἡμερω̃ν εἰς Ιερουσαλημ |
9 καὶ ἔδωκεν Ιωαβ τὸν ἀριθμὸν τη̃ς ἐπισκέψεως του̃ λαου̃ πρὸς τὸν βασιλέα καὶ ἐγένετο Ισραηλ ὀκτακόσιαι χιλιάδες ἀνδρω̃ν δυνάμεως σπωμένων ῥομφαίαν καὶ ἀνὴρ Ιουδα πεντακόσιαι χιλιάδες ἀνδρω̃ν μαχητω̃ν |
10 καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτὸν μετὰ τὸ ἀριθμη̃σαι τὸν λαόν καὶ εἰ̃πεν Δαυιδ πρὸς κύριον ἥμαρτον σφόδρα ὃ ἐποίησα νυ̃ν κύριε παραβίβασον δὴ τὴν ἀνομίαν του̃ δούλου σου ὅτι ἐμωράνθην σφόδρα |
11 καὶ ἀνέστη Δαυιδ τὸ πρωί καὶ λόγος κυρίου ἐγένετο πρὸς Γαδ τὸν προφήτην τὸν ὁρω̃ντα Δαυιδ λέγων |
12 πορεύθητι καὶ λάλησον πρὸς Δαυιδ λέγων τάδε λέγει κύριος τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ καὶ ἔκλεξαι σεαυτω̨̃ ἓν ἐξ αὐτω̃ν καὶ ποιήσω σοι |
13 καὶ εἰση̃λθεν Γαδ πρὸς Δαυιδ καὶ ἀνήγγειλεν αὐτω̨̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἔκλεξαι σεαυτω̨̃ γενέσθαι εἰ ἔλθη̨ σοι τρία ἔτη λιμὸς ἐν τη̨̃ γη̨̃ σου ἢ τρει̃ς μη̃νας φεύγειν σε ἔμπροσθεν τω̃ν ἐχθρω̃ν σου καὶ ἔσονται διώκοντές σε ἢ γενέσθαι τρει̃ς ἡμέρας θάνατον ἐν τη̨̃ γη̨̃ σου νυ̃ν οὐ̃ν γνω̃θι καὶ ἰδὲ τί ἀποκριθω̃ τω̨̃ ἀποστείλαντί με ῥη̃μα |
14 καὶ εἰ̃πεν Δαυιδ πρὸς Γαδ στενά μοι πάντοθεν σφόδρα ἐστίν ἐμπεσου̃μαι δὴ ἐν χειρὶ κυρίου ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτου̃ σφόδρα εἰς δὲ χει̃ρας ἀνθρώπου οὐ μὴ ἐμπέσω καὶ ἐξελέξατο ἑαυτω̨̃ Δαυιδ τὸν θάνατον |
15 καὶ ἡμέραι θερισμου̃ πυρω̃ν καὶ ἔδωκεν κύριος ἐν Ισραηλ θάνατον ἀπὸ πρωίθεν ἕως ὥρας ἀρίστου καὶ ἤρξατο ἡ θραυ̃σις ἐν τω̨̃ λαω̨̃ καὶ ἀπέθανεν ἐκ του̃ λαου̃ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ἑβδομήκοντα χιλιάδες ἀνδρω̃ν |
16 καὶ ἐξέτεινεν ὁ ἄγγελος του̃ θεου̃ τὴν χει̃ρα αὐτου̃ εἰς Ιερουσαλημ του̃ διαφθει̃ραι αὐτήν καὶ παρεκλήθη κύριος ἐπὶ τη̨̃ κακία̨ καὶ εἰ̃πεν τω̨̃ ἀγγέλω̨ τω̨̃ διαφθείροντι ἐν τω̨̃ λαω̨̃ πολὺ νυ̃ν ἄνες τὴν χει̃ρά σου καὶ ὁ ἄγγελος κυρίου ἠ̃ν παρὰ τω̨̃ ἅλω̨ Ορνα του̃ Ιεβουσαίου |
17 καὶ εἰ̃πεν Δαυιδ πρὸς κύριον ἐν τω̨̃ ἰδει̃ν αὐτὸν τὸν ἄγγελον τύπτοντα ἐν τω̨̃ λαω̨̃ καὶ εἰ̃πεν ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα καὶ οὑ̃τοι τὰ πρόβατα τί ἐποίησαν γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τω̨̃ οἴκω̨ του̃ πατρός μου |
18 καὶ ἠ̃λθεν Γαδ πρὸς Δαυιδ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ εἰ̃πεν αὐτω̨̃ ἀνάβηθι καὶ στη̃σον τω̨̃ κυρίω̨ θυσιαστήριον ἐν τω̨̃ ἅλωνι Ορνα του̃ Ιεβουσαίου |
19 καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ καθ' ὃν τρόπον ἐνετείλατο αὐτω̨̃ κύριος |
20 καὶ διέκυψεν Ορνα καὶ εἰ̃δεν τὸν βασιλέα καὶ τοὺς παι̃δας αὐτου̃ παραπορευομένους ἐπάνω αὐτου̃ καὶ ἐξη̃λθεν Ορνα καὶ προσεκύνησεν τω̨̃ βασιλει̃ ἐπὶ πρόσωπον αὐτου̃ ἐπὶ τὴν γη̃ν |
21 καὶ εἰ̃πεν Ορνα τί ὅτι ἠ̃λθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δου̃λον αὐτου̃ καὶ εἰ̃πεν Δαυιδ κτήσασθαι παρὰ σου̃ τὸν ἅλωνα του̃ οἰκοδομη̃σαι θυσιαστήριον τω̨̃ κυρίω̨ καὶ συσχεθη̨̃ ἡ θραυ̃σις ἐπάνω του̃ λαου̃ |
22 καὶ εἰ̃πεν Ορνα πρὸς Δαυιδ λαβέτω καὶ ἀνενεγκέτω ὁ κύριός μου ὁ βασιλεὺς τω̨̃ κυρίω̨ τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς αὐτου̃ ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τω̃ν βοω̃ν εἰς ξύλα |
23 τὰ πάντα ἔδωκεν Ορνα τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν Ορνα πρὸς τὸν βασιλέα κύριος ὁ θεός σου εὐλογήσαι σε |
24 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Ορνα οὐχί ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σου̃ ἐν ἀλλάγματι καὶ οὐκ ἀνοίσω τω̨̃ κυρίω̨ θεω̨̃ μου ὁλοκαύτωμα δωρεάν καὶ ἐκτήσατο Δαυιδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίω̨ σίκλων πεντήκοντα |
25 καὶ ὠ̨κοδόμησεν ἐκει̃ Δαυιδ θυσιαστήριον κυρίω̨ καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς καὶ προσέθηκεν Σαλωμων ἐπὶ τὸ θυσιαστήριον ἐπ' ἐσχάτω̨ ὅτι μικρὸν ἠ̃ν ἐν πρώτοις καὶ ἐπήκουσεν κύριος τη̨̃ γη̨̃ καὶ συνεσχέθη ἡ θραυ̃σις ἐπάνωθεν Ισραηλ |