Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 23

1 καὶ οὑ̃τοι οἱ λόγοι Δαυιδ οἱ ἔσχατοι πιστὸς Δαυιδ υἱὸς Ιεσσαι καὶ πιστὸς ἀνήρ ὃν ἀνέστησεν κύριος ἐπὶ χριστὸν θεου̃ Ιακωβ καὶ εὐπρεπει̃ς ψαλμοὶ Ισραηλ
2 πνευ̃μα κυρίου ἐλάλησεν ἐν ἐμοί καὶ ὁ λόγος αὐτου̃ ἐπὶ γλώσσης μου
3 λέγει ὁ θεὸς Ισραηλ ἐμοὶ ἐλάλησεν φύλαξ Ισραηλ παραβολὴν εἰπόν ἐν ἀνθρώπω̨ πω̃ς κραταιώσητε φόβον θεου̃
4 καὶ ἐν θεω̨̃ φωτὶ πρωίας ἀνατείλαι ἥλιος τὸ πρωὶ οὐ παρη̃λθεν ἐκ φέγγους καὶ ὡς ἐξ ὑετου̃ χλόης ἀπὸ γη̃ς
5 οὐ γὰρ οὕτως ὁ οἰ̃κός μου μετὰ ἰσχυρου̃ διαθήκην γὰρ αἰώνιον ἔθετό μοι ἑτοίμην ἐν παντὶ καιρω̨̃ πεφυλαγμένην ὅτι πα̃σα σωτηρία μου καὶ πα̃ν θέλημα ὅτι οὐ μὴ βλαστήση̨ ὁ παράνομος
6 ὥσπερ ἄκανθα ἐξωσμένη πάντες αὐτοί ὅτι οὐ χειρὶ λημφθήσονται
7 καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοι̃ς καὶ πλη̃ρες σιδήρου καὶ ξύλον δόρατος καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνη̨ αὐτω̃ν
8 ταυ̃τα τὰ ὀνόματα τω̃ν δυνατω̃ν Δαυιδ Ιεβοσθε ὁ Χαναναι̃ος ἄρχων του̃ τρίτου ἐστίν Αδινων ὁ Ασωναι̃ος οὑ̃τος ἐσπάσατο τὴν ῥομφαίαν αὐτου̃ ἐπὶ ὀκτακοσίους τραυματίας εἰς ἅπαξ
9 καὶ μετ' αὐτὸν Ελεαζαρ υἱὸς πατραδέλφου αὐτου̃ υἱὸς Σουσίτου ἐν τοι̃ς τρισὶν δυνατοι̃ς οὑ̃τος ἠ̃ν μετὰ Δαυιδ ἐν Σερραν καὶ ἐν τω̨̃ ὀνειδίσαι αὐτὸν ἐν τοι̃ς ἀλλοφύλοις συνήχθησαν ἐκει̃ εἰς πόλεμον καὶ ἀνέβησαν ἀνὴρ Ισραηλ
10 αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοι̃ς ἀλλοφύλοις ἕως οὑ̃ ἐκοπίασεν ἡ χεὶρ αὐτου̃ καὶ προσεκολλήθη ἡ χεὶρ αὐτου̃ πρὸς τὴν μάχαιραν καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτου̃ πλὴν ἐκδιδύσκειν
11 καὶ μετ' αὐτὸν Σαμαια υἱὸς Ασα ὁ Αρουχαι̃ος καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία καὶ ἠ̃ν ἐκει̃ μερὶς του̃ ἀγρου̃ πλήρης φακου̃ καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων
12 καὶ ἐστηλώθη ἐν μέσω̨ τη̃ς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην
13 καὶ κατέβησαν τρει̃ς ἀπὸ τω̃ν τριάκοντα καὶ ἠ̃λθον εἰς Κασων πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ καὶ τάγμα τω̃ν ἀλλοφύλων παρενέβαλον ἐν τη̨̃ κοιλάδι Ραφαϊμ
14 καὶ Δαυιδ τότε ἐν τη̨̃ περιοχη̨̃ καὶ τὸ ὑπόστημα τω̃ν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ
15 καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἰ̃πεν τίς ποτιει̃ με ὕδωρ ἐκ του̃ λάκκου του̃ ἐν Βαιθλεεμ του̃ ἐν τη̨̃ πύλη̨ τὸ δὲ σύστημα τω̃ν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ
16 καὶ διέρρηξαν οἱ τρει̃ς δυνατοὶ ἐν τη̨̃ παρεμβολη̨̃ τω̃ν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ του̃ λάκκου του̃ ἐν Βαιθλεεμ του̃ ἐν τη̨̃ πύλη̨ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυιδ καὶ οὐκ ἠθέλησεν πιει̃ν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τω̨̃ κυρίω̨
17 καὶ εἰ̃πεν ἵλεώς μοι κύριε του̃ ποιη̃σαι του̃το εἰ αἱ̃μα τω̃ν ἀνδρω̃ν τω̃ν πορευθέντων ἐν ται̃ς ψυχαι̃ς αὐτω̃ν πίομαι καὶ οὐκ ἠθέλησεν πιει̃ν αὐτό ταυ̃τα ἐποίησαν οἱ τρει̃ς δυνατοί
18 καὶ Αβεσσα ἀδελφὸς Ιωαβ υἱὸς Σαρουιας αὐτὸς ἄρχων ἐν τοι̃ς τρισίν καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτου̃ ἐπὶ τριακοσίους τραυματίας καὶ αὐτω̨̃ ὄνομα ἐν τοι̃ς τρισίν
19 ἐκ τω̃ν τριω̃ν ἐκείνων ἔνδοξος καὶ ἐγένετο αὐτοι̃ς εἰς ἄρχοντα καὶ ἕως τω̃ν τριω̃ν οὐκ ἠ̃λθεν
20 καὶ Βαναιας υἱὸς Ιωδαε ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεηλ καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς Αριηλ του̃ Μωαβ καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσω̨ του̃ λάκκου ἐν τη̨̃ ἡμέρα̨ τη̃ς χιόνος
21 αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον ἄνδρα ὁρατόν ἐν δὲ τη̨̃ χειρὶ του̃ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥάβδω̨ καὶ ἥρπασεν τὸ δόρυ ἐκ τη̃ς χειρὸς του̃ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τω̨̃ δόρατι αὐτου̃
22 ταυ̃τα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε καὶ αὐτω̨̃ ὄνομα ἐν τοι̃ς τρισὶν τοι̃ς δυνατοι̃ς
23 ἐκ τω̃ν τριω̃ν ἔνδοξος καὶ πρὸς τοὺς τρει̃ς οὐκ ἠ̃λθεν καὶ ἔταξεν αὐτὸν Δαυιδ εἰς τὰς ἀκοὰς αὐτου̃
24 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν δυνατω̃ν Δαυιδ βασιλέως Ασαηλ ἀδελφὸς Ιωαβ οὑ̃τος ἐν τοι̃ς τριάκοντα Ελεαναν υἱὸς Δουδι πατραδέλφου αὐτου̃ ἐν Βαιθλεεμ
25 Σαμαι ὁ Αρουδαι̃ος Ελικα ὁ Αρωδαι̃ος
26 Ελλης ὁ Φελωθι Ιρας υἱὸς Εκκας ὁ Θεκωίτης
27 Αβιεζερ ὁ Αναθωθίτης ἐκ τω̃ν υἱω̃ν του̃ Ασωθίτου
28 Σελμων ὁ Αωίτης Μοορε ὁ Νετωφαθίτης
29 Ελα υἱὸς Βαανα ὁ Νετωφαθίτης Εθθι υἱὸς Ριβα ἐκ Γαβαεθ υἱὸς Βενιαμιν
30 Βαναιας ὁ Φαραθωνίτης Ουρι ἐκ Ναχαλιγαιας
31 Αβιηλ υἱὸς του̃ Αραβωθίτου Αζμωθ ὁ Βαρσαμίτης
32 Ελιασου ὁ Σαλαβωνίτης υἱοὶ Ιασαν Ιωναθαν
33 Σαμμα ὁ Αρωδίτης Αχιαν υἱὸς Σαραδ ὁ Αραουρίτης
34 Αλιφαλεθ υἱὸς του̃ Ασβίτου υἱὸς του̃ Μααχατι Ελιαβ υἱὸς Αχιτοφελ του̃ Γελωνίτου
35 Ασαραι ὁ Καρμήλιος Φαραϊ ὁ Ερχι
36 Ιγααλ υἱὸς Ναθαν ἀπὸ δυνάμεως υἱὸς Γαδδι
37 Ελιε ὁ Αμμανίτης Γελωραι ὁ Βηρωθαι̃ος αἴρων τὰ σκεύη Ιωαβ υἱου̃ Σαρουιας
38 Ιρας ὁ Ιεθιραι̃ος Γαρηβ ὁ Ιεθιραι̃ος
39 Ουριας ὁ Χετται̃ος πάντες τριάκοντα καὶ ἑπτά
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.