Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 19

καὶ ἀνηγγέλη τω̨̃ Ιωαβ λέγοντες ἰδοὺ ὁ βασιλεὺς κλαίει καὶ πενθει̃ ἐπὶ Αβεσσαλωμ
καὶ ἐγένετο ἡ σωτηρία ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἰς πένθος παντὶ τω̨̃ λαω̨̃ ὅτι ἤκουσεν ὁ λαὸς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγων ὅτι λυπει̃ται ὁ βασιλεὺς ἐπὶ τω̨̃ υἱω̨̃ αὐτου̃
καὶ διεκλέπτετο ὁ λαὸς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ του̃ εἰσελθει̃ν εἰς τὴν πόλιν καθὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τω̨̃ αὐτοὺς φεύγειν ἐν τω̨̃ πολέμω̨
καὶ ὁ βασιλεὺς ἔκρυψεν τὸ πρόσωπον αὐτου̃ καὶ ἔκραξεν ὁ βασιλεὺς φωνη̨̃ μεγάλη̨ λέγων υἱέ μου Αβεσσαλωμ Αβεσσαλωμ υἱέ μου
καὶ εἰση̃λθεν Ιωαβ πρὸς τὸν βασιλέα εἰς τὸν οἰ̃κον καὶ εἰ̃πεν κατή̨σχυνας σήμερον τὸ πρόσωπον πάντων τω̃ν δούλων σου τω̃ν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τω̃ν υἱω̃ν σου καὶ τω̃ν θυγατέρων σου καὶ τὴν ψυχὴν τω̃ν γυναικω̃ν σου καὶ τω̃ν παλλακω̃ν σου
του̃ ἀγαπα̃ν τοὺς μισου̃ντάς σε καὶ μισει̃ν τοὺς ἀγαπω̃ντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὔκ εἰσιν οἱ ἄρχοντές σου οὐδὲ παι̃δες ὅτι ἔγνωκα σήμερον ὅτι εἰ Αβεσσαλωμ ἔζη πάντες ἡμει̃ς σήμερον νεκροί ὅτι τότε τὸ εὐθὲς ἠ̃ν ἐν ὀφθαλμοι̃ς σου
καὶ νυ̃ν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τω̃ν δούλων σου ὅτι ἐν κυρίω̨ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύση̨ σήμερον εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σου̃ τὴν νύκτα ταύτην καὶ ἐπίγνωθι σεαυτω̨̃ καὶ κακόν σοι του̃το ὑπὲρ πα̃ν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως του̃ νυ̃ν
καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τη̨̃ πύλη̨ καὶ πα̃ς ὁ λαὸς ἀνήγγειλαν λέγοντες ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τη̨̃ πύλη̨ καὶ εἰση̃λθεν πα̃ς ὁ λαὸς κατὰ πρόσωπον του̃ βασιλέως καὶ Ισραηλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτου̃
καὶ ἠ̃ν πα̃ς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαι̃ς Ισραηλ λέγοντες ὁ βασιλεὺς Δαυιδ ἐρρύσατο ἡμα̃ς ἀπὸ πάντων τω̃ν ἐχθρω̃ν ἡμω̃ν καὶ αὐτὸς ἐξείλατο ἡμα̃ς ἐκ χειρὸς ἀλλοφύλων καὶ νυ̃ν πέφευγεν ἀπὸ τη̃ς γη̃ς καὶ ἀπὸ τη̃ς βασιλείας αὐτου̃ ἀπὸ Αβεσσαλωμ
10 καὶ Αβεσσαλωμ ὃν ἐχρίσαμεν ἐφ' ἡμω̃ν ἀπέθανεν ἐν τω̨̃ πολέμω̨ καὶ νυ̃ν ἵνα τί ὑμει̃ς κωφεύετε του̃ ἐπιστρέψαι τὸν βασιλέα καὶ τὸ ῥη̃μα παντὸς Ισραηλ ἠ̃λθεν πρὸς τὸν βασιλέα
11 καὶ ὁ βασιλεὺς Δαυιδ ἀπέστειλεν πρὸς Σαδωκ καὶ πρὸς Αβιαθαρ τοὺς ἱερει̃ς λέγων λαλήσατε πρὸς τοὺς πρεσβυτέρους Ιουδα λέγοντες ἵνα τί γίνεσθε ἔσχατοι του̃ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ λόγος παντὸς Ισραηλ ἠ̃λθεν πρὸς τὸν βασιλέα
12 ἀδελφοί μου ὑμει̃ς ὀστα̃ μου καὶ σάρκες μου ὑμει̃ς καὶ ἵνα τί γίνεσθε ἔσχατοι του̃ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἰ̃κον αὐτου̃
13 καὶ τω̨̃ Αμεσσαϊ ἐρει̃τε οὐχὶ ὀστου̃ν μου καὶ σάρξ μου σύ καὶ νυ̃ν τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ μὴ ἄρχων δυνάμεως ἔση̨ ἐνώπιον ἐμου̃ πάσας τὰς ἡμέρας ἀντὶ Ιωαβ
14 καὶ ἔκλινεν τὴν καρδίαν παντὸς ἀνδρὸς Ιουδα ὡς ἀνδρὸς ἑνός καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες ἐπιστράφητι σὺ καὶ πάντες οἱ δου̃λοί σου
15 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἠ̃λθεν ἕως του̃ Ιορδάνου καὶ ἄνδρες Ιουδα ἠ̃λθαν εἰς Γαλγαλα του̃ πορεύεσθαι εἰς ἀπαντὴν του̃ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν Ιορδάνην
16 καὶ ἐτάχυνεν Σεμεϊ υἱὸς Γηρα υἱου̃ του̃ Ιεμενι ἐκ Βαουριμ καὶ κατέβη μετὰ ἀνδρὸς Ιουδα εἰς ἀπαντὴν του̃ βασιλέως Δαυιδ
17 καὶ χίλιοι ἄνδρες μετ' αὐτου̃ ἐκ του̃ Βενιαμιν καὶ Σιβα τὸ παιδάριον του̃ οἴκου Σαουλ καὶ δέκα πέντε υἱοὶ αὐτου̃ μετ' αὐτου̃ καὶ εἴκοσι δου̃λοι αὐτου̃ μετ' αὐτου̃ καὶ κατεύθυναν τὸν Ιορδάνην ἔμπροσθεν του̃ βασιλέως
18 καὶ ἐλειτούργησαν τὴν λειτουργίαν του̃ διαβιβάσαι τὸν βασιλέα καὶ διέβη ἡ διάβασις ἐξεγει̃ραι τὸν οἰ̃κον του̃ βασιλέως καὶ του̃ ποιη̃σαι τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς αὐτου̃ καὶ Σεμεϊ υἱὸς Γηρα ἔπεσεν ἐπὶ πρόσωπον αὐτου̃ ἐνώπιον του̃ βασιλέως διαβαίνοντος αὐτου̃ τὸν Ιορδάνην
19 καὶ εἰ̃πεν πρὸς τὸν βασιλέα μὴ διαλογισάσθω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησθη̨̃ς ὅσα ἠδίκησεν ὁ παι̃ς σου ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ὁ κύριός μου ὁ βασιλεὺς ἐξεπορεύετο ἐξ Ιερουσαλημ του̃ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτου̃
20 ὅτι ἔγνω ὁ δου̃λός σου ὅτι ἐγὼ ἥμαρτον καὶ ἰδοὺ ἐγὼ ἠ̃λθον σήμερον πρότερος παντὸς οἴκου Ιωσηφ του̃ καταβη̃ναι εἰς ἀπαντὴν του̃ κυρίου μου του̃ βασιλέως
21 καὶ ἀπεκρίθη Αβεσσα υἱὸς Σαρουιας καὶ εἰ̃πεν μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεϊ ὅτι κατηράσατο τὸν χριστὸν κυρίου
22 καὶ εἰ̃πεν Δαυιδ τί ἐμοὶ καὶ ὑμι̃ν υἱοὶ Σαρουιας ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ Ισραηλ ὅτι οὐκ οἰ̃δα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ισραηλ
23 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Σεμεϊ οὐ μὴ ἀποθάνη̨ς καὶ ὤμοσεν αὐτω̨̃ ὁ βασιλεύς
24 καὶ Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱου̃ Σαουλ κατέβη εἰς ἀπαντὴν του̃ βασιλέως καὶ οὐκ ἐθεράπευσεν τοὺς πόδας αὐτου̃ οὐδὲ ὠνυχίσατο οὐδὲ ἐποίησεν τὸν μύστακα αὐτου̃ καὶ τὰ ἱμάτια αὐτου̃ οὐκ ἔπλυνεν ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἀπη̃λθεν ὁ βασιλεύς ἕως τη̃ς ἡμέρας ἡ̃ς αὐτὸς παρεγένετο ἐν εἰρήνη̨
25 καὶ ἐγένετο ὅτε εἰση̃λθεν εἰς Ιερουσαλημ εἰς ἀπάντησιν του̃ βασιλέως καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς τί ὅτι οὐκ ἐπορεύθης μετ' ἐμου̃ Μεμφιβοσθε
26 καὶ εἰ̃πεν πρὸς αὐτὸν Μεμφιβοσθε κύριέ μου βασιλευ̃ ὁ δου̃λός μου παρελογίσατό με ὅτι εἰ̃πεν ὁ παι̃ς σου αὐτω̨̃ ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβω̃ ἐπ' αὐτὴν καὶ πορεύσομαι μετὰ του̃ βασιλέως ὅτι χωλὸς ὁ δου̃λός σου
27 καὶ μεθώδευσεν ἐν τω̨̃ δούλω̨ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος του̃ θεου̃ καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου
28 ὅτι οὐκ ἠ̃ν πα̃ς ὁ οἰ̃κος του̃ πατρός μου ἀλλ' ἢ ὅτι ἄνδρες θανάτου τω̨̃ κυρίω̨ μου τω̨̃ βασιλει̃ καὶ ἔθηκας τὸν δου̃λόν σου ἐν τοι̃ς ἐσθίουσιν τὴν τράπεζάν σου καὶ τί ἐστίν μοι ἔτι δικαίωμα καὶ του̃ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα
29 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς ἵνα τί λαλει̃ς ἔτι τοὺς λόγους σου εἰ̃πον σὺ καὶ Σιβα διελει̃σθε τὸν ἀγρόν
30 καὶ εἰ̃πεν Μεμφιβοσθε πρὸς τὸν βασιλέα καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνη̨ εἰς τὸν οἰ̃κον αὐτου̃
31 καὶ Βερζελλι ὁ Γαλααδίτης κατέβη ἐκ Ρωγελλιμ καὶ διέβη μετὰ του̃ βασιλέως τὸν Ιορδάνην ἐκπέμψαι αὐτὸν τὸν Ιορδάνην
32 καὶ Βερζελλι ἀνὴρ πρεσβύτερος σφόδρα υἱὸς ὀγδοήκοντα ἐτω̃ν καὶ αὐτὸς διέθρεψεν τὸν βασιλέα ἐν τω̨̃ οἰκει̃ν αὐτὸν ἐν Μαναϊμ ὅτι ἀνὴρ μέγας ἐστὶν σφόδρα
33 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Βερζελλι σὺ διαβήση̨ μετ' ἐμου̃ καὶ διαθρέψω τὸ γη̃ράς σου μετ' ἐμου̃ ἐν Ιερουσαλημ
34 καὶ εἰ̃πεν Βερζελλι πρὸς τὸν βασιλέα πόσαι ἡμέραι ἐτω̃ν ζωη̃ς μου ὅτι ἀναβήσομαι μετὰ του̃ βασιλέως εἰς Ιερουσαλημ
35 υἱὸς ὀγδοήκοντα ἐτω̃ν ἐγώ εἰμι σήμερον μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθου̃ καὶ κακου̃ ἢ γεύσεται ὁ δου̃λός σου ἔτι ὃ φάγομαι ἢ πίομαι ἢ ἀκούσομαι ἔτι φωνὴν ἀ̨δόντων καὶ ἀ̨δουσω̃ν ἵνα τί ἔσται ἔτι ὁ δου̃λός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα
36 ὡς βραχὺ διαβήσεται ὁ δου̃λός σου τὸν Ιορδάνην μετὰ του̃ βασιλέως καὶ ἵνα τί ἀνταποδίδωσίν μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην
37 καθισάτω δὴ ὁ δου̃λός σου καὶ ἀποθανου̃μαι ἐν τη̨̃ πόλει μου παρὰ τω̨̃ τάφω̨ του̃ πατρός μου καὶ τη̃ς μητρός μου καὶ ἰδοὺ ὁ δου̃λός σου Χαμααμ διαβήσεται μετὰ του̃ κυρίου μου του̃ βασιλέως καὶ ποίησον αὐτω̨̃ τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου
38 καὶ εἰ̃πεν ὁ βασιλεύς μετ' ἐμου̃ διαβήτω Χαμααμ κἀγὼ ποιήσω αὐτω̨̃ τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου καὶ πάντα ὅσα ἐκλέξη̨ ἐπ' ἐμοί ποιήσω σοι
39 καὶ διέβη πα̃ς ὁ λαὸς τὸν Ιορδάνην καὶ ὁ βασιλεὺς διέβη καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Βερζελλι καὶ εὐλόγησεν αὐτόν καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτου̃
40 καὶ διέβη ὁ βασιλεὺς εἰς Γαλγαλα καὶ Χαμααμ διέβη μετ' αὐτου̃ καὶ πα̃ς ὁ λαὸς Ιουδα διαβαίνοντες μετὰ του̃ βασιλέως καί γε τὸ ἥμισυ του̃ λαου̃ Ισραηλ
41 καὶ ἰδοὺ πα̃ς ἀνὴρ Ισραηλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἰ̃πον πρὸς τὸν βασιλέα τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμω̃ν ἀνὴρ Ιουδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἰ̃κον αὐτου̃ τὸν Ιορδάνην καὶ πάντες ἄνδρες Δαυιδ μετ' αὐτου̃
42 καὶ ἀπεκρίθη πα̃ς ἀνὴρ Ιουδα πρὸς ἄνδρα Ισραηλ καὶ εἰ̃παν διότι ἐγγίζει πρός με ὁ βασιλεύς καὶ ἵνα τί οὕτως ἐθυμώθης περὶ του̃ λόγου τούτου μὴ βρώσει ἐφάγαμεν ἐκ του̃ βασιλέως ἢ δόμα ἔδωκεν ἢ ἄρσιν ἠ̃ρεν ἡμι̃ν
43 καὶ ἀπεκρίθη ἀνὴρ Ισραηλ τω̨̃ ἀνδρὶ Ιουδα καὶ εἰ̃πεν δέκα χει̃ρές μοι ἐν τω̨̃ βασιλει̃ καὶ πρωτότοκος ἐγὼ ἢ σύ καί γε ἐν τω̨̃ Δαυιδ εἰμὶ ὑπὲρ σέ καὶ ἵνα τί του̃το ὕβρισάς με καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρω̃τός μοι του̃ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς Ιουδα ὑπὲρ τὸν λόγον ἀνδρὸς Ισραηλ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.