1 καὶ ἐκει̃ ἐπικαλούμενος υἱὸς παράνομος καὶ ὄνομα αὐτω̨̃ Σαβεε υἱὸς Βοχορι ἀνὴρ ὁ Ιεμενι καὶ ἐσάλπισεν ἐν τη̨̃ κερατίνη̨ καὶ εἰ̃πεν οὐκ ἔστιν ἡμι̃ν μερὶς ἐν Δαυιδ οὐδὲ κληρονομία ἡμι̃ν ἐν τω̨̃ υἱω̨̃ Ιεσσαι ἀνὴρ εἰς τὰ σκηνώματά σου Ισραηλ |
2 καὶ ἀνέβη πα̃ς ἀνὴρ Ισραηλ ἀπὸ ὄπισθεν Δαυιδ ὀπίσω Σαβεε υἱου̃ Βοχορι καὶ ἀνὴρ Ιουδα ἐκολλήθη τω̨̃ βασιλει̃ αὐτω̃ν ἀπὸ του̃ Ιορδάνου καὶ ἕως Ιερουσαλημ |
3 καὶ εἰση̃λθεν Δαυιδ εἰς τὸν οἰ̃κον αὐτου̃ εἰς Ιερουσαλημ καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναι̃κας τὰς παλλακὰς αὐτου̃ ἃς ἀφη̃κεν φυλάσσειν τὸν οἰ̃κον καὶ ἔδωκεν αὐτὰς ἐν οἴκω̨ φυλακη̃ς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰση̃λθεν καὶ ἠ̃σαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτω̃ν χη̃ραι ζω̃σαι |
4 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Αμεσσαϊ βόησόν μοι τὸν ἄνδρα Ιουδα τρει̃ς ἡμέρας σὺ δὲ αὐτου̃ στη̃θι |
5 καὶ ἐπορεύθη Αμεσσαϊ του̃ βοη̃σαι τὸν Ιουδαν καὶ ἐχρόνισεν ἀπὸ του̃ καιρου̃ οὑ̃ ἐτάξατο αὐτω̨̃ Δαυιδ |
6 καὶ εἰ̃πεν Δαυιδ πρὸς Αβεσσα νυ̃ν κακοποιήσει ἡμα̃ς Σαβεε υἱὸς Βοχορι ὑπὲρ Αβεσσαλωμ καὶ νυ̃ν σὺ λαβὲ μετὰ σεαυτου̃ τοὺς παι̃δας του̃ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτου̃ μήποτε ἑαυτω̨̃ εὕρη̨ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμω̃ν |
7 καὶ ἐξη̃λθον ὀπίσω αὐτου̃ οἱ ἄνδρες Ιωαβ καὶ ὁ Χερεθθι καὶ ὁ Φελεθθι καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξη̃λθαν ἐξ Ιερουσαλημ διω̃ξαι ὀπίσω Σαβεε υἱου̃ Βοχορι |
8 καὶ αὐτοὶ παρὰ τω̨̃ λίθω̨ τω̨̃ μεγάλω̨ τω̨̃ ἐν Γαβαων καὶ Αμεσσαϊ εἰση̃λθεν ἔμπροσθεν αὐτω̃ν καὶ Ιωαβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτου̃ καὶ ἐπ' αὐτω̨̃ περιεζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τη̃ς ὀσφύος αὐτου̃ ἐν κολεω̨̃ αὐτη̃ς καὶ ἡ μάχαιρα ἐξη̃λθεν καὶ ἔπεσεν |
9 καὶ εἰ̃πεν Ιωαβ τω̨̃ Αμεσσαϊ εἰ ὑγιαίνεις σύ ἀδελφέ καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ιωαβ του̃ πώγωνος Αμεσσαϊ του̃ καταφιλη̃σαι αὐτόν |
10 καὶ Αμεσσαϊ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τη̨̃ χειρὶ Ιωαβ καὶ ἔπαισεν αὐτὸν ἐν αὐτη̨̃ Ιωαβ εἰς τὴν ψόαν καὶ ἐξεχύθη ἡ κοιλία αὐτου̃ εἰς τὴν γη̃ν καὶ οὐκ ἐδευτέρωσεν αὐτω̨̃ καὶ ἀπέθανεν καὶ Ιωαβ καὶ Αβεσσα ὁ ἀδελφὸς αὐτου̃ ἐδίωξεν ὀπίσω Σαβεε υἱου̃ Βοχορι |
11 καὶ ἀνὴρ ἔστη ἐπ' αὐτὸν τω̃ν παιδαρίων Ιωαβ καὶ εἰ̃πεν τίς ὁ βουλόμενος Ιωαβ καὶ τίς του̃ Δαυιδ ὀπίσω Ιωαβ |
12 καὶ Αμεσσαϊ πεφυρμένος ἐν τω̨̃ αἵματι ἐν μέσω̨ τη̃ς τρίβου καὶ εἰ̃δεν ὁ ἀνὴρ ὅτι εἱστήκει πα̃ς ὁ λαός καὶ ἀπέστρεψεν τὸν Αμεσσαϊ ἐκ τη̃ς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ' αὐτὸν ἱμάτιον καθότι εἰ̃δεν πάντα τὸν ἐρχόμενον ἐπ' αὐτὸν ἑστηκότα |
13 ἡνίκα δὲ ἔφθασεν ἐκ τη̃ς τρίβου παρη̃λθεν πα̃ς ἀνὴρ Ισραηλ ὀπίσω Ιωαβ του̃ διω̃ξαι ὀπίσω Σαβεε υἱου̃ Βοχορι |
14 καὶ διη̃λθεν ἐν πάσαις φυλαι̃ς Ισραηλ εἰς Αβελ καὶ εἰς Βαιθμαχα καὶ πάντες ἐν Χαρρι καὶ ἐξεκκλησιάσθησαν καὶ ἠ̃λθον κατόπισθεν αὐτου̃ |
15 καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ' αὐτὸν τὴν Αβελ καὶ τὴν Βαιθμαχα καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν καὶ ἔστη ἐν τω̨̃ προτειχίσματι καὶ πα̃ς ὁ λαὸς ὁ μετὰ Ιωαβ ἐνοου̃σαν καταβαλει̃ν τὸ τει̃χος |
16 καὶ ἐβόησεν γυνὴ σοφὴ ἐκ του̃ τείχους καὶ εἰ̃πεν ἀκούσατε ἀκούσατε εἴπατε δὴ πρὸς Ιωαβ ἔγγισον ἕως ὡ̃δε καὶ λαλήσω πρὸς αὐτόν |
17 καὶ προσήγγισεν πρὸς αὐτήν καὶ εἰ̃πεν ἡ γυνή εἰ σὺ εἰ̃ Ιωαβ ὁ δὲ εἰ̃πεν ἐγώ εἰ̃πεν δὲ αὐτω̨̃ ἄκουσον τοὺς λόγους τη̃ς δούλης σου καὶ εἰ̃πεν Ιωαβ ἀκούω ἐγώ εἰμι |
18 καὶ εἰ̃πεν λέγουσα λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες ἠρωτημένος ἠρωτήθη ἐν τη̨̃ Αβελ καὶ ἐν Δαν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ του̃ Ισραηλ ἐρωτω̃ντες ἐπερωτήσουσιν ἐν Αβελ καὶ οὕτως εἰ ἐξέλιπον |
19 ἐγώ εἰμι εἰρηνικὰ τω̃ν στηριγμάτων Ισραηλ σὺ δὲ ζητει̃ς θανατω̃σαι πόλιν καὶ μητρόπολιν ἐν Ισραηλ ἵνα τί καταποντίζεις κληρονομίαν κυρίου |
20 καὶ ἀπεκρίθη Ιωαβ καὶ εἰ̃πεν ἵλεώς μοι ἵλεώς μοι εἰ καταποντιω̃ καὶ εἰ διαφθερω̃ |
21 οὐχ οὑ̃τος ὁ λόγος ὅτι ἀνὴρ ἐξ ὄρους Εφραιμ Σαβεε υἱὸς Βοχορι ὄνομα αὐτου̃ καὶ ἐπη̃ρεν τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὸν βασιλέα Δαυιδ δότε αὐτόν μοι μόνον καὶ ἀπελεύσομαι ἀπάνωθεν τη̃ς πόλεως καὶ εἰ̃πεν ἡ γυνὴ πρὸς Ιωαβ ἰδοὺ ἡ κεφαλὴ αὐτου̃ ῥιφήσεται πρὸς σὲ διὰ του̃ τείχους |
22 καὶ εἰση̃λθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πα̃σαν τὴν πόλιν ἐν τη̨̃ σοφία̨ αὐτη̃ς καὶ ἀφει̃λεν τὴν κεφαλὴν Σαβεε υἱου̃ Βοχορι καὶ ἔβαλεν πρὸς Ιωαβ καὶ ἐσάλπισεν ἐν κερατίνη̨ καὶ διεσπάρησαν ἀπὸ τη̃ς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτου̃ καὶ Ιωαβ ἀπέστρεψεν εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα |
23 καὶ Ιωαβ πρὸς πάση̨ τη̨̃ δυνάμει Ισραηλ καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ του̃ Χερεθθι καὶ ἐπὶ του̃ Φελεθθι |
24 καὶ Αδωνιραμ ἐπὶ του̃ φόρου καὶ Ιωσαφατ υἱὸς Αχιλουθ ἀναμιμνή̨σκων |
25 καὶ Σουσα γραμματεύς καὶ Σαδωκ καὶ Αβιαθαρ ἱερει̃ς |
26 καί γε Ιρας ὁ Ιαριν ἠ̃ν ἱερεὺς του̃ Δαυιδ |