Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 15

καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἐποίησεν ἑαυτω̨̃ Αβεσσαλωμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτου̃
καὶ ὤρθρισεν Αβεσσαλωμ καὶ ἔστη ἀνὰ χει̃ρα τη̃ς ὁδου̃ τη̃ς πύλης καὶ ἐγένετο πα̃ς ἀνήρ ὡ̨̃ ἐγένετο κρίσις ἠ̃λθεν πρὸς τὸν βασιλέα εἰς κρίσιν καὶ ἐβόησεν πρὸς αὐτὸν Αβεσσαλωμ καὶ ἔλεγεν αὐτω̨̃ ἐκ ποίας πόλεως σὺ εἰ̃ καὶ εἰ̃πεν ὁ ἀνήρ ἐκ μια̃ς φυλω̃ν Ισραηλ ὁ δου̃λός σου
καὶ εἰ̃πεν πρὸς αὐτὸν Αβεσσαλωμ ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι καὶ ἀκούων οὐκ ἔστιν σοι παρὰ του̃ βασιλέως
καὶ εἰ̃πεν Αβεσσαλωμ τίς με καταστήσει κριτὴν ἐν τη̨̃ γη̨̃ καὶ ἐπ' ἐμὲ ἐλεύσεται πα̃ς ἀνήρ ὡ̨̃ ἐὰν ἠ̨̃ ἀντιλογία καὶ κρίσις καὶ δικαιώσω αὐτόν
καὶ ἐγένετο ἐν τω̨̃ ἐγγίζειν ἄνδρα του̃ προσκυνη̃σαι αὐτω̨̃ καὶ ἐξέτεινεν τὴν χει̃ρα αὐτου̃ καὶ ἐπελαμβάνετο αὐτου̃ καὶ κατεφίλησεν αὐτόν
καὶ ἐποίησεν Αβεσσαλωμ κατὰ τὸ ῥη̃μα του̃το παντὶ Ισραηλ τοι̃ς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα καὶ ἰδιοποιει̃το Αβεσσαλωμ τὴν καρδίαν ἀνδρω̃ν Ισραηλ
καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτω̃ν καὶ εἰ̃πεν Αβεσσαλωμ πρὸς τὸν πατέρα αὐτου̃ πορεύσομαι δὴ καὶ ἀποτείσω τὰς εὐχάς μου ἃς ηὐξάμην τω̨̃ κυρίω̨ ἐν Χεβρων
ὅτι εὐχὴν ηὔξατο ὁ δου̃λός σου ἐν τω̨̃ οἰκει̃ν με ἐν Γεδσουρ ἐν Συρία̨ λέγων ἐὰν ἐπιστρέφων ἐπιστρέψη̨ με κύριος εἰς Ιερουσαλημ καὶ λατρεύσω τω̨̃ κυρίω̨
καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς βάδιζε εἰς εἰρήνην καὶ ἀναστὰς ἐπορεύθη εἰς Χεβρων
10 καὶ ἀπέστειλεν Αβεσσαλωμ κατασκόπους ἐν πάσαις φυλαι̃ς Ισραηλ λέγων ἐν τω̨̃ ἀκου̃σαι ὑμα̃ς τὴν φωνὴν τη̃ς κερατίνης καὶ ἐρει̃τε βεβασίλευκεν βασιλεὺς Αβεσσαλωμ ἐν Χεβρων
11 καὶ μετὰ Αβεσσαλωμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ιερουσαλημ κλητοὶ καὶ πορευόμενοι τη̨̃ ἁπλότητι αὐτω̃ν καὶ οὐκ ἔγνωσαν πα̃ν ῥη̃μα
12 καὶ ἀπέστειλεν Αβεσσαλωμ καὶ ἐκάλεσεν τὸν Αχιτοφελ τὸν Γελμωναι̃ον τὸν σύμβουλον Δαυιδ ἐκ τη̃ς πόλεως αὐτου̃ ἐκ Γωλα ἐν τω̨̃ θυσιάζειν αὐτόν καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν καὶ ὁ λαὸς πορευόμενος καὶ πολὺς μετὰ Αβεσσαλωμ
13 καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς Δαυιδ λέγων ἐγενήθη ἡ καρδία ἀνδρω̃ν Ισραηλ ὀπίσω Αβεσσαλωμ
14 καὶ εἰ̃πεν Δαυιδ πα̃σιν τοι̃ς παισὶν αὐτου̃ τοι̃ς μετ' αὐτου̃ τοι̃ς ἐν Ιερουσαλημ ἀνάστητε καὶ φύγωμεν ὅτι οὐκ ἔστιν ἡμι̃ν σωτηρία ἀπὸ προσώπου Αβεσσαλωμ ταχύνατε του̃ πορευθη̃ναι ἵνα μὴ ταχύνη̨ καὶ καταλάβη̨ ἡμα̃ς καὶ ἐξώση̨ ἐφ' ἡμα̃ς τὴν κακίαν καὶ πατάξη̨ τὴν πόλιν στόματι μαχαίρης
15 καὶ εἰ̃πον οἱ παι̃δες του̃ βασιλέως πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα αἱρει̃ται ὁ κύριος ἡμω̃ν ὁ βασιλεύς ἰδοὺ οἱ παι̃δές σου
16 καὶ ἐξη̃λθεν ὁ βασιλεὺς καὶ πα̃ς ὁ οἰ̃κος αὐτου̃ τοι̃ς ποσὶν αὐτω̃ν καὶ ἀφη̃κεν ὁ βασιλεὺς δέκα γυναι̃κας τω̃ν παλλακω̃ν αὐτου̃ φυλάσσειν τὸν οἰ̃κον
17 καὶ ἐξη̃λθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παι̃δες αὐτου̃ πεζη̨̃ καὶ ἔστησαν ἐν οἴκω̨ τω̨̃ μακράν
18 καὶ πάντες οἱ παι̃δες αὐτου̃ ἀνὰ χει̃ρα αὐτου̃ παρη̃γον καὶ πα̃ς ὁ Χεττι καὶ πα̃ς ὁ Φελετθι καὶ ἔστησαν ἐπὶ τη̃ς ἐλαίας ἐν τη̨̃ ἐρήμω̨ καὶ πα̃ς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτου̃ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί ἑξακόσιοι ἄνδρες καὶ παρη̃σαν ἐπὶ χει̃ρα αὐτου̃ καὶ πα̃ς ὁ Χερεθθι καὶ πα̃ς ὁ Φελεθθι καὶ πάντες οἱ Γεθθαι̃οι ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοι̃ς ποσὶν αὐτω̃ν ἐκ Γεθ πορευόμενοι ἐπὶ πρόσωπον του̃ βασιλέως
19 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Εθθι τὸν Γεθθαι̃ον ἵνα τί πορεύη̨ καὶ σὺ μεθ' ἡμω̃ν ἐπίστρεφε καὶ οἴκει μετὰ του̃ βασιλέως ὅτι ξένος εἰ̃ σὺ καὶ ὅτι μετώ̨κηκας σὺ ἐκ του̃ τόπου σου
20 εἰ ἐχθὲς παραγέγονας καὶ σήμερον κινήσω σε μεθ' ἡμω̃ν καί γε μεταναστήσεις τὸν τόπον σου ἐχθὲς ἡ ἐξέλευσίς σου καὶ σήμερον μετακινήσω σε μεθ' ἡμω̃ν του̃ πορευθη̃ναι καὶ ἐγὼ πορεύσομαι οὑ̃ ἂν ἐγὼ πορευθω̃ ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σου̃ καὶ κύριος ποιήσει μετὰ σου̃ ἔλεος καὶ ἀλήθειαν
21 καὶ ἀπεκρίθη Εθθι τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν ζη̨̃ κύριος καὶ ζη̨̃ ὁ κύριός μου ὁ βασιλεύς ὅτι εἰς τὸν τόπον οὑ̃ ἐὰν ἠ̨̃ ὁ κύριός μου καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν ὅτι ἐκει̃ ἔσται ὁ δου̃λός σου
22 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Εθθι δευ̃ρο καὶ διάβαινε μετ' ἐμου̃ καὶ παρη̃λθεν Εθθι ὁ Γεθθαι̃ος καὶ πάντες οἱ παι̃δες αὐτου̃ καὶ πα̃ς ὁ ὄχλος ὁ μετ' αὐτου̃
23 καὶ πα̃σα ἡ γη̃ ἔκλαιεν φωνη̨̃ μεγάλη̨ καὶ πα̃ς ὁ λαὸς παρεπορεύοντο ἐν τω̨̃ χειμάρρω̨ Κεδρων καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν Κεδρων καὶ πα̃ς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδου̃ τὴν ἔρημον
24 καὶ ἰδοὺ καί γε Σαδωκ καὶ πάντες οἱ Λευι̃ται μετ' αὐτου̃ αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου ἀπὸ Βαιθαρ καὶ ἔστησαν τὴν κιβωτὸν του̃ θεου̃ καὶ ἀνέβη Αβιαθαρ ἕως ἐπαύσατο πα̃ς ὁ λαὸς παρελθει̃ν ἐκ τη̃ς πόλεως
25 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Σαδωκ ἀπόστρεψον τὴν κιβωτὸν του̃ θεου̃ εἰς τὴν πόλιν ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοι̃ς κυρίου καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτη̃ς
26 καὶ ἐὰν εἴπη̨ οὕτως οὐκ ἠθέληκα ἐν σοί ἰδοὺ ἐγώ εἰμι ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς αὐτου̃
27 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Σαδωκ τω̨̃ ἱερει̃ ἴδετε σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνη̨ καὶ Αχιμαας ὁ υἱός σου καὶ Ιωναθαν ὁ υἱὸς Αβιαθαρ οἱ δύο υἱοὶ ὑμω̃ν μεθ' ὑμω̃ν
28 ἴδετε ἐγώ εἰμι στρατεύομαι ἐν Αραβωθ τη̃ς ἐρήμου ἕως του̃ ἐλθει̃ν ῥη̃μα παρ' ὑμω̃ν του̃ ἀπαγγει̃λαί μοι
29 καὶ ἀπέστρεψεν Σαδωκ καὶ Αβιαθαρ τὴν κιβωτὸν εἰς Ιερουσαλημ καὶ ἐκάθισεν ἐκει̃
30 καὶ Δαυιδ ἀνέβαινεν ἐν τη̨̃ ἀναβάσει τω̃ν ἐλαιω̃ν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτου̃ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες
31 καὶ ἀνηγγέλη Δαυιδ λέγοντες καὶ Αχιτοφελ ἐν τοι̃ς συστρεφομένοις μετὰ Αβεσσαλωμ καὶ εἰ̃πεν Δαυιδ διασκέδασον δὴ τὴν βουλὴν Αχιτοφελ κύριε ὁ θεός μου
32 καὶ ἠ̃ν Δαυιδ ἐρχόμενος ἕως του̃ Ροως οὑ̃ προσεκύνησεν ἐκει̃ τω̨̃ θεω̨̃ καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτω̨̃ Χουσι ὁ Αρχι ἑται̃ρος Δαυιδ διερρηχὼς τὸν χιτω̃να αὐτου̃ καὶ γη̃ ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃
33 καὶ εἰ̃πεν αὐτω̨̃ Δαυιδ ἐὰν μὲν διαβη̨̃ς μετ' ἐμου̃ καὶ ἔση̨ ἐπ' ἐμὲ εἴς βάσταγμα
34 καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψη̨ς καὶ ἐρει̃ς τω̨̃ Αβεσσαλωμ διεληλύθασιν οἱ ἀδελφοί σου καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου καὶ νυ̃ν παι̃ς σού εἰμι βασιλευ̃ ἔασόν με ζη̃σαι παι̃ς του̃ πατρός σου ἤμην τότε καὶ ἀρτίως καὶ νυ̃ν ἐγὼ δου̃λος σός καὶ διασκεδάσεις μοι τὴν βουλὴν Αχιτοφελ
35 καὶ ἰδοὺ μετὰ σου̃ ἐκει̃ Σαδωκ καὶ Αβιαθαρ οἱ ἱερει̃ς καὶ ἔσται πα̃ν ῥη̃μα ὃ ἐὰν ἀκούση̨ς ἐξ οἴκου του̃ βασιλέως καὶ ἀναγγελει̃ς τω̨̃ Σαδωκ καὶ τω̨̃ Αβιαθαρ τοι̃ς ἱερευ̃σιν
36 ἰδοὺ ἐκει̃ μετ' αὐτω̃ν δύο υἱοὶ αὐτω̃ν Αχιμαας υἱὸς τω̨̃ Σαδωκ καὶ Ιωναθαν υἱὸς τω̨̃ Αβιαθαρ καὶ ἀποστελει̃τε ἐν χειρὶ αὐτω̃ν πρός με πα̃ν ῥη̃μα ὃ ἐὰν ἀκούσητε
37 καὶ εἰση̃λθεν Χουσι ὁ ἑται̃ρος Δαυιδ εἰς τὴν πόλιν καὶ Αβεσσαλωμ εἰσεπορεύετο εἰς Ιερουσαλημ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.