1 καὶ ἔγνω Ιωαβ υἱὸς Σαρουιας ὅτι ἡ καρδία του̃ βασιλέως ἐπὶ Αβεσσαλωμ |
2 καὶ ἀπέστειλεν Ιωαβ εἰς Θεκωε καὶ ἔλαβεν ἐκει̃θεν γυναι̃κα σοφὴν καὶ εἰ̃πεν πρὸς αὐτήν πένθησον δὴ καὶ ἔνδυσαι ἱμάτια πενθικὰ καὶ μὴ ἀλείψη̨ ἔλαιον καὶ ἔση̨ ὡς γυνὴ πενθου̃σα ἐπὶ τεθνηκότι του̃το ἡμέρας πολλὰς |
3 καὶ ἐλεύση̨ πρὸς τὸν βασιλέα καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ῥη̃μα του̃το καὶ ἔθηκεν Ιωαβ τοὺς λόγους ἐν τω̨̃ στόματι αὐτη̃ς |
4 καὶ εἰση̃λθεν ἡ γυνὴ ἡ Θεκωι̃τις πρὸς τὸν βασιλέα καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτη̃ς εἰς τὴν γη̃ν καὶ προσεκύνησεν αὐτω̨̃ καὶ εἰ̃πεν Σω̃σον βασιλευ̃ σω̃σον |
5 καὶ εἰ̃πεν πρὸς αὐτὴν ὁ βασιλεύς τί ἐστίν σοι ἡ δὲ εἰ̃πεν καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι καὶ ἀπέθανεν ὁ ἀνήρ μου |
6 καί γε τη̨̃ δούλη̨ σου δύο υἱοί καὶ ἐμαχέσαντο ἀμφότεροι ἐν τω̨̃ ἀγρω̨̃ καὶ οὐκ ἠ̃ν ὁ ἐξαιρούμενος ἀνὰ μέσον αὐτω̃ν καὶ ἔπαισεν ὁ εἱ̃ς τὸν ἀδελφὸν αὐτου̃ καὶ ἐθανάτωσεν αὐτόν |
7 καὶ ἰδοὺ ἐπανέστη ὅλη ἡ πατριὰ πρὸς τὴν δούλην σου καὶ εἰ̃παν δὸς τὸν παίσαντα τὸν ἀδελφὸν αὐτου̃ καὶ θανατώσομεν αὐτὸν ἀντὶ τη̃ς ψυχη̃ς του̃ ἀδελφου̃ αὐτου̃ οὑ̃ ἀπέκτεινεν καὶ ἐξαρου̃μεν καί γε τὸν κληρονόμον ὑμω̃ν καὶ σβέσουσιν τὸν ἄνθρακά μου τὸν καταλειφθέντα ὥστε μὴ θέσθαι τω̨̃ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προσώπου τη̃ς γη̃ς |
8 καὶ εἰ̃πεν ὁ βασιλεύς ὑγιαίνουσα βάδιζε εἰς τὸν οἰ̃κόν σου κἀγὼ ἐντελου̃μαι περὶ σου̃ |
9 καὶ εἰ̃πεν ἡ γυνὴ ἡ Θεκωι̃τις πρὸς τὸν βασιλέα ἐπ' ἐμέ κύριέ μου βασιλευ̃ ἡ ἀνομία καὶ ἐπὶ τὸν οἰ̃κον του̃ πατρός μου καὶ ὁ βασιλεὺς καὶ ὁ θρόνος αὐτου̃ ἀθω̨̃ος |
10 καὶ εἰ̃πεν ὁ βασιλεύς τίς ὁ λαλω̃ν πρὸς σέ καὶ ἄξεις αὐτὸν πρὸς ἐμέ καὶ οὐ προσθήσει ἔτι ἅψασθαι αὐτου̃ |
11 καὶ εἰ̃πεν μνημονευσάτω δὴ ὁ βασιλεὺς τὸν κύριον θεὸν αὐτου̃ πληθυνθη̃ναι ἀγχιστέα του̃ αἵματος του̃ διαφθει̃ραι καὶ οὐ μὴ ἐξάρωσιν τὸν υἱόν μου καὶ εἰ̃πεν ζη̨̃ κύριος εἰ πεσει̃ται ἀπὸ τη̃ς τριχὸς του̃ υἱου̃ σου ἐπὶ τὴν γη̃ν |
12 καὶ εἰ̃πεν ἡ γυνή λαλησάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα ῥη̃μα καὶ εἰ̃πεν λάλησον |
13 καὶ εἰ̃πεν ἡ γυνή ἵνα τί ἐλογίσω τοιου̃το ἐπὶ λαὸν θεου̃ ἠ̃ ἐκ στόματος του̃ βασιλέως ὁ λόγος οὑ̃τος ὡς πλημμέλεια του̃ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτου̃ |
14 ὅτι θανάτω̨ ἀποθανούμεθα καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταφερόμενον ἐπὶ τη̃ς γη̃ς ὃ οὐ συναχθήσεται καὶ λήμψεται ὁ θεὸς ψυχήν καὶ λογιζόμενος του̃ ἐξω̃σαι ἀπ' αὐτου̃ ἐξωσμένον |
15 καὶ νυ̃ν ὃ ἠ̃λθον λαλη̃σαι πρὸς τὸν βασιλέα τὸν κύριόν μου τὸ ῥη̃μα του̃το ὅτι ὄψεταί με ὁ λαός καὶ ἐρει̃ ἡ δούλη σου λαλησάτω δὴ πρὸς τὸν βασιλέα εἴ πως ποιήσει ὁ βασιλεὺς τὸ ῥη̃μα τη̃ς δούλης αὐτου̃ |
16 ὅτι ἀκούσει ὁ βασιλεὺς ῥύσασθαι τὴν δούλην αὐτου̃ ἐκ χειρὸς του̃ ἀνδρὸς του̃ ζητου̃ντος ἐξα̃ραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας θεου̃ |
17 καὶ εἰ̃πεν ἡ γυνή εἴη δὴ ὁ λόγος του̃ κυρίου μου του̃ βασιλέως εἰς θυσίαν ὅτι καθὼς ἄγγελος θεου̃ οὕτως ὁ κύριός μου ὁ βασιλεὺς του̃ ἀκούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν καὶ κύριος ὁ θεός σου ἔσται μετὰ σου̃ |
18 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἰ̃πεν πρὸς τὴν γυναι̃κα μὴ δὴ κρύψη̨ς ἀπ' ἐμου̃ ῥη̃μα ὃ ἐγὼ ἐπερωτω̃ σε καὶ εἰ̃πεν ἡ γυνή λαλησάτω δὴ ὁ κύριός μου ὁ βασιλεύς |
19 καὶ εἰ̃πεν ὁ βασιλεύς μὴ ἡ χεὶρ Ιωαβ ἐν παντὶ τούτω̨ μετὰ σου̃ καὶ εἰ̃πεν ἡ γυνὴ τω̨̃ βασιλει̃ ζη̨̃ ἡ ψυχή σου κύριέ μου βασιλευ̃ εἰ ἔστιν εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ ἐκ πάντων ὡ̃ν ἐλάλησεν ὁ κύριός μου ὁ βασιλεύς ὅτι ὁ δου̃λός σου Ιωαβ αὐτὸς ἐνετείλατό μοι καὶ αὐτὸς ἔθετο ἐν τω̨̃ στόματι τη̃ς δούλης σου πάντας τοὺς λόγους τούτους |
20 ἕνεκεν του̃ περιελθει̃ν τὸ πρόσωπον του̃ ῥήματος τούτου ἐποίησεν ὁ δου̃λός σου Ιωαβ τὸν λόγον του̃τον καὶ ὁ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου του̃ θεου̃ του̃ γνω̃ναι πάντα τὰ ἐν τη̨̃ γη̨̃ |
21 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Ιωαβ ἰδοὺ δὴ ἐποίησά σοι κατὰ τὸν λόγον σου του̃τον πορεύου ἐπίστρεψον τὸ παιδάριον τὸν Αβεσσαλωμ |
22 καὶ ἔπεσεν Ιωαβ ἐπὶ πρόσωπον αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ προσεκύνησεν καὶ εὐλόγησεν τὸν βασιλέα καὶ εἰ̃πεν Ιωαβ σήμερον ἔγνω ὁ δου̃λός σου ὅτι εὑ̃ρον χάριν ἐν ὀφθαλμοι̃ς σου κύριέ μου βασιλευ̃ ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον του̃ δούλου αὐτου̃ |
23 καὶ ἀνέστη Ιωαβ καὶ ἐπορεύθη εἰς Γεδσουρ καὶ ἤγαγεν τὸν Αβεσσαλωμ εἰς Ιερουσαλημ |
24 καὶ εἰ̃πεν ὁ βασιλεύς ἀποστραφήτω εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω καὶ ἀπέστρεψεν Αβεσσαλωμ εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ τὸ πρόσωπον του̃ βασιλέως οὐκ εἰ̃δεν |
25 καὶ ὡς Αβεσσαλωμ οὐκ ἠ̃ν ἀνὴρ ἐν παντὶ Ισραηλ αἰνετὸς σφόδρα ἀπὸ ἴχνους ποδὸς αὐτου̃ καὶ ἕως κορυφη̃ς αὐτου̃ οὐκ ἠ̃ν ἐν αὐτω̨̃ μω̃μος |
26 καὶ ἐν τω̨̃ κείρεσθαι αὐτὸν τὴν κεφαλὴν αὐτου̃ καὶ ἐγένετο ἀπ' ἀρχη̃ς ἡμερω̃ν εἰς ἡμέρας ὡς ἂν ἐκείρετο ὅτι κατεβαρύνετο ἐπ' αὐτόν καὶ κειρόμενος αὐτὴν ἔστησεν τὴν τρίχα τη̃ς κεφαλη̃ς αὐτου̃ διακοσίους σίκλους ἐν τω̨̃ σίκλω̨ τω̨̃ βασιλικω̨̃ |
27 καὶ ἐτέχθησαν τω̨̃ Αβεσσαλωμ τρει̃ς υἱοὶ καὶ θυγάτηρ μία καὶ ὄνομα αὐτη̨̃ Θημαρ αὕτη ἠ̃ν γυνὴ καλὴ σφόδρα καὶ γίνεται γυνὴ τω̨̃ Ροβοαμ υἱω̨̃ Σαλωμων καὶ τίκτει αὐτω̨̃ τὸν Αβια |
28 καὶ ἐκάθισεν Αβεσσαλωμ ἐν Ιερουσαλημ δύο ἔτη ἡμερω̃ν καὶ τὸ πρόσωπον του̃ βασιλέως οὐκ εἰ̃δεν |
29 καὶ ἀπέστειλεν Αβεσσαλωμ πρὸς Ιωαβ του̃ ἀποστει̃λαι αὐτὸν πρὸς τὸν βασιλέα καὶ οὐκ ἠθέλησεν ἐλθει̃ν πρὸς αὐτόν καὶ ἀπέστειλεν ἐκ δευτέρου πρὸς αὐτόν καὶ οὐκ ἠθέλησεν παραγενέσθαι |
30 καὶ εἰ̃πεν Αβεσσαλωμ πρὸς τοὺς παι̃δας αὐτου̃ ἴδετε ἡ μερὶς ἐν ἀγρω̨̃ του̃ Ιωαβ ἐχόμενά μου καὶ αὐτω̨̃ κριθαὶ ἐκει̃ πορεύεσθε καὶ ἐμπρήσατε αὐτὴν ἐν πυρί καὶ ἐνέπρησαν αὐτὰς οἱ παι̃δες Αβεσσαλωμ καὶ παραγίνονται οἱ δου̃λοι Ιωαβ πρὸς αὐτὸν διερρηχότες τὰ ἱμάτια αὐτω̃ν καὶ εἰ̃παν ἐνεπύρισαν οἱ δου̃λοι Αβεσσαλωμ τὴν μερίδα ἐν πυρί |
31 καὶ ἀνέστη Ιωαβ καὶ ἠ̃λθεν πρὸς Αβεσσαλωμ εἰς τὸν οἰ̃κον καὶ εἰ̃πεν πρὸς αὐτόν ἵνα τί οἱ παι̃δές σου ἐνεπύρισαν τὴν μερίδα τὴν ἐμὴν ἐν πυρί |
32 καὶ εἰ̃πεν Αβεσσαλωμ πρὸς Ιωαβ ἰδοὺ ἀπέστειλα πρὸς σὲ λέγων ἡ̃κε ὡ̃δε καὶ ἀποστελω̃ σε πρὸς τὸν βασιλέα λέγων ἵνα τί ἠ̃λθον ἐκ Γεδσουρ ἀγαθόν μοι ἠ̃ν του̃ ἔτι εἰ̃ναί με ἐκει̃ καὶ νυ̃ν ἰδοὺ τὸ πρόσωπον του̃ βασιλέως οὐκ εἰ̃δον εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία καὶ θανάτωσόν με |
33 καὶ εἰση̃λθεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτω̨̃ καὶ ἐκάλεσεν τὸν Αβεσσαλωμ καὶ εἰση̃λθεν πρὸς τὸν βασιλέα καὶ προσεκύνησεν αὐτω̨̃ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτου̃ ἐπὶ τὴν γη̃ν κατὰ πρόσωπον του̃ βασιλέως καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Αβεσσαλωμ |