ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β,
κεφαλίς 7
1 ταύτας οὐ̃ν ἔχοντες τὰς ἐπαγγελίας ἀγαπητοί καθαρίσωμεν ἑαυτοὺς ἀπò παντòς μολυσμου̃ σαρκòς καὶ πνεύματος ἐπιτελου̃ντες ἁγιωσύνην ἐν φόβω̨ θεου̃ |
2 χωρήσατε ἡμα̃ς οὐδένα ἠδικήσαμεν οὐδένα ἐφθείραμεν οὐδένα ἐπλεονεκτήσαμεν |
3 πρòς κατάκρισιν οὐ λέγω προείρηκα γὰρ ὅτι ἐν ται̃ς καρδίαις ἡμω̃ν ἐστε εἰς τò συναποθανει̃ν καὶ συζη̃ν |
4 πολλή μοι παρρησία πρòς ὑμα̃ς πολλή μοι καύχησις ὑπὲρ ὑμω̃ν πεπλήρωμαι τη̨̃ παρακλήσει ὑπερπερισσεύομαι τη̨̃ χαρα̨̃ ἐπὶ πάση̨ τη̨̃ θλίψει ἡμω̃ν |
5 καὶ γὰρ ἐλθόντων ἡμω̃ν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμω̃ν ἀλλ' ἐν παντὶ θλιβόμενοι ἔξωθεν μάχαι ἔσωθεν φόβοι |
6 ἀλλ' ὁ παρακαλω̃ν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμα̃ς ὁ θεòς ἐν τη̨̃ παρουσία̨ Τίτου |
7 οὐ μόνον δὲ ἐν τη̨̃ παρουσία̨ αὐτου̃ ἀλλὰ καὶ ἐν τη̨̃ παρακλήσει ἡ̨̃ παρεκλήθη ἐφ' ὑμι̃ν ἀναγγέλλων ἡμι̃ν τὴν ὑμω̃ν ἐπιπόθησιν τòν ὑμω̃ν ὀδυρμόν τòν ὑμω̃ν ζη̃λον ὑπὲρ ἐμου̃ ὥστε με μα̃λλον χαρη̃ναι |
8 ὅτι εἰ καὶ ἐλύπησα ὑμα̃ς ἐν τη̨̃ ἐπιστολη̨̃ οὐ μεταμέλομαι εἰ καὶ μετεμελόμην βλέπω γὰρ ὅτι ἡ ἐπιστολὴ ἐκείνη εἰ καὶ πρòς ὥραν ἐλύπησεν ὑμα̃ς |
9 νυ̃ν χαίρω οὐχ ὅτι ἐλυπήθητε ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν ἐλυπήθητε γὰρ κατὰ θεόν ἵνα ἐν μηδενὶ ζημιωθη̃τε ἐξ ἡμω̃ν |
10 ἡ γὰρ κατὰ θεòν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται ἡ δὲ του̃ κόσμου λύπη θάνατον κατεργάζεται |
11 ἰδοὺ γὰρ αὐτò του̃το τò κατὰ θεòν λυπηθη̃ναι πόσην κατειργάσατο ὑμι̃ν σπουδήν ἀλλὰ ἀπολογίαν ἀλλὰ ἀγανάκτησιν ἀλλὰ φόβον ἀλλὰ ἐπιπόθησιν ἀλλὰ ζη̃λον ἀλλὰ ἐκδίκησιν ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἰ̃ναι τω̨̃ πράγματι |
12 ἄρα εἰ καὶ ἔγραψα ὑμι̃ν οὐχ ἕνεκεν του̃ ἀδικήσαντος οὐδὲ ἕνεκεν του̃ ἀδικηθέντος ἀλλ' ἕνεκεν του̃ φανερωθη̃ναι τὴν σπουδὴν ὑμω̃ν τὴν ὑπὲρ ἡμω̃ν πρòς ὑμα̃ς ἐνώπιον του̃ θεου̃ |
13 διὰ του̃το παρακεκλήμεθα ἐπὶ δὲ τη̨̃ παρακλήσει ἡμω̃ν περισσοτέρως μα̃λλον ἐχάρημεν ἐπὶ τη̨̃ χαρα̨̃ Τίτου ὅτι ἀναπέπαυται τò πνευ̃μα αὐτου̃ ἀπò πάντων ὑμω̃ν |
14 ὅτι εἴ τι αὐτω̨̃ ὑπὲρ ὑμω̃ν κεκαύχημαι οὐ κατη̨σχύνθην ἀλλ' ὡς πάντα ἐν ἀληθεία̨ ἐλαλήσαμεν ὑμι̃ν οὕτως καὶ ἡ καύχησις ἡμω̃ν ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη |
15 καὶ τὰ σπλάγχνα αὐτου̃ περισσοτέρως εἰς ὑμα̃ς ἐστιν ἀναμιμνη̨σκομένου τὴν πάντων ὑμω̃ν ὑπακοήν ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν |
16 χαίρω ὅτι ἐν παντὶ θαρρω̃ ἐν ὑμι̃ν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.