Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β, κεφαλίς 6

συνεργου̃ντες δὲ καὶ παρακαλου̃μεν μὴ εἰς κενòν τὴν χάριν του̃ θεου̃ δέξασθαι ὑμα̃ς
λέγει γάρ καιρω̨̃ δεκτω̨̃ ἐπήκουσά σου καὶ ἐν ἡμέρα̨ σωτηρίας ἐβοήθησά σοι ἰδοὺ νυ̃ν καιρòς εὐπρόσδεκτος ἰδοὺ νυ̃ν ἡμέρα σωτηρίας
μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν ἵνα μὴ μωμηθη̨̃ ἡ διακονία
ἀλλ' ἐν παντὶ συνίσταντες ἑαυτοὺς ὡς θεου̃ διάκονοι ἐν ὑπομονη̨̃ πολλη̨̃ ἐν θλίψεσιν ἐν ἀνάγκαις ἐν στενοχωρίαις
ἐν πληγαι̃ς ἐν φυλακαι̃ς ἐν ἀκαταστασίαις ἐν κόποις ἐν ἀγρυπνίαις ἐν νηστείαις
ἐν ἁγνότητι ἐν γνώσει ἐν μακροθυμία̨ ἐν χρηστότητι ἐν πνεύματι ἁγίω̨ ἐν ἀγάπη̨ ἀνυποκρίτω̨
ἐν λόγω̨ ἀληθείας ἐν δυνάμει θεου̃ διὰ τω̃ν ὅπλων τη̃ς δικαιοσύνης τω̃ν δεξιω̃ν καὶ ἀριστερω̃ν
διὰ δόξης καὶ ἀτιμίας διὰ δυσφημίας καὶ εὐφημίας ὡς πλάνοι καὶ ἀληθει̃ς
ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι ὡς ἀποθνή̨σκοντες καὶ ἰδοὺ ζω̃μεν ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι
10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες
11 τò στόμα ἡμω̃ν ἀνέω̨γεν πρòς ὑμα̃ς Κορίνθιοι ἡ καρδία ἡμω̃ν πεπλάτυνται
12 οὐ στενοχωρει̃σθε ἐν ἡμι̃ν στενοχωρει̃σθε δὲ ἐν τοι̃ς σπλάγχνοις ὑμω̃ν
13 τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω πλατύνθητε καὶ ὑμει̃ς
14 μὴ γίνεσθε ἑτεροζυγου̃ντες ἀπίστοις τίς γὰρ μετοχὴ δικαιοσύνη̨ καὶ ἀνομία̨ ἢ τίς κοινωνία φωτὶ πρòς σκότος
15 τίς δὲ συμφώνησις Χριστου̃ πρòς Βελιάρ ἢ τίς μερὶς πιστω̨̃ μετὰ ἀπίστου
16 τίς δὲ συγκατάθεσις ναω̨̃ θεου̃ μετὰ εἰδώλων ἡμει̃ς γὰρ ναòς θεου̃ ἐσμεν ζω̃ντος καθὼς εἰ̃πεν ὁ θεòς ὅτι ἐνοικήσω ἐν αὐτοι̃ς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτω̃ν θεός καὶ αὐτοὶ ἔσονταί μου λαός
17 διò ἐξέλθατε ἐκ μέσου αὐτω̃ν καὶ ἀφορίσθητε λέγει κύριος καὶ ἀκαθάρτου μὴ ἅπτεσθε κἀγὼ εἰσδέξομαι ὑμα̃ς
18 καὶ ἔσομαι ὑμι̃ν εἰς πατέρα καὶ ὑμει̃ς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας λέγει κύριος παντοκράτωρ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.