ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β,
κεφαλίς 2,
στἰχοι 12-17
12 ἐλθὼν δὲ εἰς τὴν Τρω̨άδα εἰς τò εὐαγγέλιον του̃ Χριστου̃ καὶ θύρας μοι ἀνεω̨γμένης ἐν κυρίω̨ |
13 οὐκ ἔσχηκα ἄνεσιν τω̨̃ πνεύματί μου τω̨̃ μὴ εὑρει̃ν με Τίτον τòν ἀδελφόν μου ἀλλὰ ἀποταξάμενος αὐτοι̃ς ἐξη̃λθον εἰς Μακεδονίαν |
14 τω̨̃ δὲ θεω̨̃ χάρις τω̨̃ πάντοτε θριαμβεύοντι ἡμα̃ς ἐν τω̨̃ Χριστω̨̃ καὶ τὴν ὀσμὴν τη̃ς γνώσεως αὐτου̃ φανερου̃ντι δι' ἡμω̃ν ἐν παντὶ τόπω̨ |
15 ὅτι Χριστου̃ εὐωδία ἐσμὲν τω̨̃ θεω̨̃ ἐν τοι̃ς σω̨ζομένοις καὶ ἐν τοι̃ς ἀπολλυμένοις |
16 οἱ̃ς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον οἱ̃ς δὲ ὀσμὴ ἐκ ζωη̃ς εἰς ζωήν καὶ πρòς ταυ̃τα τίς ἱκανός |
17 οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τòν λόγον του̃ θεου̃ ἀλλ' ὡς ἐξ εἰλικρινείας ἀλλ' ὡς ἐκ θεου̃ κατέναντι θεου̃ ἐν Χριστω̨̃ λαλου̃μεν |
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β,
κεφαλίς 3
1 ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν ἢ μὴ χρή̨ζομεν ὥς τινες συστατικω̃ν ἐπιστολω̃ν πρòς ὑμα̃ς ἢ ἐξ ὑμω̃ν |
2 ἡ ἐπιστολὴ ἡμω̃ν ὑμει̃ς ἐστε ἐγγεγραμμένη ἐν ται̃ς καρδίαις ἡμω̃ν γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπò πάντων ἀνθρώπων |
3 φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστου̃ διακονηθει̃σα ὑφ' ἡμω̃ν ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεου̃ ζω̃ντος οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ' ἐν πλαξὶν καρδίαις σαρκίναις |
4 πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ του̃ Χριστου̃ πρòς τòν θεόν |
5 οὐχ ὅτι ἀφ' ἑαυτω̃ν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτω̃ν ἀλλ' ἡ ἱκανότης ἡμω̃ν ἐκ του̃ θεου̃ |
6 ὃς καὶ ἱκάνωσεν ἡμα̃ς διακόνους καινη̃ς διαθήκης οὐ γράμματος ἀλλὰ πνεύματος τò γὰρ γράμμα ἀποκτέννει τò δὲ πνευ̃μα ζω̨οποιει̃ |
7 εἰ δὲ ἡ διακονία του̃ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξη̨ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς ’Ισραὴλ εἰς τò πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν του̃ προσώπου αὐτου̃ τὴν καταργουμένην |
8 πω̃ς οὐχὶ μα̃λλον ἡ διακονία του̃ πνεύματος ἔσται ἐν δόξη̨ |
9 εἰ γὰρ τη̨̃ διακονία̨ τη̃ς κατακρίσεως δόξα πολλω̨̃ μα̃λλον περισσεύει ἡ διακονία τη̃ς δικαιοσύνης δόξη̨ |
10 καὶ γὰρ οὐ δεδόξασται τò δεδοξασμένον ἐν τούτω̨ τω̨̃ μέρει εἵνεκεν τη̃ς ὑπερβαλλούσης δόξης |
11 εἰ γὰρ τò καταργούμενον διὰ δόξης πολλω̨̃ μα̃λλον τò μένον ἐν δόξη̨ |
12 ἔχοντες οὐ̃ν τοιαύτην ἐλπίδα πολλη̨̃ παρρησία̨ χρώμεθα |
13 καὶ οὐ καθάπερ Μωϋση̃ς ἐτίθει κάλυμμα ἐπὶ τò πρόσωπον αὐτου̃ πρòς τò μὴ ἀτενίσαι τοὺς υἱοὺς ’Ισραὴλ εἰς τò τέλος του̃ καταργουμένου |
14 ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτω̃ν ἄχρι γὰρ τη̃ς σήμερον ἡμέρας τò αὐτò κάλυμμα ἐπὶ τη̨̃ ἀναγνώσει τη̃ς παλαια̃ς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστω̨̃ καταργει̃ται |
15 ἀλλ' ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωϋση̃ς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτω̃ν κει̃ται |
16 ἡνίκα δὲ ἐὰν ἐπιστρέψη̨ πρòς κύριον περιαιρει̃ται τò κάλυμμα |
17 ὁ δὲ κύριος τò πνευ̃μά ἐστιν οὑ̃ δὲ τò πνευ̃μα κυρίου ἐλευθερία |
18 ἡμει̃ς δὲ πάντες ἀνακεκαλυμμένω̨ προσώπω̨ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπò δόξης εἰς δόξαν καθάπερ ἀπò κυρίου πνεύματος |
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β,
κεφαλίς 4
1 διὰ του̃το ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν οὐκ ἐγκακου̃μεν |
2 ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τη̃ς αἰσχύνης μὴ περιπατου̃ντες ἐν πανουργία̨ μηδὲ δολου̃ντες τòν λόγον του̃ θεου̃ ἀλλὰ τη̨̃ φανερώσει τη̃ς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρòς πα̃σαν συνείδησιν ἀνθρώπων ἐνώπιον του̃ θεου̃ |
3 εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τò εὐαγγέλιον ἡμω̃ν ἐν τοι̃ς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον |
4 ἐν οἱ̃ς ὁ θεòς του̃ αἰω̃νος τούτου ἐτύφλωσεν τὰ νοήματα τω̃ν ἀπίστων εἰς τò μὴ αὐγάσαι τòν φωτισμòν του̃ εὐαγγελίου τη̃ς δόξης του̃ Χριστου̃ ὅς ἐστιν εἰκὼν του̃ θεου̃ |
5 οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ ’Ιησου̃ν Χριστòν κύριον ἑαυτοὺς δὲ δούλους ὑμω̃ν διὰ ’Ιησου̃ν |
6 ὅτι ὁ θεòς ὁ εἰπών ἐκ σκότους φω̃ς λάμψει ὃς ἔλαμψεν ἐν ται̃ς καρδίαις ἡμω̃ν πρòς φωτισμòν τη̃ς γνώσεως τη̃ς δόξης του̃ θεου̃ ἐν προσώπω̨ ’Ιησου̃ Χριστου̃ |
7 ἔχομεν δὲ τòν θησαυρòν του̃τον ἐν ὀστρακίνοις σκεύεσιν ἵνα ἡ ὑπερβολὴ τη̃ς δυνάμεως ἠ̨̃ του̃ θεου̃ καὶ μὴ ἐξ ἡμω̃ν |
8 ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι ἀπορούμενοι ἀλλ' οὐκ ἐξαπορούμενοι |
9 διωκόμενοι ἀλλ' οὐκ ἐγκαταλειπόμενοι καταβαλλόμενοι ἀλλ' οὐκ ἀπολλύμενοι |
10 πάντοτε τὴν νέκρωσιν του̃ ’Ιησου̃ ἐν τω̨̃ σώματι περιφέροντες ἵνα καὶ ἡ ζωὴ του̃ ’Ιησου̃ ἐν τω̨̃ σώματι ἡμω̃ν φανερωθη̨̃ |
11 ἀεὶ γὰρ ἡμει̃ς οἱ ζω̃ντες εἰς θάνατον παραδιδόμεθα διὰ ’Ιησου̃ν ἵνα καὶ ἡ ζωὴ του̃ ’Ιησου̃ φανερωθη̨̃ ἐν τη̨̃ θνητη̨̃ σαρκὶ ἡμω̃ν |
12 ὥστε ὁ θάνατος ἐν ἡμι̃ν ἐνεργει̃ται ἡ δὲ ζωὴ ἐν ὑμι̃ν |
13 ἔχοντες δὲ τò αὐτò πνευ̃μα τη̃ς πίστεως κατὰ τò γεγραμμένον ἐπίστευσα διò ἐλάλησα καὶ ἡμει̃ς πιστεύομεν διò καὶ λαλου̃μεν |
14 εἰδότες ὅτι ὁ ἐγείρας τòν κύριον ’Ιησου̃ν καὶ ἡμα̃ς σὺν ’Ιησου̃ ἐγερει̃ καὶ παραστήσει σὺν ὑμι̃ν |
15 τὰ γὰρ πάντα δι' ὑμα̃ς ἵνα ἡ χάρις πλεονάσασα διὰ τω̃ν πλειόνων τὴν εὐχαριστίαν περισσεύση̨ εἰς τὴν δόξαν του̃ θεου̃ |
16 διò οὐκ ἐγκακου̃μεν ἀλλ' εἰ καὶ ὁ ἔξω ἡμω̃ν ἄνθρωπος διαφθείρεται ἀλλ' ὁ ἔσω ἡμω̃ν ἀνακαινου̃ται ἡμέρα̨ καὶ ἡμέρα̨ |
17 τò γὰρ παραυτίκα ἐλαφρòν τη̃ς θλίψεως ἡμω̃ν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμι̃ν |
18 μὴ σκοπούντων ἡμω̃ν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα τὰ γὰρ βλεπόμενα πρόσκαιρα τὰ δὲ μὴ βλεπόμενα αἰώνια |
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β,
κεφαλίς 5
1 οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμω̃ν οἰκία του̃ σκήνους καταλυθη̨̃ οἰκοδομὴν ἐκ θεου̃ ἔχομεν οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοι̃ς οὐρανοι̃ς |
2 καὶ γὰρ ἐν τούτω̨ στενάζομεν τò οἰκητήριον ἡμω̃ν τò ἐξ οὐρανου̃ ἐπενδύσασθαι ἐπιποθου̃ντες |
3 εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα |
4 καὶ γὰρ οἱ ὄντες ἐν τω̨̃ σκήνει στενάζομεν βαρούμενοι ἐφ' ὡ̨̃ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ' ἐπενδύσασθαι ἵνα καταποθη̨̃ τò θνητòν ὑπò τη̃ς ζωη̃ς |
5 ὁ δὲ κατεργασάμενος ἡμα̃ς εἰς αὐτò του̃το θεός ὁ δοὺς ἡμι̃ν τòν ἀρραβω̃να του̃ πνεύματος |
6 θαρρου̃ντες οὐ̃ν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημου̃ντες ἐν τω̨̃ σώματι ἐκδημου̃μεν ἀπò του̃ κυρίου |
7 διὰ πίστεως γὰρ περιπατου̃μεν οὐ διὰ εἴδους |
8 θαρρου̃μεν δὲ καὶ εὐδοκου̃μεν μα̃λλον ἐκδημη̃σαι ἐκ του̃ σώματος καὶ ἐνδημη̃σαι πρòς τòν κύριον |
9 διò καὶ φιλοτιμούμεθα εἴτε ἐνδημου̃ντες εἴτε ἐκδημου̃ντες εὐάρεστοι αὐτω̨̃ εἰ̃ναι |
10 τοὺς γὰρ πάντας ἡμα̃ς φανερωθη̃ναι δει̃ ἔμπροσθεν του̃ βήματος του̃ Χριστου̃ ἵνα κομίσηται ἕκαστος τὰ διὰ του̃ σώματος πρòς ἃ ἔπραξεν εἴτε ἀγαθòν εἴτε φαυ̃λον |
11 εἰδότες οὐ̃ν τòν φόβον του̃ κυρίου ἀνθρώπους πείθομεν θεω̨̃ δὲ πεφανερώμεθα ἐλπίζω δὲ καὶ ἐν ται̃ς συνειδήσεσιν ὑμω̃ν πεφανερω̃σθαι |
12 οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμι̃ν ἀλλὰ ἀφορμὴν διδόντες ὑμι̃ν καυχήματος ὑπὲρ ἡμω̃ν ἵνα ἔχητε πρòς τοὺς ἐν προσώπω̨ καυχωμένους καὶ μὴ ἐν καρδία̨ |
13 εἴτε γὰρ ἐξέστημεν θεω̨̃ εἴτε σωφρονου̃μεν ὑμι̃ν |
14 ἡ γὰρ ἀγάπη του̃ Χριστου̃ συνέχει ἡμα̃ς κρίναντας του̃το ὅτι εἱ̃ς ὑπὲρ πάντων ἀπέθανεν ἄρα οἱ πάντες ἀπέθανον |
15 καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζω̃ντες μηκέτι ἑαυτοι̃ς ζω̃σιν ἀλλὰ τω̨̃ ὑπὲρ αὐτω̃ν ἀποθανόντι καὶ ἐγερθέντι |
16 ὥστε ἡμει̃ς ἀπò του̃ νυ̃ν οὐδένα οἴδαμεν κατὰ σάρκα εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν ἀλλὰ νυ̃ν οὐκέτι γινώσκομεν |
17 ὥστε εἴ τις ἐν Χριστω̨̃ καινὴ κτίσις τὰ ἀρχαι̃α παρη̃λθεν ἰδοὺ γέγονεν καινά |
18 τὰ δὲ πάντα ἐκ του̃ θεου̃ του̃ καταλλάξαντος ἡμα̃ς ἑαυτω̨̃ διὰ Χριστου̃ καὶ δόντος ἡμι̃ν τὴν διακονίαν τη̃ς καταλλαγη̃ς |
19 ὡς ὅτι θεòς ἠ̃ν ἐν Χριστω̨̃ κόσμον καταλλάσσων ἑαυτω̨̃ μὴ λογιζόμενος αὐτοι̃ς τὰ παραπτώματα αὐτω̃ν καὶ θέμενος ἐν ἡμι̃ν τòν λόγον τη̃ς καταλλαγη̃ς |
20 ὑπὲρ Χριστου̃ οὐ̃ν πρεσβεύομεν ὡς του̃ θεου̃ παρακαλου̃ντος δι' ἡμω̃ν δεόμεθα ὑπὲρ Χριστου̃ καταλλάγητε τω̨̃ θεω̨̃ |
21 τòν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμω̃ν ἁμαρτίαν ἐποίησεν ἵνα ἡμει̃ς γενώμεθα δικαιοσύνη θεου̃ ἐν αὐτω̨̃ |
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β,
κεφαλίς 6,
στἰχοι 1-10
1 συνεργου̃ντες δὲ καὶ παρακαλου̃μεν μὴ εἰς κενòν τὴν χάριν του̃ θεου̃ δέξασθαι ὑμα̃ς |
2 λέγει γάρ καιρω̨̃ δεκτω̨̃ ἐπήκουσά σου καὶ ἐν ἡμέρα̨ σωτηρίας ἐβοήθησά σοι ἰδοὺ νυ̃ν καιρòς εὐπρόσδεκτος ἰδοὺ νυ̃ν ἡμέρα σωτηρίας |
3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν ἵνα μὴ μωμηθη̨̃ ἡ διακονία |
4 ἀλλ' ἐν παντὶ συνίσταντες ἑαυτοὺς ὡς θεου̃ διάκονοι ἐν ὑπομονη̨̃ πολλη̨̃ ἐν θλίψεσιν ἐν ἀνάγκαις ἐν στενοχωρίαις |
5 ἐν πληγαι̃ς ἐν φυλακαι̃ς ἐν ἀκαταστασίαις ἐν κόποις ἐν ἀγρυπνίαις ἐν νηστείαις |
6 ἐν ἁγνότητι ἐν γνώσει ἐν μακροθυμία̨ ἐν χρηστότητι ἐν πνεύματι ἁγίω̨ ἐν ἀγάπη̨ ἀνυποκρίτω̨ |
7 ἐν λόγω̨ ἀληθείας ἐν δυνάμει θεου̃ διὰ τω̃ν ὅπλων τη̃ς δικαιοσύνης τω̃ν δεξιω̃ν καὶ ἀριστερω̃ν |
8 διὰ δόξης καὶ ἀτιμίας διὰ δυσφημίας καὶ εὐφημίας ὡς πλάνοι καὶ ἀληθει̃ς |
9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι ὡς ἀποθνή̨σκοντες καὶ ἰδοὺ ζω̃μεν ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι |
10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.