Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β, κεφαλίς 10

1 αὐτòς δὲ ἐγὼ Παυ̃λος παρακαλω̃ ὑμα̃ς διὰ τη̃ς πραΰτητος καὶ ἐπιεικείας του̃ Χριστου̃ ὃς κατὰ πρόσωπον μὲν ταπεινòς ἐν ὑμι̃ν ἀπὼν δὲ θαρρω̃ εἰς ὑμα̃ς
2 δέομαι δὲ τò μὴ παρὼν θαρρη̃σαι τη̨̃ πεποιθήσει ἡ̨̃ λογίζομαι τολμη̃σαι ἐπί τινας τοὺς λογιζομένους ἡμα̃ς ὡς κατὰ σάρκα περιπατου̃ντας
3 ἐν σαρκὶ γὰρ περιπατου̃ντες οὐ κατὰ σάρκα στρατευόμεθα
4 τὰ γὰρ ὅπλα τη̃ς στρατείας ἡμω̃ν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τω̨̃ θεω̨̃ πρòς καθαίρεσιν ὀχυρωμάτων λογισμοὺς καθαιρου̃ντες
5 καὶ πα̃ν ὕψωμα ἐπαιρόμενον κατὰ τη̃ς γνώσεως του̃ θεου̃ καὶ αἰχμαλωτίζοντες πα̃ν νόημα εἰς τὴν ὑπακοὴν του̃ Χριστου̃
6 καὶ ἐν ἑτοίμω̨ ἔχοντες ἐκδικη̃σαι πα̃σαν παρακοήν ὅταν πληρωθη̨̃ ὑμω̃ν ἡ ὑπακοή
7 τὰ κατὰ πρόσωπον βλέπετε εἴ τις πέποιθεν ἑαυτω̨̃ Χριστου̃ εἰ̃ναι του̃το λογιζέσθω πάλιν ἐφ' ἑαυτου̃ ὅτι καθὼς αὐτòς Χριστου̃ οὕτως καὶ ἡμει̃ς
8 ἐάν τε γὰρ περισσότερόν τι καυχήσωμαι περὶ τη̃ς ἐξουσίας ἡμω̃ν ἡ̃ς ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμω̃ν οὐκ αἰσχυνθήσομαι
9 ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβει̃ν ὑμα̃ς διὰ τω̃ν ἐπιστολω̃ν
10 ὅτι αἱ ἐπιστολαὶ μέν φησίν βαρει̃αι καὶ ἰσχυραί ἡ δὲ παρουσία του̃ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος
11 του̃το λογιζέσθω ὁ τοιου̃τος ὅτι οἱ̃οί ἐσμεν τω̨̃ λόγω̨ δι' ἐπιστολω̃ν ἀπόντες τοιου̃τοι καὶ παρόντες τω̨̃ ἔργω̨
12 οὐ γὰρ τολμω̃μεν ἐγκρι̃ναι ἢ συγκρι̃ναι ἑαυτούς τισιν τω̃ν ἑαυτοὺς συνιστανόντων ἀλλὰ αὐτοὶ ἐν ἑαυτοι̃ς ἑαυτοὺς μετρου̃ντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοι̃ς οὐ συνια̃σιν
13 ἡμει̃ς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα ἀλλὰ κατὰ τò μέτρον του̃ κανόνος οὑ̃ ἐμέρισεν ἡμι̃ν ὁ θεòς μέτρου ἐφικέσθαι ἄχρι καὶ ὑμω̃ν
14 οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμα̃ς ὑπερεκτείνομεν ἑαυτούς ἄχρι γὰρ καὶ ὑμω̃ν ἐφθάσαμεν ἐν τω̨̃ εὐαγγελίω̨ του̃ Χριστου̃
15 οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τη̃ς πίστεως ὑμω̃ν ἐν ὑμι̃ν μεγαλυνθη̃ναι κατὰ τòν κανόνα ἡμω̃ν εἰς περισσείαν
16 εἰς τὰ ὑπερέκεινα ὑμω̃ν εὐαγγελίσασθαι οὐκ ἐν ἀλλοτρίω̨ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι
17 ὁ δὲ καυχώμενος ἐν κυρίω̨ καυχάσθω
18 οὐ γὰρ ὁ ἑαυτòν συνιστάνων ἐκει̃νός ἐστιν δόκιμος ἀλλὰ ὃν ὁ κύριος συνίστησιν

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β, κεφαλίς 11

1 ὄφελον ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης ἀλλὰ καὶ ἀνέχεσθέ μου
2 ζηλω̃ γὰρ ὑμα̃ς θεου̃ ζήλω̨ ἡρμοσάμην γὰρ ὑμα̃ς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστη̃σαι τω̨̃ Χριστω̨̃
3 φοβου̃μαι δὲ μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τη̨̃ πανουργία̨ αὐτου̃ φθαρη̨̃ τὰ νοήματα ὑμω̃ν ἀπò τη̃ς ἁπλότητος καὶ τη̃ς ἁγνότητος τη̃ς εἰς τòν Χριστόν
4 εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον ’Ιησου̃ν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν ἢ πνευ̃μα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε καλω̃ς ἀνέχεσθε
5 λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τω̃ν ὑπερλίαν ἀποστόλων
6 εἰ δὲ καὶ ἰδιώτης τω̨̃ λόγω̨ ἀλλ' οὐ τη̨̃ γνώσει ἀλλ' ἐν παντὶ φανερώσαντες ἐν πα̃σιν εἰς ὑμα̃ς
7 ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτòν ταπεινω̃ν ἵνα ὑμει̃ς ὑψωθη̃τε ὅτι δωρεὰν τò του̃ θεου̃ εὐαγγέλιον εὐηγγελισάμην ὑμι̃ν
8 ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρòς τὴν ὑμω̃ν διακονίαν
9 καὶ παρὼν πρòς ὑμα̃ς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός τò γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπò Μακεδονίας καὶ ἐν παντὶ ἀβαρη̃ ἐμαυτòν ὑμι̃ν ἐτήρησα καὶ τηρήσω
10 ἔστιν ἀλήθεια Χριστου̃ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοι̃ς κλίμασιν τη̃ς ’Αχαΐας
11 διὰ τί ὅτι οὐκ ἀγαπω̃ ὑμα̃ς ὁ θεòς οἰ̃δεν
12 ὃ δὲ ποιω̃ καὶ ποιήσω ἵνα ἐκκόψω τὴν ἀφορμὴν τω̃ν θελόντων ἀφορμήν ἵνα ἐν ὡ̨̃ καυχω̃νται εὑρεθω̃σιν καθὼς καὶ ἡμει̃ς
13 οἱ γὰρ τοιου̃τοι ψευδαπόστολοι ἐργάται δόλιοι μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστου̃
14 καὶ οὐ θαυ̃μα αὐτòς γὰρ ὁ Σατανα̃ς μετασχηματίζεται εἰς ἄγγελον φωτός
15 οὐ μέγα οὐ̃ν εἰ καὶ οἱ διάκονοι αὐτου̃ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης ὡ̃ν τò τέλος ἔσται κατὰ τὰ ἔργα αὐτω̃ν
16 πάλιν λέγω μή τίς με δόξη̨ ἄφρονα εἰ̃ναι εἰ δὲ μή γε κἂν ὡς ἄφρονα δέξασθέ με ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι
17 ὃ λαλω̃ οὐ κατὰ κύριον λαλω̃ ἀλλ' ὡς ἐν ἀφροσύνη̨ ἐν ταύτη̨ τη̨̃ ὑποστάσει τη̃ς καυχήσεως
18 ἐπεὶ πολλοὶ καυχω̃νται κατὰ σάρκα κἀγὼ καυχήσομαι
19 ἡδέως γὰρ ἀνέχεσθε τω̃ν ἀφρόνων φρόνιμοι ὄντες
20 ἀνέχεσθε γὰρ εἴ τις ὑμα̃ς καταδουλοι̃ εἴ τις κατεσθίει εἴ τις λαμβάνει εἴ τις ἐπαίρεται εἴ τις εἰς πρόσωπον ὑμα̃ς δέρει
21 κατὰ ἀτιμίαν λέγω ὡς ὅτι ἡμει̃ς ἠσθενήκαμεν ἐν ὡ̨̃ δ' ἄν τις τολμα̨̃ ἐν ἀφροσύνη̨ λέγω τολμω̃ κἀγώ
22 ‘Εβραι̃οί εἰσιν κἀγώ ’Ισραηλι̃ταί εἰσιν κἀγώ σπέρμα ’Αβραάμ εἰσιν κἀγώ
23 διάκονοι Χριστου̃ εἰσιν παραφρονω̃ν λαλω̃ ὑπὲρ ἐγώ ἐν κόποις περισσοτέρως ἐν φυλακαι̃ς περισσοτέρως ἐν πληγαι̃ς ὑπερβαλλόντως ἐν θανάτοις πολλάκις
24 ὑπò ’Ιουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον
25 τρὶς ἐραβδίσθην ἅπαξ ἐλιθάσθην τρὶς ἐναυάγησα νυχθήμερον ἐν τω̨̃ βυθω̨̃ πεποίηκα
26 ὁδοιπορίαις πολλάκις κινδύνοις ποταμω̃ν κινδύνοις λη̨στω̃ν κινδύνοις ἐκ γένους κινδύνοις ἐξ ἐθνω̃ν κινδύνοις ἐν πόλει κινδύνοις ἐν ἐρημία̨ κινδύνοις ἐν θαλάσση̨ κινδύνοις ἐν ψευδαδέλφοις
27 κόπω̨ καὶ μόχθω̨ ἐν ἀγρυπνίαις πολλάκις ἐν λιμω̨̃ καὶ δίψει ἐν νηστείαις πολλάκις ἐν ψύχει καὶ γυμνότητι
28 χωρὶς τω̃ν παρεκτòς ἡ ἐπίστασίς μοι ἡ καθ' ἡμέραν ἡ μέριμνα πασω̃ν τω̃ν ἐκκλησιω̃ν
29 τίς ἀσθενει̃ καὶ οὐκ ἀσθενω̃ τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυρου̃μαι
30 εἰ καυχα̃σθαι δει̃ τὰ τη̃ς ἀσθενείας μου καυχήσομαι
31 ὁ θεòς καὶ πατὴρ του̃ κυρίου ’Ιησου̃ οἰ̃δεν ὁ ὢν εὐλογητòς εἰς τοὺς αἰω̃νας ὅτι οὐ ψεύδομαι
32 ἐν Δαμασκω̨̃ ὁ ἐθνάρχης ‘Αρέτα του̃ βασιλέως ἐφρούρει τὴν πόλιν Δαμασκηνω̃ν πιάσαι με
33 καὶ διὰ θυρίδος ἐν σαργάνη̨ ἐχαλάσθην διὰ του̃ τείχους καὶ ἐξέφυγον τὰς χει̃ρας αὐτου̃

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β, κεφαλίς 12

1 καυχα̃σθαι δει̃ οὐ συμφέρον μέν ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου
2 οἰ̃δα ἄνθρωπον ἐν Χριστω̨̃ πρò ἐτω̃ν δεκατεσσάρων εἴτε ἐν σώματι οὐκ οἰ̃δα εἴτε ἐκτòς του̃ σώματος οὐκ οἰ̃δα ὁ θεòς οἰ̃δεν ἁρπαγέντα τòν τοιου̃τον ἕως τρίτου οὐρανου̃
3 καὶ οἰ̃δα τòν τοιου̃τον ἄνθρωπον εἴτε ἐν σώματι εἴτε χωρὶς του̃ σώματος οὐκ οἰ̃δα ὁ θεòς οἰ̃δεν
4 ὅτι ἡρπάγη εἰς τòν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξòν ἀνθρώπω̨ λαλη̃σαι
5 ὑπὲρ του̃ τοιούτου καυχήσομαι ὑπὲρ δὲ ἐμαυτου̃ οὐ καυχήσομαι εἰ μὴ ἐν ται̃ς ἀσθενείαις
6 ἐὰν γὰρ θελήσω καυχήσασθαι οὐκ ἔσομαι ἄφρων ἀλήθειαν γὰρ ἐρω̃ φείδομαι δέ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμου̃
7 καὶ τη̨̃ ὑπερβολη̨̃ τω̃ν ἀποκαλύψεων διό ἵνα μὴ ὑπεραίρωμαι ἐδόθη μοι σκόλοψ τη̨̃ σαρκί ἄγγελος Σατανα̃ ἵνα με κολαφίζη̨ ἵνα μὴ ὑπεραίρωμαι
8 ὑπὲρ τούτου τρὶς τòν κύριον παρεκάλεσα ἵνα ἀποστη̨̃ ἀπ' ἐμου̃
9 καὶ εἴρηκέν μοι ἀρκει̃ σοι ἡ χάρις μου ἡ γὰρ δύναμις ἐν ἀσθενεία̨ τελει̃ται ἥδιστα οὐ̃ν μα̃λλον καυχήσομαι ἐν ται̃ς ἀσθενείαις μου ἵνα ἐπισκηνώση̨ ἐπ' ἐμὲ ἡ δύναμις του̃ Χριστου̃
10 διò εὐδοκω̃ ἐν ἀσθενείαις ἐν ὕβρεσιν ἐν ἀνάγκαις ἐν διωγμοι̃ς καὶ στενοχωρίαις ὑπὲρ Χριστου̃ ὅταν γὰρ ἀσθενω̃ τότε δυνατός εἰμι
11 γέγονα ἄφρων ὑμει̃ς με ἠναγκάσατε ἐγὼ γὰρ ὤφειλον ὑφ' ὑμω̃ν συνίστασθαι οὐδὲν γὰρ ὑστέρησα τω̃ν ὑπερλίαν ἀποστόλων εἰ καὶ οὐδέν εἰμι
12 τὰ μὲν σημει̃α του̃ ἀποστόλου κατειργάσθη ἐν ὑμι̃ν ἐν πάση̨ ὑπομονη̨̃ σημείοις τε καὶ τέρασιν καὶ δυνάμεσιν
13 τί γάρ ἐστιν ὃ ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας εἰ μὴ ὅτι αὐτòς ἐγὼ οὐ κατενάρκησα ὑμω̃ν χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην
14 ἰδοὺ τρίτον του̃το ἑτοίμως ἔχω ἐλθει̃ν πρòς ὑμα̃ς καὶ οὐ καταναρκήσω οὐ γὰρ ζητω̃ τὰ ὑμω̃ν ἀλλὰ ὑμα̃ς οὐ γὰρ ὀφείλει τὰ τέκνα τοι̃ς γονευ̃σιν θησαυρίζειν ἀλλὰ οἱ γονει̃ς τοι̃ς τέκνοις
15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τω̃ν ψυχω̃ν ὑμω̃ν εἰ περισσοτέρως ὑμα̃ς ἀγαπω̃ν ἡ̃σσον ἀγαπω̃μαι
16 ἔστω δέ ἐγὼ οὐ κατεβάρησα ὑμα̃ς ἀλλὰ ὑπάρχων πανου̃ργος δόλω̨ ὑμα̃ς ἔλαβον
17 μή τινα ὡ̃ν ἀπέσταλκα πρòς ὑμα̃ς δι' αὐτου̃ ἐπλεονέκτησα ὑμα̃ς
18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τòν ἀδελφόν μήτι ἐπλεονέκτησεν ὑμα̃ς Τίτος οὐ τω̨̃ αὐτω̨̃ πνεύματι περιεπατήσαμεν οὐ τοι̃ς αὐτοι̃ς ἴχνεσιν
19 πάλαι δοκει̃τε ὅτι ὑμι̃ν ἀπολογούμεθα κατέναντι θεου̃ ἐν Χριστω̨̃ λαλου̃μεν τὰ δὲ πάντα ἀγαπητοί ὑπὲρ τη̃ς ὑμω̃ν οἰκοδομη̃ς
20 φοβου̃μαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμα̃ς κἀγὼ εὑρεθω̃ ὑμι̃ν οἱ̃ον οὐ θέλετε μή πως ἔρις ζη̃λος θυμοί ἐριθείαι καταλαλιαί ψιθυρισμοί φυσιώσεις ἀκαταστασίαι
21 μὴ πάλιν ἐλθόντος μου ταπεινώση̨ με ὁ θεός μου πρòς ὑμα̃ς καὶ πενθήσω πολλοὺς τω̃ν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τη̨̃ ἀκαθαρσία̨ καὶ πορνεία̨ καὶ ἀσελγεία̨ ἡ̨̃ ἔπραξαν

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β, κεφαλίς 13

1 τρίτον του̃το ἔρχομαι πρòς ὑμα̃ς ἐπὶ στόματος δύο μαρτύρων καὶ τριω̃ν σταθήσεται πα̃ν ῥη̃μα
2 προείρηκα καὶ προλέγω ὡς παρὼν τò δεύτερον καὶ ἀπὼν νυ̃ν τοι̃ς προημαρτηκόσιν καὶ τοι̃ς λοιποι̃ς πα̃σιν ὅτι ἐὰν ἔλθω εἰς τò πάλιν οὐ φείσομαι
3 ἐπεὶ δοκιμὴν ζητει̃τε του̃ ἐν ἐμοὶ λαλου̃ντος Χριστου̃ ὃς εἰς ὑμα̃ς οὐκ ἀσθενει̃ ἀλλὰ δυνατει̃ ἐν ὑμι̃ν
4 καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας ἀλλὰ ζη̨̃ ἐκ δυνάμεως θεου̃ καὶ γὰρ ἡμει̃ς ἀσθενου̃μεν ἐν αὐτω̨̃ ἀλλὰ ζήσομεν σὺν αὐτω̨̃ ἐκ δυνάμεως θεου̃ εἰς ὑμα̃ς
5 ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τη̨̃ πίστει ἑαυτοὺς δοκιμάζετε ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι ’Ιησου̃ς Χριστòς ἐν ὑμι̃ν εἰ μήτι ἀδόκιμοί ἐστε
6 ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμει̃ς οὐκ ἐσμὲν ἀδόκιμοι
7 εὐχόμεθα δὲ πρòς τòν θεòν μὴ ποιη̃σαι ὑμα̃ς κακòν μηδέν οὐχ ἵνα ἡμει̃ς δόκιμοι φανω̃μεν ἀλλ' ἵνα ὑμει̃ς τò καλòν ποιη̃τε ἡμει̃ς δὲ ὡς ἀδόκιμοι ὠ̃μεν
8 οὐ γὰρ δυνάμεθά τι κατὰ τη̃ς ἀληθείας ἀλλὰ ὑπὲρ τη̃ς ἀληθείας
9 χαίρομεν γὰρ ὅταν ἡμει̃ς ἀσθενω̃μεν ὑμει̃ς δὲ δυνατοὶ ἠ̃τε του̃το καὶ εὐχόμεθα τὴν ὑμω̃ν κατάρτισιν
10 διὰ του̃το ταυ̃τα ἀπὼν γράφω ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ὁ κύριος ἔδωκέν μοι εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν
11 λοιπόν ἀδελφοί χαίρετε καταρτίζεσθε παρακαλει̃σθε τò αὐτò φρονει̃τε εἰρηνεύετε καὶ ὁ θεòς τη̃ς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ' ὑμω̃ν
12 ἀσπάσασθε ἀλλήλους ἐν ἁγίω̨ φιλήματι ἀσπάζονται ὑμα̃ς οἱ ἅγιοι πάντες
13 ἡ χάρις του̃ κυρίου ’Ιησου̃ Χριστου̃ καὶ ἡ ἀγάπη του̃ θεου̃ καὶ ἡ κοινωνία του̃ ἁγίου πνεύματος μετὰ πάντων ὑμω̃ν

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.