Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β, κεφαλίς 10

αὐτòς δὲ ἐγὼ Παυ̃λος παρακαλω̃ ὑμα̃ς διὰ τη̃ς πραΰτητος καὶ ἐπιεικείας του̃ Χριστου̃ ὃς κατὰ πρόσωπον μὲν ταπεινòς ἐν ὑμι̃ν ἀπὼν δὲ θαρρω̃ εἰς ὑμα̃ς
δέομαι δὲ τò μὴ παρὼν θαρρη̃σαι τη̨̃ πεποιθήσει ἡ̨̃ λογίζομαι τολμη̃σαι ἐπί τινας τοὺς λογιζομένους ἡμα̃ς ὡς κατὰ σάρκα περιπατου̃ντας
ἐν σαρκὶ γὰρ περιπατου̃ντες οὐ κατὰ σάρκα στρατευόμεθα
τὰ γὰρ ὅπλα τη̃ς στρατείας ἡμω̃ν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τω̨̃ θεω̨̃ πρòς καθαίρεσιν ὀχυρωμάτων λογισμοὺς καθαιρου̃ντες
καὶ πα̃ν ὕψωμα ἐπαιρόμενον κατὰ τη̃ς γνώσεως του̃ θεου̃ καὶ αἰχμαλωτίζοντες πα̃ν νόημα εἰς τὴν ὑπακοὴν του̃ Χριστου̃
καὶ ἐν ἑτοίμω̨ ἔχοντες ἐκδικη̃σαι πα̃σαν παρακοήν ὅταν πληρωθη̨̃ ὑμω̃ν ἡ ὑπακοή
τὰ κατὰ πρόσωπον βλέπετε εἴ τις πέποιθεν ἑαυτω̨̃ Χριστου̃ εἰ̃ναι του̃το λογιζέσθω πάλιν ἐφ' ἑαυτου̃ ὅτι καθὼς αὐτòς Χριστου̃ οὕτως καὶ ἡμει̃ς
ἐάν τε γὰρ περισσότερόν τι καυχήσωμαι περὶ τη̃ς ἐξουσίας ἡμω̃ν ἡ̃ς ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμω̃ν οὐκ αἰσχυνθήσομαι
ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβει̃ν ὑμα̃ς διὰ τω̃ν ἐπιστολω̃ν
10 ὅτι αἱ ἐπιστολαὶ μέν φησίν βαρει̃αι καὶ ἰσχυραί ἡ δὲ παρουσία του̃ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος
11 του̃το λογιζέσθω ὁ τοιου̃τος ὅτι οἱ̃οί ἐσμεν τω̨̃ λόγω̨ δι' ἐπιστολω̃ν ἀπόντες τοιου̃τοι καὶ παρόντες τω̨̃ ἔργω̨
12 οὐ γὰρ τολμω̃μεν ἐγκρι̃ναι ἢ συγκρι̃ναι ἑαυτούς τισιν τω̃ν ἑαυτοὺς συνιστανόντων ἀλλὰ αὐτοὶ ἐν ἑαυτοι̃ς ἑαυτοὺς μετρου̃ντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοι̃ς οὐ συνια̃σιν
13 ἡμει̃ς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα ἀλλὰ κατὰ τò μέτρον του̃ κανόνος οὑ̃ ἐμέρισεν ἡμι̃ν ὁ θεòς μέτρου ἐφικέσθαι ἄχρι καὶ ὑμω̃ν
14 οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμα̃ς ὑπερεκτείνομεν ἑαυτούς ἄχρι γὰρ καὶ ὑμω̃ν ἐφθάσαμεν ἐν τω̨̃ εὐαγγελίω̨ του̃ Χριστου̃
15 οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τη̃ς πίστεως ὑμω̃ν ἐν ὑμι̃ν μεγαλυνθη̃ναι κατὰ τòν κανόνα ἡμω̃ν εἰς περισσείαν
16 εἰς τὰ ὑπερέκεινα ὑμω̃ν εὐαγγελίσασθαι οὐκ ἐν ἀλλοτρίω̨ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι
17 ὁ δὲ καυχώμενος ἐν κυρίω̨ καυχάσθω
18 οὐ γὰρ ὁ ἑαυτòν συνιστάνων ἐκει̃νός ἐστιν δόκιμος ἀλλὰ ὃν ὁ κύριος συνίστησιν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.